- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:512.21-513.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德293a27进行注解,将火而非大地居于宇宙中央的有说服力论证重构为第一格三段论,并分析了毕达哥拉斯学派将中央之火称作“宙斯的卫所(守卫)”的两种解释路径。
" Πολλοῖς δὲ ἂν καὶ ἑτέροις συνδόξειεν ἕως τοῦ τὸ ταύτην ἔχον τὴν χώραν πῦρ." Ἔμελε καὶ τῷ Πλάτωνι καὶ κατὰ ζῆλον ἐκείνου τῷ Ἀριστοτέλει τὸ μὴ δοκεῖν ἐρήμην τῶν ἀρχαίων λόγων καταψηφίζεσθαι,1 διὸ παρίσταντο πρότερον αὐτοῖς, ὡς δυνατὸν ἦν, πιθανῶς· ὅπερ καὶ νῦν ὁ Ἀριστοτέλης ποιεῖ λέγων, ὅτι πολλοῖς ἂν καὶ ἄλλοις συνδόξειε μὴ τὴν μέσην χώραν ἀποδιδόναι τῇ γῇ, εἰ τὸ πιστὸν μὴ ἐκ τῆς τῶν πραγμάτων φύσεώς τις λαμβάνει, ἀλλ’ ἐκ τῆς τῶν λόγων πιθανότητος. καὶ γὰρ δυνατὸν πιθανῶς κατασκευάζειν, ὅτι τὸ πῦρ ἐν τῷ μέσῳ ἐστίν, ἀλλ’ οὐχ ἡ γῆ· καὶ λοιπὸν ἐκτίθεται πιθανὸν λόγον ἀξίωμα προλαμβάνων, ὅτι τῷ τιμιωτάτῳ τῶν σωμάτων τῶν ὑπὸ σελήνην ἡ τιμιωτάτη τῶν ὑπὸ σελήνην προσήκει χώρα, καὶ συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτω· τὸ πῦρ τῶν σωμάτων τιμιώτατον, τοῦ τιμιωτάτου τῶν σωμάτων οἰκεῖος ὁ τιμιώτατος τόπος· καὶ συμπέρασμα, ὅτι τοῦ πυρὸς οἰκεῖος τόπος ὁ τιμιώτατος· ἀλλὰ μὴν τιμιώτατος τῶν τόπων ὁ μέσος· τὸ γὰρ πέρας τιμιώτατον, ἐν δὲ τῷ κόσμῳ τὸ ἔσχατόν τε καὶ τὸ μέσον πέρατα· ὥστε καὶ τόπος ὑπὸ σελήνην ὁ μέσος τόπος· εἰ οὖν τοῦ πυρὸς ὁ τιμιώτατος τόπος οἰκεῖος, τιμιώτατος δὲ ὑπὸ σελήνην ὁ μέσος, τοῦ πυρὸς ἄρα οἰκεῖος τόπος ὁ μέσος. Ταύτης δὲ τῆς δόξης νεώτερος μὲν τοῦ Ἀριστοτέλους Ἀρχέδημος γέγονε, πρὸ δὲ Ἀριστοτέλους τίνες οὕτως ἐδόξασαν, ἐκ τῆς ἱστορίας, φησὶν Ἀλέξανδρος, ζητητέον. μήποτε δὲ οὐχ ὡς ἄλλων τινῶν παρὰ τοὺς Πυθαγορείους δοξασάντων οὕτως εἶπε2 πολλοῖς δ’ ἂν καὶ ἑτέροις συνδόξειεν, ἀλλ’ ὅτι καὶ ἄλλοις ἂν τοῦτο συνδόξειε πιθανῶς πως ἐκτιθεμένου τοῦ λόγου· διὸ καὶ ἐφεξῆς τὴν τῶν Πυθαγορείων ἀπόδειξιν ἐκτίθεται ὡς καὶ ταύτην πιθανῶς ἐπιχειρηθεῖσαν. οἱ γὰρ Πυθαγόρειοι, φησίν, οὐ μόνον διὰ τὸ τὴν δεκάδα τῶν κυκλοφορητικῶν σωμάτων συμπληρῶσαι τὴν μὲν γῆν περὶ τὸ μέσον ἔλεγον κινεῖσθαι, τὸ δὲ πῦρ ἐν τῷ μέσῳ ἱδρῦσθαι, ἀλλ’ ἔτι καὶ διὰ τοῦτο τὸ πῦρ ἐν τῷ μέσῳ ἱδρῦσθαι ἔλεγον διὰ τὸ μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, τὸ δὲ μέσον, τουτέστι τὸ ἐν τῷ μέσῳ, τοιοῦτον εἶναι ὡς φυλάττεσθαι, ἅτε μηδενὸς ἀλλοτρίου πλησιάζοντος καὶ τῆς συνοχικῆς καὶ φρουρητικῆς ἰδιότητος τῶν θεῶν ἀπολαύοντος μάλιστα τοῦ κέντρου. διότι οὖν φυλάττεται ἐν τῷ μέσῳ τὸ πῦρ, διὰ τοῦτο Διὸς φυλακὴν αὐτὸ καλοῦσιν ὡς φυλαττόμενον ὑπὸ τῆς ἐν τῷ κέντρῳ δημιουργικῆς συνοχῆς. δυνατὸν δὲ καὶ κυριώτατον μὲν τοῦ παντὸς τὸ μέσον αὐτὸ λέγειν, ὅπερ καὶ τιμιώτατον ὡς ἔσχατον ἔλεγε πρότερον, καὶ τοῦτο μάλιστα προσήκειν φυλάττεσθαι, τὸ δὲ φυλάττον εἶναι τὸ ταύτην ἔχον τὴν χώραν πῦρ, ὃ διὰ τὸ φυλάττειν ἀλλ’ οὐ διὰ τὸ φυλάττεσθαι φυλακὴν Διὸς ὀνομάζουσιν· ὥστε τὸ μὲν πρότερον ἐπιχείρημα τὸ πῦρ ἐν τῷ μέσῳ τιθέναι ὡς τιμιώτερον ἐν χώρᾳ τιμιωτέρᾳ, τοῦτο δὲ ὡς φυλακτικὸν ἐν τῷ μάλιστα φυλάττεσθαι ὀφείλοντι. κατὰ δὲ τὴν αὐτὴν ἐξήγησιν τὸ Διὸς φυλακὴν ὀνομάζουσι καὶ τὸ ἑξῆς ἀπηρτημένον ἀνάγκη λαμβάνειν,3 ταύτῃ δὲ μᾶλλον τῇ ἐξηγήσει τῇ τὸ κυριώτατον τὸ μέσον λαμβανούσῃ ἀλλ’ οὐ τὸ πῦρ ἔοικε τὰ ἑξῆς λεγόμενα συμφωνεῖν.
