← 辛普里丘

亚里士多德《论天》注释

§511.1-512.20

关于地球位置的前人学说与毕达哥拉斯派

辛普里修阐释了亚里士多德《论天》卷二第十三章开篇(293a15),梳理了关于地球的位置、运动与形状三大问题,重点探讨了关于位置的前人学说,尤其是亚里士多德对毕达哥拉斯学派“中心火”与“对地”说的记述,并对比了后世对该学说更为本真的象征性解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.48

" Λοιπὸν δὲ περὶ τῆς γῆς εἰπεῖν ἕως τοῦ καὶ πειρώμενοι συγκοσμεῖν." Ἐπὶ τὸ δέκατον καὶ τελευταῖον τοῦ βιβλίου κεφάλαιον τὸ περὶ τῆς γῆς μέτεισιν οἰκεῖον καὶ αὐτὸ τοῖς περὶ τοῦ οὐρανοῦ λόγοις ὑπάρχον. μνημονεύσας γὰρ πρότερον τῆς γῆς καὶ ὡς ἐν μέσῳ κειμένης τοῦ παντὸς οὐρανοῦ καὶ ὡς ἀκινήτου καὶ κέντρου λόγον πρὸς αὐτὸν ἐχούσης καὶ ἀπὸ τοῦ σφαιροειδοῦς αὐτῆς τὸ τοῦ οὐρανοῦ σφαιροειδὲς ἀποδείξας καὶ ἁπλῶς τὰ κατὰ τὴν πρὸς τὸν οὐρανὸν αὐτῆς σχέσιν ἐξ ὑποθέσεως λαβὼν ταῦτα νῦν ἀποδείκνυσιν, ἵνα τέλεος ὁ περὶ τοῦ οὐρανοῦ λόγος ᾖ· καὶ γὰρ καὶ οἱ ἀστρονόμοι περὶ οὐρανοῦ καὶ τῶν οὐρανίων πραγματευόμενοι περὶ τῆς γῆς καὶ αὐτοὶ ταῦτα δεικνύουσιν, ὅτι ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ ὅτι ἀκίνητος κέντρου λόγον ἔχουσα πρὸς τὸν οὐρανὸν καὶ τὸ σχῆμα σφαιροειδής. πάντα γὰρ αὐτῇ ταῦτα κατὰ τὴν σχέσιν ὑπάρχει τὴν πρὸς τὸν οὐρανόν, τὰ δὲ ἄλλα, ὅσα ὑπάρχει τῇ γῇ κατὰ τὴν πρὸς τὰ ἄλλα τρία στοιχεῖα σύνταξιν, ἐν τοῖς δυσὶ βιβλίοις τοῖς ἐφεξῆς ἐρεῖ. τρία οὖν περὶ αὐτῆς προβαλλόμενος περί τε τῆς θέσεως αὐτῆς, ὅπου κειμένη τυγχάνει, καὶ δεύτερον, πότερον τῶν ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ τρίτον περὶ τοῦ σχήματος αὐτῆς, τὰς προκαταβεβλημένας καὶ περὶ τούτων δόξας πρῶτον ἐκτίθεται καὶ πρὸς αὐτὰς ὑπαντήσας οὕτω τὰ δοκοῦντα ἑαυτῷ περὶ τούτων συλλογίζεται. πρῶτον δὲ περὶ τῆς θέσεως λέγει, ὅτι οἱ μὲν ἄπειρον τὸν κόσμον λέγοντες οὐδ’ ἂν ζητοῖεν τὴν ἐν τῷ παντὶ θέσιν αὐτῆς· ἐν γὰρ ἀπείρῳ οὔτε ἀρχὴ οὔτε μέσον οὔτε τέλος ἐστί· τῶν δὲ πεπερασμένον τὸν κόσμον λεγόντων οἱ μὲν πλεῖστοι ἐπὶ τοῦ μέσου κεῖσθαι λέγουσι τὴν γῆν, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξίμανδρος καὶ Ἀναξιμένης καὶ Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Πλάτων· ἀντιφάσκουσι