- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:507.33-509.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过图解阐明了离心圆假说与本轮假说如何分别由匀速运动产生行星视运动的不均匀性,指出了二者的差异,并提及月球模型中对两者的结合运用。
ἐὰν οὖν νοήσωμεν ἐπὶ τοῦ ΑΒΓΔ ἐκκέντρου κύκλου τὸν ἀστέρα ὁμοίως ἀπὸ τοῦ Α ἀπογείου ἐπὶ τὸ Β τὴν ΑΒ περιφέρειαν ὁμαλῶς κινούμενον καὶ εὐθεῖάν τινα ἀπὸ τοῦ ἐκκέντρου συμπεριαγομένην αὐτῷ, καὶ αὕτη ὁμαλῶς περιενεχθήσεται. ἔστω οὖν ὡς ἡ ΕΒ. συμβήσεται οὖν ἐπιζευχθείσης ἀπὸ τῆς κατὰ τὸ Ζ ὄψεως ἐπὶ τὸν ἀστέρα τῆς ΖΒ ὁμαλῶς μὲν κεκινῆσθαι τὸν ἀστέρα τὴν ὑπὸ ΑΕΒ γωνίαν, πεφηνέναι δὲ ἐλάττονα τὴν ὑπὸ ΑΖΒ·1 ἡ γὰρ πρὸς τῷ Ε γωνία ἐκτὸς οὖσα τοῦ ΒΕΖ τριγώνου μείζων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναντίον τῆς πρὸς τῷ Ζ. ἐὰν δὲ ὡς ἀπὸ τοῦ Γ περιγείου ποιούμενος τὴν πάροδον κινηθῇ ὁμαλῶς τὴν ΓΔ περιφέρειαν, ὥστε καὶ τὴν ΕΔ εὐθεῖαν ὁμαλῶς συμπεριενεχθῆναι, καὶ ἐπιζεύξωμεν πάλιν ἀπὸ τῆς κατὰ τὸ Ζ ὄψεως τὴν ΖΔ εὐθεῖαν, ἔσται πάλιν ἡ μὲν ὁμαλὴ ἀπὸ τοῦ περιγείου πάροδος περιεχομένη ὑπὸ τῆς ὑπὸ ΓΕΔ γωνίας, ἡ δὲ ἀνώμαλος καὶ φαινομένη ὑπὸ τῆς ὑπὸ ΓΖΔ, καὶ μείζων ἔσται δηλονότι κατὰ τὴν ἀπὸ τοῦ Ζ περιγείου2 ἡ φαινομένη τῆς ὁμαλῆς διὰ τὸ μείζονα εἶναι τὴν πρὸς τῷ Ζ γωνίαν τῆς πρὸς τῷ Ε· καὶ ἔσται ἐπὶ μὲν τῆς κατὰ τὸ Β τοῦ ἀστέρος θέσεως ὁμαλὴ μὲν ἡ ὑπὸ ΑΕΒ, φαινομένη δὲ ἡ ὑπὸ ΑΖΒ, διαφορὰ δὲ ἡ ὑπὸ ΕΒΖ, ἐπὶ δὲ τῆς κατὰ τὸ Δ τοῦ ἀστέρος θέσεως ὁμαλὴ μὲν ἡ ὑπὸ ΓΕΔ, φαινομένη δὲ ἡ ὑπὸ ΓΖΔ, διαφορὰ δὲ ἡ ὑπὸ ΕΔΖ. Ταύτης οὖν τῆς ὑποθέσεως κατὰ τὸ ἁπλούστερον ἁρμοζούσης τῷ εἰρημένῳ σκοπῷ τοῦ μαθηματικοῦ καὶ ἑτέραν ἐξεῦρον τὰ αὐτὰ τῇ προειρημένῃ δυναμένην ἐπιδεικνύναι, τουτέστιν ὥστε ὁμαλῶς τῶν ἀστέρων κινουμένων ἀνωμάλως αὐτοὺς φαίνεσθαι διεξιόντας τὰς τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου περιφερείας. Νοείσθω γὰρ πάλιν ὁ ΑΒΓΔ κύκλος ὁμόκεντρος πρὸς τὸ διὰ μέσων περὶ κέντρον τὸ Ε, ἐφ’ οὗ πάλιν ἡ ἡμετέρα ὄψις, ὁ δὲ ἀστὴρ μὴ ἐπ’ αὐτοῦ ποιούμενος τὴν κίνησιν, ἀλλ’ ἐπὶ τοῦ ΖΗΘΚ κυκλικοῦ καλουμένου ἐπικύκλου τὸ Α κέντρον πάντοτε ἔχοντος ἐπὶ τῆς τοῦ ΑΒΓΔ κύκλου περιφερείας, ὥστε κατὰ μὲν τοῦ Ζ ἀπογειότατον ὁμοίως γίνεσθαι τὸν ἀστέρα, κατὰ δὲ τοῦ Θ περιγειότατον· καὶ δῆλον, ὅτι, ὅταν μὲν ὁ ἐπίκυκλος τὴν ΑΒ περιφέρειαν ὁμαλῶς κινηθεὶς γένηται κατὰ τὸ Β συμπεριαγομένης πάλιν καὶ τῆς ΕΒ ὁμαλῶς, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ Ζ ἀπογείου ὡς ἐπὶ τὸ Η ποιούμενος τὴν πάροδον τὴν ΖΗ πάλιν ὁμαλῶς κινηθῇ, καὶ ἐπιζεύξωμεν ἀπὸ τῆς κατὰ τὸ Ε ὄψεως τὴν ΕΗ εὐθεῖαν, ὁμαλῶς μὲν πάλιν ὁ ἀστὴρ περιενεχθεὶς ἔσται ὑπὸ τοῦ ἐπικύκλου τὴν ΑΒ περιφέρειαν, τουτέστι τὴν ὑπὸ ΑΕΒ γωνίαν, φαίνεται δὲ τὴν ὑπὸ ΑΕΗ μείζονα τῆς ὁμαλῆς, διαφορὰ δὲ αὐτῶν γίνεται ἡ ὑπὸ ΒΕΗ γωνία. ὅταν δὲ ἀπὸ τοῦ Ζ ἀπογείου μὴ ὡς ἐπὶ τὸ Η ποιῆται τὴν πάροδον, ἀλλ’ ὡς ἐπὶ τὸ Κ, ἡ μὲν ὑπὸ ΑΕΒ γωνία πάλιν ἔσται τῆς ὁμαλῆς παρόδου, ἡ δὲ ὑπὸ ΑΕΚ τῆς φαινομένης ἐλάττονος τῆς ὁμαλῆς, διαφορὰ δὲ αὐτῶν ἡ ὑπὸ ΚΕΒ· ὥστε ἡ τοιαύτη ὑπόθεσις δύναται πρὸς τοῖς ἀπογειοτέροις τὰς τῶν ἀστέρων παρόδους καὶ μείζονας καὶ ἐλάττονας ἐπιδεικνύναι, μείζονας μὲν δῆλονότι, ὅταν ὁ ἀστὴρ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ αὐτὰ τῷ κύκλῳ3 ποιῆται τὴν πάροδον, ἐλάττονας δέ, ὅταν ἐπὶ τὰ ἐναντία, ἡ δὲ κατ’ ἔκκεντρον ἀεὶ τὴν πρὸς τῷ ἀπογειοτέρῳ φαινομένην ἐλάττονα τῆς ὁμαλῆς, ἐπεὶ καὶ πάντοτε ἡ ὑπὸ ΑΖΒ φαινομένη ἐλάττων ἐστὶ τῆς ὑπὸ ΑΕΒ ὁμαλῆς. Τούτων τῶν ὑποθέσεων ἑκατέρα τὸν ἀστρολογικὸν σκοπὸν ἀποδίδωσιν ἰδίᾳ λαμβανομένη, πλὴν ὅτι ἐπὶ τῆς σελήνης ἀμφοῖν δέονται συντιθεμένων· τὸν γὰρ φέροντα τὴν σελήνην ἐπίκυκλον ἐπὶ ἐκκέντρου κύκλου περιαγόμενον ὑποτίθενται, ἵνα σωθῇ τὰ φαινόμενα ὑπ’ αὐτῆς.