“在许多其他人看来也会同意”直至“占据这一位置的火”。 柏拉图以及追随其志的亚里士多德都留意于不显得对古代的论述作缺席审判,因此他们尽可能在事前为这些论述作有说服力的辩护;这也正是亚里士多德如今所做的,他说,如果一个人不是从事实的本性而是从论述的说服力来获取可信度,那么许多其他人也会同意不将中心位置分配给大地。因为确实可能很有说服力地论证火在中央而并非大地;接下来他便陈述了一个有说服力的论证,预先确立了一条公理:在月下物体中最尊贵者当配有月下领域中最尊贵的位置;并按第一格推论如下:火是物体中最尊贵的,最尊贵的位置归属于最尊贵的物体;结论便是最尊贵的位置归属于火。然而中央在各位置中是最尊贵的;因为界限是最尊贵的,而在宇宙中极致与中央皆为界限;从而中央的位置也是月下的位置。既然最尊贵的位置归属于火,而月下最尊贵者乃是中央,因此中央的位置归属于火。 持这一见解者中,阿尔刻得摩斯是晚于亚里士多德的,但亚历山大说,在亚里士多德之前是谁持此见解,必须从史料中去探究。然而,他之所以说“在许多其他人看来也会同意”,也许并非指除毕达哥拉斯学派之外还有某些人持此见解,而是说如果这篇论述以某种颇具说服力的方式被陈述,在其他人看来也会同意这一点;因此他紧接着将毕达哥拉斯学派的证明也陈述为被赋予了说服力的论辩。他说,毕达哥拉斯学派之所以说大地围绕中央运动而火驻于中央,不仅是为了补足作圆周运动的物体的十之数,而且还是因为整体中至高主权的部分最适宜受到守护,而中央——即处于中央之物——是那样一种会受到守护之物,因为没有任何异物临近它,且中心最能享有神明的维系与守护特性。因此,由于火在中央受守护,他们才称之为“宙斯的卫所”,因为它受到中心处的创造性维系力的守护。但也可以说,中央本身便是整体中最具主权的部分——正如他此前将其作为界限称为最尊贵的那样——且这一部分最应当受到守护,而守护它的则是占据这一位置的火,他们称之为“宙斯的守卫”,是因为它进行守护而非因为它受到守护。这样,前一个论证是将火作为更尊贵之物置于更尊贵的中央位置,而这一个论证则是将火作为具有守护功能之物置于最应当受到守护之处。按照同一种解释,必须将“他们称之为宙斯的守卫”及其后文作为悬断之句来理解,但后文所述似乎更符合这种将中央而非将火视为至高主权的解释。
- 2.49ἐρήμην τῶν ἀρχαίων λόγων καταψηφίζεσθαι
雅典法庭惯用语 ἐρήμην(阴性单数宾格,补足省略的 δίκην)καταψηφίζεσθαι(“缺席判决/作缺席裁决”)的比喻用法。此处 τῶν ἀρχαίων λόγων 作属格补足语,表示被裁决的对象,意为“在未听取古代论说辩护的情况下单方面予以否定”。
- 2.49μήποτε δὲ οὐχ ὡς ἄλλων τινῶν παρὰ τοὺς Πυθαγορείους δοξασάντων οὕτως εἶπε
小词 μήποτε 引出委婉的推测(“也许……并不是”)。随后的 οὐχ ὡς... ἀλλ' ὅτι... 构成对照结构:前一部分 ὡς 带有独立属格(ἄλλων τινῶν... δοξασάντων),引出亚历山大的历史学解释;后一部分 ὅτι 则引出辛普里丘本人的假设性理解,作为主要动词 εἶπε 的直接依据。
- 2.49τὸ Διὸς φυλακὴν ὀνομάζουσι καὶ τὸ ἑξῆς ἀπηρτημένον ἀνάγκη λαμβάνειν
短语 τὸ Διὸς φυλακὴν ὀνομάζουσι 是由中性单数定冠词 τό 名词化的亚里士多德原文引语。它与 καὶ τὸ ἑξῆς 一同作为不定式 λαμβάνειν 的宾语,而 ἀπηρτημένον 是中性单数宾格的被动分词,用作表语性补足语,意为“作为语法上被脱离/断开(悬断、插入)的成分”。
