- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:506.3-507.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘援引亚里士多德对天球数量的迟疑以及托勒密的批判,指出了同心倒转天球说的缺陷,并通过几何图解引出后代天文学家为拯救现象而采用的离心圆与本轮假说。
” ἀλλὰ καὶ καταριθμησάμενος ἐν τῷ αὐτῷ βιβλίῳ τὰς συμπάσας φορὰς ἐπάγει “τὸ μὲν πλῆθος τῶν φορῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους καὶ τὰς αἰσθητὰς τοσαύτας εὔλογον ὑπολαβεῖν· τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν.” τό τε οὖν ἔστω καὶ τὸ εὔλογον καὶ τὸ ἄλλοις ἰσχυροτέροις καταλείπειν τὸν περὶ αὐτὰ ἐνδοιασμὸν ἐνδείκνυται. τῷ οὖν Ἀριστοτέλει πειθομένους ἀκολουθεῖν χρὴ μᾶλλον τοῖς μεταγενεστέροις ὡς μᾶλλον σώζουσι τὰ φαινόμενα, κἂν εἰ μηδὲ οὗτοι τελέως διασώζωσιν, ἐκείνων μήτε τοσαῦτα ἐπισταμένων φαινόμενα διὰ τὸ μήπω τὰς ὑπὸ Καλλισθένους ἐκ Βαβυλῶνος ἐκπεμφθείσας τηρήσεις ἥκειν εἰς τὴν Ἑλλάδα Ἀριστοτέλους τοῦτο ἐπισκήψαντος αὐτῷ, ἃς ἱστορεῖ Πορφύριος ἐτῶν εἶναι χιλίων καὶ μυριάδων τριῶν ἕως τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος σῳζομένας χρόνων, μήτε, ὁπόσα ἠπίσταντο, διὰ τῶν ὑποθέσεων ἐπιδεικνύναι δυναμένων.1 ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαιρῶν εἰσάγουσι μόνης ἕνεκα τῆς συναποκαταστάσεως τῶν ἑπτὰ πλανήτων πρὸς τὴν περιφορὰν τῆς ἀπλανοῦς καὶ τὸ λέγειν2 τὰς περιεχομένας ταῖς περιεχούσαις καὶ τὰς ἐσχάτας ταῖς ὑπὲρ αὐτὰς αἰτίας εἶναι τῆς συναποκαταστάσεως, καίτοι τῆς φύσεως ἀεὶ τὰ ἀνωτέρω τοῖς κατωτέρω αἴτια ποιούσης τῆς κινήσεως· καὶ γὰρ ἐφ’ ἡμῶν ἄνωθεν ἀπὸ τοῦ ἡγεμονοῦντος μορίου τὰς ὁρμὰς τῆς κινήσεως διὰ τῶν νεύρων εἰς πάντα τὰ ὄργανα διαδίδοσθαι. ἐγὼ δὲ ἀγνοῶ, τί δήποτε καθ’ ἕκαστον ἀστέρα τὴν πρώτην σφαῖραν τάττουσιν ὁμοίως τῇ ἀπλανεῖ καὶ ἰσοταχῶς κινουμένην καὶ τὰς μεθ’ ἑαυτὴν πάσας μέχρι τῆς τὸν ἀστέρα ἐχούσης τῇ ἀπλανεῖ συναποκαθιστῶσαν· εἰ γὰρ διαδίδωσιν ἡ ὑπερκειμένη ταῖς ὑποκειμέναις τὸ τῆς οἰκείας κινήσεως εἶδος, διὰ τί μὴ τὴν ἀπλανῆ λέγομεν ἰσχυροτάτην καὶ ἐπικρατεστάτην πασῶν οὖσαν πάσας τὰς ὑφ’ ἑαυτὴν ἑαυτῇ συναποκαθιστάνειν; τὰς μὲν γὰρ τὴν κατὰ μῆκος καὶ κατὰ πλάτος κίνησιν φερούσας, ἐπειδὴ διάφοροι αὗται καθ’ ἕκαστον ἀστέρα, ἀναγκαῖον ἦν διαφόρους εἶναι· ἡ δὲ μετὰ τῆς ἀπλανοῦς συναποκατάστασις ἡ αὐτὴ οὖσα πασῶν τῶν σφαιρῶν πῶς οὐκ ἠρκέσθη τῇ τῆς ἀπλανοῦς