- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:509.16-510.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐述了索西吉尼斯针对本轮与离心圆假说的反驳(关于亚里士多德公理及疑难解决的不相容),通过提出天体绕自身中心运动以及将离心球嵌合于同心球内加以回应,并总结了这段关于天文学假说的长篇题外话。
αὗται δὲ αἱ ὑποθέσεις καὶ ἁπλούστεραι τῶν προτέρων εἰσὶν οὐ δεόμεναι τοσαῦτα σώματα οὐράνια ἀναπλάττειν καὶ σώζουσι τὰ φαινόμενα τά τε ἄλλα καὶ μάλιστα τὰ περὶ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν, οὔτε δὲ τὸ ἀξίωμα τοῦ Ἀριστοτέλους φυλάττουσι τὸ βουλόμενον πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ τοῦ παντὸς μέσον κινεῖσθαι, ἀλλ’ οὐδὲ ἡ τῆς ἀπορίας λύσις ἡ εἰρημένη χώραν ἔχει λοιπόν, δι’ ἣν οἱ λόγοι πάντες οὗτοι κεκίνηνται· οὐδὲ γὰρ ὁ ἀνισασμὸς ἔτι χώραν ἔχει, εἴπερ μηκέτι ἀληθὲς τὸ εἰρημένον, ὅτι ἡ μὲν πρώτη φορὰ μία οὖσα πολλὰ κινεῖ τῶν θείων σωμάτων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· οὐ γὰρ πολλὰ σώματα κινοῦσιν αἱ πρὸ τῆς τελευταίας καὶ τῆς ἓν ἄστρον ἐχούσης. καὶ ταῦτα τὰ ἄτοπα ἐπάγει ταύταις ταῖς ὑποθέσεσιν ὁ Σωσιγένης οὐδὲ τῇ τῶν ἀνελιττουσῶν ἀρεσκόμενος διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας. ἀλλὰ πρὸς μὲν τὸ πρῶτον ἐνίστασθαι ἀνάγκη τοὺς νομίζοντας1 καὶ τοὺς ἀστέρας ἐμψύχους ὄντας ἔχειν ἰδίαν κίνησιν· οὐδὲ γὰρ μέρη μόνον εἰσὶ τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὅλος καθ’ αὑτὸν ἕκαστος. ἀληθὲς οὖν ἂν μᾶλλον ἀξίωμα εἴη τὸ λέγον, ὅτι πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ ἑαυτοῦ κέντρον κινεῖται, διό, ὅσα μὲν τῶν οὐρανίων σωμάτων μέσον ἔχει τὸ τοῦ παντὸς μέσον, ἀληθὲς εἰπεῖν περὶ τὸ μέσον τοῦ παντὸς κινεῖσθαι, ὅσα δὲ ἐκτὸς ἐκείνου τοῦ μέσου ἐστὶ μερικώτερα ὄντα, περὶ τὸ ἑαυτῶν κινεῖται μέσον, ὥσπερ οἱ ἀστέρες καὶ οἱ ἐπίκυκλοι καὶ οἱ ἔκκεντροι, εἴπερ ἔστι καὶ τοιαῦτα ἐν τῷ οὐρανῷ σώματα. ταῦτα δὲ κινεῖται περὶ τὸ τοῦ παντὸς μέσον, κἂν μὴ τὴν ἰδίαν κίνησιν, ἀλλὰ τὴν τῆς φερούσης αὐτὰ σφαίρας ὁμοκέντρου τῷ παντὶ οὔσης. καὶ ταύτῃ γε καὶ ὁ τοῦ Ἀριστοτέλους λόγος ἀληθὴς ἂν εἴη, ὅτι πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ μέσον φέρεται τοῦ παντός, εἰ μὴ προσθείη τις, ὅτι κατὰ τὴν ἰδίαν κίνησιν φέρεται. ἡ δὲ λύσις τῆς ἀπορίας μερικῶς ἕξει χώραν καὶ ἐπὶ τούτων τῶν ὑποθέσεων· καὶ γὰρ ἐπὶ τούτων ἀληθές πως εἰπεῖν, ὅτι ἀνισάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν τῇ μὲν μιᾷ φορᾷ πολλὰ ἀποδοῦσα σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς· κἂν γὰρ μίαν ἕκαστον τὴν ἰδίαν κινῆται κίνησιν, ἀλλὰ καὶ τὴν τῆς ἀπλανοῦς πάντα κινεῖται τὰ ὑπ’ αὐτὴν καὶ οἱ ἐπίκυκλοι ταύτην τε καὶ τὴν τῶν ὁμοκέντρων ἢ ἐκκέντρων καὶ ὁ ἀστήρ, ὃν ἓν σῶμα εἶπε, τήν τε τοῦ ἐπικύκλου καὶ τοῦ ὁμοκέντρου ἢ ἐκκέντρου καὶ τὴν τῆς ἀπλανοῦς. ἔτι δὲ οἱ ἔκκεντροι κύκλοι οὐκ ἂν εἶεν κύκλῳ κινούμενοι, εἴπερ μὴ περὶ μέσον, ἀλλὰ περὶ τὸ ἔξω τοῦ μέσου κινοῦνται, ἔν τε τῷ στρέφεσθαι ἐπιλαμβάνοντες τόπον καὶ καταλιπόντες κενὸν ἀναγκάζουσιν εἶναι, τό τε σχῆμα αὐτῶν ἀλλόκοτον ἔσται τοῦ ἐντὸς ἀεὶ μέρος τοῦ ἐκτὸς ἀποτέμνοντος. μήποτε δὲ πάντα διαφευξόμεθα2 ταῦτα ἐκκέντρους σφαίρας ἐν ὁμοκέντροις ἐναρμόζοντες καὶ τὴν ὁμόκεντρον περὶ τὸ ἑαυτῆς κέντρον κινουμένην περιάγειν λέγοντες τὴν ἔκκεντρον καὶ αὐτὴν περὶ τὸ αὑτῆς κέντρον κινουμένην· καὶ πάσας τελείας ἐροῦμεν σφαίρας μὴ δεδοικότες ἐπ’ ἐκείνων τὸ σῶμα διὰ σώματος χωρεῖν. Καὶ ἄλλας δὲ ἀστρονομικὰς ἀπορίας οὐκ ὀλίγας ὁ Σωσιγένης ἀπορεῖ καὶ πρὸς ταύτας τὰς ὑποθέσεις εὐφυῶς, ἃς ἄλλης ἂν εἴη σχολῆς ἐπισκέπτεσθαι. νῦν δὲ ἐδόκει τοὺς περὶ τοῦ οὐρανοῦ καὶ τῶν οὐρανίων κινήσεων λόγους ἀνερευνῶντα καὶ τὰς ἀποδείξεις βεβαιωσάμενον, δι’ ὧν ἐγκύκλιοί τε καὶ ὁμαλεῖς καὶ τεταγμένοι ἐδείχθησαν, ἐπειδὴ φαίνονται ἀνώμαλοί τε καὶ ἀνόδους ἔχουσαι καὶ καθόδους, ἔννοιαν παρασχεῖν,3 τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ ἐγκυκλίων καὶ τεταγμένων κινήσεων οἵ τε παλαιοὶ ἀστρονόμοι καὶ οἱ μεταγενέστεροι σώζουσι τὰ φαινόμενα. εἰ οὖν μᾶλλον τοῖς περὶ τοῦ οὐρανοῦ λόγοις τοῦτο προσήκει ἤπερ τοῖς περὶ τῆς πρώτης φιλοσοφίας, μηδεὶς ἡμῶν αἰτιάσεται τὴν πλείονα τοῦ λόγου παρέκβασιν, εἰ κατὰ καιρὸν εἴη γεγενημένη. ἀλλ’ ἐπὶ τὰ ἑξῆς τῶν τοῦ Ἀριστοτέλους λόγων ἰτέον.
