- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:514.1-515.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德通过揭示“中央”一词的多义性(区分量度中心与本性上的本原)反驳了毕达哥拉斯学派的中心火说;辛普利丘阐释了该反驳,并补充探讨了关于整个天球与中心的隐秘神性的解释。
" Ὥσπερ τὸ μέσον ἁπλῶς λεγόμενον ἕως τοῦ περὶ μὲν οὖν τοῦ τόπου τῆς γῆς ταύτην ἔχουσί τινες τὴν δόξαν." Καὶ τοῦ προτέρου ἐπιχειρήματος καὶ τοῦ προσεχῶς εἰρημένου τοῦ μὲν τιμιωτάτην χώραν τὸ μέσον λαβόντος, τοῦ δὲ κυριώτατον τοῦ παντὸς τὸ μέσον, καὶ ἐκ τούτου συναγαγόντος ἑκατέρου, ὅτι τὸ πῦρ μέσον ἐστίν, ἐλέγχει τὸν λόγον ἐκ τῆς τοῦ μέσου ὁμωνυμίας1 καὶ λέγει, ὅτι οὕτως ἐπεχείρησεν ὁ λόγος ὡς μοναχῶς τοῦ μέσου λεγομένου καὶ μηδὲν διαφέροντος τοῦ κατὰ τὸ μέγεθος μέσου καὶ τοῦ κατὰ τὴν τοῦ πράγματος φύσιν. καίτοι ἐν τοῖς ζῴοις οὐ ταὐτὸν ἑκάτερον, ἀλλὰ τοῦ μὲν σωματικοῦ μεγέθους ἐν αὐτοῖς μέσον ἐστίν, ἀφ’ οὗ τὸ ἑκατέρωθεν μέγεθος ἴσον ἐστίν, οἷον ὁ ὀμφαλός, τὸ δὲ κατὰ φύσιν μέσον ἐκεῖνό ἐστιν, ἐν ᾧ τὸ τιμιώτατόν ἐστι καὶ ἡ κατὰ τὸ εἶναι ἀρχή, οἷος ὁ περὶ τὴν καρδίαν ἐστὶ τόπος, ἔνθα ἂν ᾖ αὕτη ἢ τὸ ταύτῃ ἀνάλογον. οὕτως οὖν καὶ περὶ τὸν ὅλον κόσμον ὡς μὲν μεγέθους καὶ σώματος σφαιρικοῦ συμβαίνει μέσον τὸ κέντρον εἶναι, ὡς δὲ τὸ τιμιώτατον καὶ τὸ τῇ καρδίᾳ ἀναλογοῦν ἄλλο τι χρὴ ζητεῖν τὸ μέσον καὶ οὐ τὸ κέντρον, ἀλλὰ τὴν ἀπλανῆ μᾶλλον σφαῖραν ὡς ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ καὶ συμπεριφέρουσαν τὰς ἄλλας καὶ περιέχουσαν τὴν ὅλην σωματικὴν φύσιν. ἐνταῦθα οὖν ἐχρῆν ζητεῖν τὸ τιμιώτατον, ὅπου μηδὲ φυλακῆς ἐστι χρεία καὶ μὴ τὸ κέντρον λέγοντας θορυβεῖσθαι περὶ αὐτῷ ὡς φυλακῆς δεομένῳ καὶ διὰ τοῦτο τὸ πῦρ φυλακὴν τοῦ Διὸς καλοῦντας εἰσάγειν ἐπὶ τὸ κέντρον· ὥστε καὶ πρότερον, ὅτε ἔλεγε μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, φυλάττεσθαι