συμπεριαγωγῇ, ἀλλ’ ἐδεήθη τῶν ταύτην τὴν κίνησιν φερουσῶν ἕκαστον ἀστέρα καὶ τῶν ἐκείνας ἀνελιττουσῶν κατὰ τὸν Ἀριστοτέλην; λέγοιεν δὲ ἂν ἴσως, ὅτι, κἂν συναποκαθιστῶνται τῇ ἀπλανεῖ τὴν αὐτὴν αὐτῇ κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινούμεναι, ἀλλὰ διάφορον ἔχουσαι τὸ μέγεθος διάφορον πάντως καὶ τὸ τάχος ἔχουσι τῆς κινήσεως· πῶς οὖν ἦν εἰκὸς ἀπολελυμένας αὐτὰς καὶ μὴ συνδεδεμένας ὑπὸ μιᾶς τῆς ἀπλανοῦς τὰς διαφόρους κινεῖσθαι κινήσεις; Κατεγνωκότες οὖν τῆς τῶν ἀνελιττουσῶν ὑποθέσεως οἱ μεταγενέστεροι μάλιστα διὰ τὸ τὴν κατὰ βάθος διαφορὰν καὶ τὴν ἀνωμαλίαν τῶν κινήσεων μὴ ἀποσώζειν τὰς μὲν ὁμοκέντρους ἀνελιττούσας παρῃτήσαντο, ἐκκέντρους δὲ καὶ ἐπικύκλους ὑπέθεντο· εἰ μὴ ἄρα ἡ τῶν ἐκκέντρων κύκλων ὑπόθεσις ὑπὸ τῶν Πυθαγορείων ἐπενοήθη, ὡς ἄλλοι τέ τινες ἱστοροῦσι καὶ Νικόμαχος καὶ Νικομάχῳ κατακολουθῶν Ἰάμβλιχος. ἵνα δὲ καὶ τούτων τῶν ὑποθέσεων τῆς χρείας ἔννοιάν τινα λάβωμεν περὶ οὐρανοῦ τὴν πραγματείαν ποιούμενοι, ἐκκείσθω πρῶτον ὡς ἐπὶ καταγραφῆς ἡ κατὰ τὸν ἔκκεντρον ὑπόθεσις τῇ κατὰ τὸν ὁμόκεντρον παραβαλλομένη. Νοείσθω ὁ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁμόκεντρος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε, ἐφ’ οὗ ὑποκείσθω ἡ ἡμετέρα ὄψις, καὶ διάμετρον τὴν ΑΕΓ. εἰ μὲν οὖν ὁ ἀστὴρ ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ποιεῖται τὴν ὁμαλὴν πάροδον ἐπὶ τοῦ ΑΒΓΔ κύκλου, φανερόν, ὅτι τῆς ὄψεως πρὸς τῷ Ε κέντρῳ τυγχανούσης, ἐὰν νοήσωμεν τὴν ἀπ’ αὐτῆς ἐπὶ τὸν ἀστέρα πίπτουσαν ἀκτῖνα ὡς τὴν ΑΕ εὐθεῖαν, καὶ αὕτη ὁμαλῶς συμπεριενεχθήσεται, καὶ φανήσεται δηλαδὴ ὁ ἀστὴρ καὶ ὁμαλὴν ποιούμενος τὴν πάροδον καὶ ἀπόστασιν ἀεὶ τὴν ἴσην ἡμῶν ἀπέχων. ἀλλ’ ἐπεὶ οὐχ οὕτως ὁρῶνται, ἀλλὰ πάντοτε ἀνώμαλον ποιούμενοι τὴν πάροδον καὶ ἄλλοτε ἄλλην ἀπόστασιν ἀφεστῶτες, ὡς δῆλον γίνεται ἐκ τῆς τῶν μεγεθῶν διαφορᾶς, ὑποκείσθω ὁ ΑΒΓΔ κύκλος μηκέτι ὁμόκεντρος τῷ ζῳδιακῷ, οἷον ἵνα μηκέτι ἐπὶ τοῦ Ε τυγχάνῃ τὸ τοῦ ζῳδιακοῦ κέντρον, ἐφ’ οὗ φαμεν τὴν ὄψιν εἶναι, ἀλλ’ ἐπὶ τοῦ Ζ, καὶ γίνεσθαι τὸν ΑΒΓΔ μηκέτι ὁμόκεντρον τῷ διὰ μέσων τῶν ζῳδίων κύκλῳ, ἀλλ’ ἔκκεντρον πρὸς αὐτόν, καὶ ἀπογειότατον μὲν αὐτοῦ τὸ Α, τουτέστι τὸ μέγιστον ἀπὸ τῆς κατὰ τὸ Ζ ὄψεως ἀπέχον, περιγειότατον δὲ τὸ Γ τὸ ἐλάχιστον τῆς κατὰ τὸ Ζ ὄψεως ἀπέχον.