因此,如果在离心圆ΑΒΓΔ上,我们设想该星体同样从远地点Α向着Β沿弧ΑΒ均匀运动,且从离心圆中心出发的某条直线与它一同周转,那么这条[直线]也将均匀周转。就设它为ΕΒ吧。因此,当从位于Ζ的视线向该星体引出[直线]ΖΒ时,其结果将是:该星体均匀运动了角ΑΕΒ的大小,却显现为运动得更小,即角ΑΖΒ的大小;因为位于Ε的角作为三角形ΒΕΖ的外角,大于位于Ζ的内对角。但如果它如同从近地点Γ出发进行运行那样,沿弧ΓΔ均匀运动,以至于直线ΕΔ也均匀地一同周转,并且我们再次从位于Ζ的视线引出直线ΖΔ,那么从近地点出发的均匀运行将再次由角ΓΕΔ所包含,而不均匀且所显现的运行则由角ΓΖΔ所包含,并且显然在从Ζ[视线]看来的近地点一侧,显现的运行将大于均匀的运行,因为位于Ζ的角大于位于Ε的角;而在星体位于Β的位置上,均匀的角为角ΑΕΒ,显现的角为角ΑΖΒ,其差为角ΕΒΖ,在星体位于Δ的位置上,均匀的角为角ΓΕΔ,显现的角为角ΓΖΔ,其差为角ΕΔΖ。 因此,鉴于这一假说以较简单的方式符合天文学家的上述目的,他们还发明了另一种假说,能够证明与前述假说相同的事情——也就是说,在诸星均匀运动的情况下,使它们显现为不均匀地穿过黄道十二宫中央圆的各段圆弧。 因为再次设想圆ΑΒΓΔ围绕中心Ε与中央圆同心,我们的视线再次位于中心Ε上,但星体并非在其自身之上进行运动,而是在被称为本轮的圆ΖΗΘΚ之上运动,其中心Α始终位于圆ΑΒΓΔ的圆周上,以至于星体在Ζ处同样处于远地点,而在Θ处处于近地点。显而易见的是,当本轮沿弧ΑΒ均匀运动而到达Β、且ΕΒ也再次均匀地一同周转时,如果星体从远地点Ζ如同向着Η行进那样再次沿ΖΗ均匀运动,并且我们从位于Ε的视线引出直线ΕΗ,那么该星体将再次被本轮均匀带动旋转了弧ΑΒ的大小,即角ΑΕΒ的大小,但它显现为[旋转了]角ΑΕΗ,这个角大于均匀的角,而它们之间的差成为角ΒΕΗ。但当它从远地点Ζ并非如同向着Η行进、而是向着Κ行进时,角ΑΕΒ将再次属于均匀的运行,而角ΑΕΚ则属于小于均匀运行的显现运行,它们之间的差为角ΚΕΒ;因此,这样的假说能够在较靠近远地点之处将诸星的运行证明为既可更大也可更小——显然,当星体从本轮的远地点向着与[导]圆相同的方向进行运行时证明为更大,而向着相反方向运行时证明为更小;相反,依据离心圆的假说则始终使较靠近远地点处的显现运行小于均匀运行,因为所显现的角ΑΖΒ也始终小于均匀的角ΑΕΒ。 这些假说中的每一种在单独采用时都能达到天文学的目的,只是对于月亮而言,他们需要将两者结合起来;因为他们假设承载月亮的本轮是在离心圆上周转的,以便拯救由月亮所产生的现象。
- 2.47συμβήσεται οὖν ἐπιζευχθείσης ἀπὸ τῆς κατὰ τὸ Ζ ὄψεως ἐπὶ τὸν ἀστέρα τῆς ΖΒ ὁμαλῶς μὲν κεκινῆσθαι τὸν ἀστέρα τὴν ὑπὸ ΑΕΒ γωνίαν, πεφηνέναι δὲ ἐλάττονα τὴν ὑπὸ ΑΖΒ
非人称动词 συμβήσεται 统辖两个由 μὲν...δέ 并列的带不定式的宾格结构:ὁμαλῶς μὲν κεκινῆσθαι τὸν ἀστέρα ... 与 πεφηνέναι δὲ ἐλάττονα ...。中间插入的 ἐπιζευχθείσης ... τῆς ΖΒ 为独立属格结构。宾格短语 τὴν ... γωνίαν 表示动作的幅度或范围(“相当于……角的大小”)。
- 2.47κατὰ τὴν ἀπὸ τοῦ Ζ περιγείου
此处为一个带有省略的凝练表达,理解为 κατὰ τὴν ἀπὸ τοῦ Ζ [ὄψεως θέσιν τοῦ] περιγείου(“在从Ζ[视线]看来的近地点一侧”)。
- 2.47ἐπὶ τὰ αὐτὰ τῷ κύκλῳ
表示方向的固定短语 ἐπὶ τὰ αὐτά(“向着相同方向”)与表示基准的与格 τῷ κύκλῳ(“与[本]圆”)结合,意为“向着与[导]圆相同的方向”。