μὲν τὸ μέσον ἔλεγε, φυλάττειν δὲ τὸ πῦρ. Λέγει δὲ καὶ τοῦτο, ὅτι διχῶς λεγομένου τοῦ μέσου τὸ μὲν κατὰ τὴν φύσιν ἀρχὴ καὶ τίμιον ὄντως ἐστί, τὸ δὲ τοῦ τόπου μέσον τελευτῇ μᾶλλον ἔοικεν ἢ ἀρχῇ. ταῦτα δὲ δείκνυσιν οὕτως· τὸ κατὰ τὸν τόπον μέσον καὶ μάλιστα ἐν τοῖς σφαιρικοῖς σχήμασιν ὁρίζεται καὶ περιέχεται ὑπὸ τῆς ἀρχῆς περαινόμενον, ἡ δὲ ἀρχὴ ὁρίζει καὶ περιέχει· εἰ οὖν τὸ μὲν ὁριζόμενον καὶ περαινόμενον ὕλῃ ἀναλογεῖ, τὸ δὲ ὁρίζον καὶ περαῖνον εἴδει καὶ τῷ εἶναι, τιμιώτερον δὲ τὸ εἶδος καὶ ἡ οὐσία τῆς ὕλης ἐστί, τιμιώτερον ἄρα ἡ ἀρχὴ τοῦ μέσου. ὅλως δὲ τὰς παραβόλους ταύτας συγκρίσεις αἱρούμενός τις ποιεῖσθαι καὶ τοῦτο ἂν εἴποι, ὅτι ἄνωθεν ἀπὸ τῆς ἀπλανοῦς ἡ δημιουργία προϊοῦσα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὸ ὑπὸ σελήνην ὑπῆλθε καὶ ἐνταῦθα τὰ ἀνώτερα στοιχεῖα κρείττονα τῶν ὑποκάτω παράγουσα, ὡς εἰς ἐσχάτην ἀποτελευτῆσαι τὴν γῆν καὶ τὸ τοῦ παντὸς κέντρον. μήποτε δὲ τὸν ὅλον οὐρανὸν τελείαν σφαῖραν μέχρι τοῦ κέντρου χρὴ νοεῖν καὶ οὕτω τὸ ἀμερὲς τοῦ κέντρου καὶ τὸ συνεκτικὸν καὶ τὸ ἀρχικὸν σεβόμενον ἀντιπλεονεκτεῖν ἐν τῷ οὐρανῷ λέγειν τό τε μέσον αὐτοῦ καὶ τὸ πέριξ καὶ τοὺς Πυθαγορείους ἴσως τὸ ἐν τῷ κέντρῳ θεῖον λανθάνον τοὺς πονηροὺς ἐμφαίνειν προθυμηθῆναι.2 ὅλως δὲ ὅτι τιμιώτερον τὸ κέντρον λέγει, ὡς ἀρχὴν καὶ αὐτὸ 〈καὶ〉 πέρας ὄν, ὥσπερ καὶ ὁ οὐρανός, τιμιώτερον τοῦ μεταξὺ ἔλεγε. διὸ καὶ τὸ πρῶτον ἐπιχείρημα οὕτω συνελογίζετο· τὸ πέρας τοῦ μεταξὺ τιμιώτερον· τὸ δὲ ἔσχατον καὶ τὸ μέσον πέρας· ὥστε οὐ πρὸς τὸν οὐρανὸν ἡ σύγκρισις ἐγίνετο τοῦ κέντρου, ἀλλὰ ἀμφοῖν πρὸς τὸ μεταξύ. καὶ γὰρ καὶ ὁ Πλάτων πρώτην καὶ πρεσβυτάτην τὴν γῆν ἐν τῷ μέσῳ οὖσαν οὐχὶ τοῦ οὐρανοῦ φησιν, ἀλλ’ ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν.