然而,这些假说由于不需要虚构如此之多的天体,比起先前的假说更为简单,并且它们拯救了其他方面的现象,尤其是关于深度[距离]与不均匀性的现象;但它们既未维护亚里士多德关于一切作圆周运动的物体都围绕宇宙中心运动的公理,而先前所述的、所有这些论述为其得以展开的疑难解决方案也就不再成立了。因为,如果先前所说的“第一运动虽为单一却运动了许多神圣天体,而其余运动虽为多数却各自仅运动单一物体”不再为真,那么补偿[平衡]也就不再成立;因为在最后的、承载单颗星体的天球之前的那些天球,并不运动许多物体。索西吉尼斯正是将这些荒谬之处加于这些假说之上,且由于前述原因,他同样对回卷球假说感到不满。 但是,针对第一点,那些认为星体由于具有灵魂而拥有自身固有运动的人必然会提出反驳;因为它们不仅是天的一部分,而且各自在其自身也是一个整体。因此,宣称一切作圆周运动的物体都围绕自身中心运动的公理反而更为真实。由此,在天体之中,凡是以宇宙中心为中心的,诚然可以说是围绕宇宙中心运动的;但凡在彼中心之外、作为更具局部性的天体,则围绕它们自身的中心运动,正如星体、本轮与离心圆那样——假若天界中确实存在此类物体的话。而这些天体即令不是依据自身运动,也是依据承载它们、与宇宙同心的天球的运动而围绕宇宙中心运动的。依此方式,只要人不加上“按照其自身固有运动运行”这一限定,亚里士多德关于一切作圆周运动的物体都围绕宇宙中心运行的论断便也将是真实的。 而疑难的解决方案在这些假说之下也将部分地成立;因为在这些假说之下,在某种意义上说自然进行了补偿并造成了某种秩序——将许多物体赋予单一运动,而将许多运动赋予单一物体——也是真实的。因为纵使每一个都以其自身的单一运动而运动,然而位于恒星天下的一切也都作恒星天的运动,本轮则既作此运动又作同心圆或离心圆的运动,而他称之为单一物体的星体,则既作本轮的运动,又作同心圆或离心圆的运动,还作恒星天的运动。 此外,离心圆若非围绕中心、而是围绕中心之外的某物运动,便不能算作作圆周运动,且在旋转时它们占据空间,又在离开时迫使虚空存在,而且它们的形状也将是奇特的,内部者始终切去外部者的一部分。然而,也许我们若将离心球嵌合在同心球之内,并主张同心球围绕自身中心运动从而带动本身也围绕自身中心运动的离心球周转,便能避开所有这些困难;并且我们将称所有的天球皆为完整的天球,而无需担心在它们那里会出现物体穿透物体的情况。 索西吉尼斯针对这些假说还巧妙地提出了不少其他天文学疑难,审查这些疑难当属另一番闲暇之事。但此刻,在探究了关于天与天体运动的论述,并确证了借以证明它们为圆周、均匀且有序的那些论证之后,鉴于它们显现为不均匀且具有升降,提供一个关于古代与后世的天文学家通过何种假设、凭借均匀、圆周且有序的运动来拯救现象的观念,似乎是合适的。因此,如果这比起属于第一哲学的论述来,更适宜于关于天的论述,那么只要它发生得合乎时宜,便没有人会指责我们在此论述中所作的较为漫长的偏题。然而,我们应当转向亚里士多德论述的下一部分了。
- 2.47ἀλλὰ πρὸς μὲν τὸ πρῶτον ἐνίστασθαι ἀνάγκη τοὺς νομίζοντας
无人称句式 ἀνάγκη [ἐστί] 后接不定式 ἐνίστασθαι(提出反对)及其逻辑主语宾格分词 τοὺς νομίζοντας(那些认为……的人)。分词 νομίζοντας 自身又支配宾格加不定式结构 καὶ τοὺς ἀστέρας ... ἔχειν ἰδίαν κίνησιν(星体也……具有自身运动),构成多层嵌套。
- 2.47μήποτε δὲ πάντα διαφευξόμεθα
副词 μήποτε 与直陈式将来时(διαφευξόμεθα)连用,表达委婉提议或审慎论断的惯用结构(“也许我们将能够避开……”)。随后的分词 ἐναρμόζοντες 与 λέγοντες 表示达成此举的手段与方式。
- 2.47νῦν δὲ ἐδόκει τοὺς περὶ τοῦ οὐρανοῦ καὶ τῶν οὐρανίων κινήσεων λόγους ἀνερευνῶντα καὶ τὰς ἀποδείξεις βεβαιωσάμενον ... ἔννοιαν παρασχεῖν
无人称动词 ἐδόκει(……似乎是合适的)以不定式 παρασχεῖν(提供)为主语,而阳性单数宾格分词 ἀνερευνῶντα 与 βεβαιωσάμενον 则与不定式的隐含逻辑主语(宾格形式的作者自身)保持一致。