δὲ οἱ Πυθαγόρειοι· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίως· οὐ περὶ τὸ μέσον λέγοντες αὐτήν,1 ἀλλ’ ἐν μὲν τῷ μέσῳ τοῦ παντὸς πῦρ εἶναί φασι, περὶ δὲ τὸ μέσον τὴν ἀντίχθονα φέρεσθαί φασι γῆν οὖσαν καὶ αὐτήν, ἀντίχθονα δὲ καλουμένην διὰ τὸ ἐξ ἐναντίας τῇδε τῇ γῇ εἶναι, μετὰ δὲ τὴν ἀντίχθονα ἡ γῆ ἥδε φερομένη καὶ αὐτὴ περὶ τὸ μέσον, μετὰ δὲ τὴν γῆν ἡ σελήνη·2 οὕτω γὰρ αὐτὸς ἐν τῷ περὶ τῶν Πυθαγορικῶν ἱστορεῖ· τὴν δὲ γῆν ὡς ἓν τῶν ἄστρων οὖσαν κινουμένην περὶ τὸ μέσον κατὰ τὴν πρὸς τὸν ἥλιον σχέσιν νύκτα καὶ ἡμέραν ποιεῖν· ἡ δὲ ἀντίχθων κινουμένη περὶ τὸ μέσον καὶ ἑπομένη τῇ γῇ ταύτῃ οὐχ ὁρᾶται ὑφ’ ἡμῶν διὰ τὸ ἐπιπροσθεῖν ἡμῖν ἀεὶ τὸ τῆς γῆς σῶμα. ταῦτα δέ, φησί, λέγουσιν οὐ πρὸς τὰ ἐναργῆ πράγματα τοὺς λόγους καὶ τὰς αἰτίας ἁρμοδίως ζητοῦντες, ἀλλὰ πρός τινας ἑαυτῶν δόξας καὶ λόγους τὰ φαινόμενα πράγματα προσέλκοντες καὶ πειρώμενοι ἐκείνοις ταῦτα συναρμόττειν, ὅπερ ἐστὶν ἀτοπώτατον· τέλειον γὰρ ἀριθμὸν ὑποθέμενοι τὴν δεκάδα ἐβούλοντο καὶ τῶν κυκλοφορητικῶν σωμάτων τὸν ἀριθμὸν εἰς δεκάδα συνάγειν. θέντες οὖν, φησί, τὴν ἀπλανῆ μίαν καὶ τὰς πλανωμένας ἑπτὰ καὶ τὴν γῆν ταύτην τῇ ἀντίχθονι τὴν δεκάδα συνεπλήρωσαν. Καὶ οὕτω μὲν αὐτὸς τὰ τῶν Πυθαγορείων ἀπεδέξατο· οἱ δὲ γνησιώτερον αὐτῶν μετασχόντες πῦρ μὲν ἐν τῷ μέσῳ λέγουσι τὴν δημιουργικὴν δύναμιν τὴν ἐκ μέσου πᾶσαν τὴν γῆν ζωογονοῦσαν καὶ τὸ ἀπεψυγμένον αὐτῆς ἀναθάλπουσαν· διὸ οἱ μὲν Ζηνὸς πύργον αὐτὸ καλοῦσιν, ὡς αὐτὸς ἐν τοῖς Πυθαγορικοῖς ἱστόρησεν, οἱ δὲ Διὸς φυλακήν, ὡς ἐν τούτοις,3 οἱ δὲ Διὸς θρόνον, ὡς ἄλλοι φασίν. ἄστρον δὲ τὴν γῆν ἔλεγον ὡς ὄργανον καὶ αὐτὴν χρόνου· ἡμερῶν γάρ ἐστιν αὕτη καὶ νυκτῶν αἰτία· ἡμέραν μὲν γὰρ ποιεῖ τὸ πρὸς τῷ ἡλίῳ μέρος καταλαμπομένη, νύκτα δὲ κατὰ τὸν κῶνον τῆς γινομένης ἀπ’ αὐτῆς σκιᾶς. ἀντίχθονα δὲ τὴν σελήνην ἐκάλουν οἱ Πυθαγόρειοι, ὥσπερ καὶ “αἰθερίαν γῆν,” καὶ ὡς ἀντιφράττουσαν τῷ ἡλιακῷ φωτί, ὅπερ ἴδιον γῆς, καὶ ὡς ἀποπερατοῦσαν τὰ οὐράνια, καθάπερ ἡ γῆ τὸ ὑπὸ σελήνην.