“如同中央被单义地言说一般”直至“关于大地所在的位置,某些人持有这一见解”。 前一个论证与方才所陈述的论证,一个将中央视作最尊贵的位置,另一个将中央视作整体中最具主权之物,且各自均由此推论出火处于中央,[亚里士多德]依据“中央”的同名异义反驳了这一论说,指出该论说进行论述时,仿佛中央只有一种意义,而量度上的中央与依事物本性的中央毫无差别。然而在动物中这两者并非同一:动物肉体量度的中央乃是自其出发两边量度均等之处,例如肚脐;而依本性的中央则是最尊贵之物与依存在而言的本原所在之处,例如心脏周围的区域,无论此区域或与此相类之物处于何处。因此,关于整个宇宙也是如此:作为球状的量度与物体,其中央恰好是中心点;但作为最尊贵之物以及与心脏相类者,应当寻找的“中央”则是别的东西而非中心点,毋宁应当寻找恒星天球,因其作为宇宙存在的本原,携其他天球一同运转并包容整个肉体本性。因此本应当在甚至不需要守卫的那里寻找最尊贵者,而不应当在一面言说中心点之时,一面又仿佛它需要守卫而为其骚动不安,并由此将火称为“宙斯的守卫”而引入中心点;所以此前他在说整体中最具主权者最宜受到守护时,也是说受到守护的是中央,而进行守护的是火。 他还说道,既然中央有双重含义,依本性者确实是本原且尊贵,而位置上的中央与其说是本原毋宁说更类似终结。他对此论证如下:位置上的中央,尤其在球形中,是被本原所限定与包容并受到界定的,而本原进行限定与包容;既然受限定与界定者相应于质料,而进行限定与界定者相应于形式和存在,且形式与实体比质料更尊贵,所以本原比中央更尊贵。大体而言,若是有人愿意作这些大胆的比较,亦可这样说:创生之工自上方恒星天出发,自天界降至月下界,并在那里产生出优于下方元素的高位元素,直至最终止于大地和整体的中心。然而,或许应当将整个天界理解为直至中心为止的完美球体,从而在敬畏中心不可分割的、维系的以及本原的特质的同时,主张在天界之中其中央与周围互具优势,且毕达哥拉斯学派或许正热衷于揭示那向鄙俗之辈隐匿的中心的神性。总的来说,当他说中心更尊贵时,是由于中心自身如同天界一样亦是本原与界限,因而说它比居中者更尊贵。因此第一条论据也是这样推论的:界限比居中者更尊贵;极致与中央皆为界限;所以中心并非与天界作比,而是两者皆与居中者作比。因为柏拉图说处于中央的大地为最早且最古老的,也并非指它比天界更早,而是指它是所有在天界之内生成者中最早的。
- 2.50Καὶ τοῦ προτέρου ἐπιχειρήματος καὶ τοῦ προσεχῶς εἰρημένου τοῦ μὲν τιμιωτάτην χώραν τὸ μέσον λαβόντος, τοῦ δὲ κυριώτατον τοῦ παντὸς τὸ μέσον, καὶ ἐκ τούτου συναγαγόντος ἑκατέρου, ὅτι τὸ πῦρ μέσον ἐστίν, ἐλέγχει τὸν λόγον ἐκ τῆς τοῦ μέσου ὁμωνυμίας
句首的属格短语(τοῦ προτέρου ἐπιχειρήματος ... συναγαγόντος ἑκατέρου)是修饰主节动词 ἐλέγχει(主语为亚里士多德)的复合独立属格结构。在统领性的 τοῦ προτέρου ... καὶ τοῦ προσεχῶς εἰρημένου 之后,τοῦ μέν ... τοῦ δέ 引导部分属格分词 λαβόντος,进而 ἑκατέρου 作为总括主语与分词 συναγαγόντος 结合,构成了嵌套式的紧密结构。
- 2.50μήποτε δὲ τὸν ὅλον οὐρανὸν τελείαν σφαῖραν μέχρι τοῦ κέντρου χρὴ νοεῖν καὶ οὕτω τὸ ἀμερὲς τοῦ κέντρου καὶ τὸ συνεκτικὸν καὶ τὸ ἀρχικὸν σεβόμενον ἀντιπλεονεκτεῖν ἐν τῷ οὐρανῷ λέγειν τό τε μέσον αὐτοῦ καὶ τὸ πέριξ καὶ τοὺς Πυθαγορείους ἴσως τὸ ἐν τῷ κέντρῳ θεῖον λανθάνον τοὺς πονηροὺς ἐμφαίνειν προθυμηθῆναι.
μήποτε ... χρὴ 引导一种审慎的推测或建议(“或许应当……”)。不定词 νοεῖν 与 λέγειν 受 χρὴ 统辖,而其后的带不定式复合句(καὶ τοὺς Πυθαγορείους ... προθυμηθῆναι)则作为 λέγειν 的宾语从句并列展开。分词 σεβόμενον 为阳性单数宾格,与不定式的未明示泛指主语相一致。