“余下的则是论及地球”直至“且试图加以整饬”。 他进而转向该书的第十章即最后一章,这是关于地球的章节,它本身也是固属于关于天体之论说的。因为他此前曾提及地球,说它位于整个天的中央,是不动的,对天具有中心点的比例,并由它的球形证明了天的球形,且直截了当地把关于它对天的关系诸事作为假说加以设定,如今他便来证明这些事情,以便关于天的论说得以完备。因为天文学家在研讨天与天体诸物时,自己也同样证明关于地球的这些事:它处于天的中央,它是具有对天的中心点之比例的不动之物,且在形状上是球形的。因为所有这些都是按照地球对天的关系而属于它的,至于按照地球对其他三种元素的编组而属于它的其他一切,他将在随后的两卷中论述。因此,他关于它提出了三个论题:关于它的位置,即它恰好位于何处;第二,它是属于静止之物还是运动之物;第三,关于它的形状;他首先陈述了此前关于这些问题所确立的见解,并在应对了这些见解之后,如此推导了自己关于这些问题所认定的结论。他首先论及位置,指出那些主张宇宙无限的人甚至不会探讨它在整体中的位置;因为在无限者中既无开端,亦无居中,亦无终点。而在主张宇宙有限的人中,绝大多数人认为地球位于中央,正如恩培多克勒、阿那克西曼德、阿那克西美尼、阿那克萨哥拉、德谟克利特和柏拉图所说的那样。但毕达哥拉斯学派的人则持相反的看法;因为“相反地”所表示的正是这个意思。他们并不主张地球在中央周围,而是说在整体的中央存在着火,而在中央周围运行着对地,它本身也是一个地球,但由于它处于与这块大地正相对的位置而被称作“对地”;在对地之后,这块大地自身也围绕中央运行,而在大地之后则是月亮;因为他本人在《论毕达哥拉斯学派》中便是这样记述的。他又说,地球作为星体之一围绕中央运动,根据它与太阳的关系造成昼与夜;而对地围绕中央运动并尾随这块大地,但由于地球的实体始终遮挡我们,因而不被我们看见。他说,他们主张这些,并不是针对明见的事实合宜地探寻论据和原因,而是把显现的事象拉向自己的某些意见和论说,试图将事象与这些论说强行吻合,这是最为荒谬的;因为他们假定十是完全数,便希望将作圆周运动的物体的数目也归并为十。他说,于是他们设定恒星天为一,行星为七,再加上这块大地,便用对地填满了十之数。 他本人就是这样理解毕达哥拉斯学派的学说的;但那些更为本真地分享其学说的人则说,中央的火乃是造化之力,它从中央赋予整个地球以生命,并重新温热地球冷却的部分;因此有人称之为“宙斯的塔楼”,正如他本人在《论毕达哥拉斯学派》中所记述的,有人称之为“宙斯的卫所”,正如在这些著作中所记述的,另有人称之为“宙斯的宝座”,正如他人所说的那样。他们称地球为星体,是因为它本身也是时间的工具;因为它是昼与夜的原因;它在朝向太阳的部分被照亮时造成昼,而在由它产生的阴影锥体处造成夜。毕达哥拉斯学派的人称月亮为“对地”,正如他们也称之为“以太的地球”一样,这既是因为它遮蔽太阳光——这是大地的特质——也是因为它限定了天界的事物,犹如地球限定月下领域一样。

语法注3 条
  1. 2.48οὐ περὶ τὸ μέσον λέγοντες αὐτήν

    分词 λέγοντες 与前文的 οἱ Πυθαγόρειοι 一致。αὐτήν(地球)之后省略了表示存在或处于某位置的不定词或分词(如 εἶναι 或 κειμένην),构成否定对比,引出后文的 ἀλλ’ ἐν μὲν τῷ μέσῳ... φασι(“他们不是说它在中央周围,而是说在中央……”)。

  2. 2.48μετὰ δὲ τὴν ἀντίχθονα ἡ γῆ ἥδε φερομένη καὶ αὐτὴ περὶ τὸ μέσον, μετὰ δὲ τὴν γῆν ἡ σελήνη

    属于承前省略的句子结构,主动词 φασί 或不定词 φέρεσθαι 被省略。分词 φερομένη 为主格,修饰主格主语 ἡ γῆ ἥδε,并未采用间接引语常见的宾格不定词结构,而是以主格名词短语并列承接对天体层序的罗列。

  3. 2.48ὡς ἐν τούτοις

    ἐν τούτοις 是中性复数代词,与前文的 ἐν τοῖς Πυθαγορικοῖς(失传的《论毕达哥拉斯学派》著作)相对照,指称当下正在注解的文本(即亚里士多德的《论天》各卷或本篇)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:511.1-512.20