但是,在同一卷书中数清了所有的运行之后,他补充道:“运行的数量就定为这么多吧,以至于合理地设想,不动的以及可感觉的实体与本原也是如此之多;因为必然之事且留待更强有力的人去说明。”因此,“就定为……”与“合理”以及留待其他更强有力的人,都表明了他对这些事情的迟疑。因此,顺从亚里士多德的人更应当追随后代的人,因为他们更能拯救现象,即便他们也未能完全拯救——因为前代的人既未认识到如此之多的现象,乃是由于卡利斯提尼遵照亚里士多德的嘱托从巴比伦寄出的观测记录尚未到达希腊(波菲利记载这些记录历经三万一千年一直保存到马其顿的亚历山大时代),也未能通过假说证明他们所知道的那么多现象。托勒密也指责他们,既指责他们仅仅为了七颗行星与恒星球周转的同时复位就引入了大量的球体,又指责他们主张被包含的球体是对包含它们的球体而言、最底层的球体是对其上方的球体而言同时复位的原因,尽管自然总是使上位之物成为下位之物运动的原因;因为在我们身上,运动的冲动也是从上方的支配部位通过神经传递到一切器官的。我个人则不明白,他们究竟为何要为每一星体设定一个与恒星球相似且等速运动的第一天球,并使随后的所有天球直到承载该星体的天球都与恒星球同时复位。因为如果居上的天球将自身特有运动的种相传递给居下的诸天球,我们为何不说作为一切天球中最强有力且最占统治地位的恒星球,使其下方的一切天球与它自身同时复位呢?因为对于那些承载经度与纬度运动的天球而言,既然这些运动在每个星体上各不相同,它们是不同的便是必然的;但与恒星球的同时复位对所有天球而言都是相同的,又怎能不满足于恒星球的共同旋转,反而按照亚里士多德的说法需要为每个星体承载这种运动的天球以及将它们倒转回来的天球呢?他们或许会说,即便它们与恒星球同时复位、做着与它相同的自东向西的运动,但由于它们的大小不同,运动的速度也必然不同。那么,彼此分离且未被连结在一起的诸天球,由单一的恒星球带动而进行不同的运动,又怎会是合乎情理的呢? 因此,后代的人谴责倒转天球的假说,特别是由于它未能拯救深度方向的差异与运动的不均匀性,便摒弃了同心的倒转天球,而假设了离心圆与本轮——除非离心圆的假说确如其他某些人以及尼科马库斯、追随尼科马库斯的扬布里柯所记载的那样,是由毕达哥拉斯学派构想出来的。但是,为了在我们进行关于天的论述时对这些假说的功用也能获得某种概念,首先让我们如同在图解中那样,陈述离心圆假说与同心圆假说的对比。 设想围绕中心Ε有与穿过黄道十二宫中央的圆同心的圆ΑΒΓΔ,假设我们的视线位于中心Ε上,且有直径ΑΕΓ。因此,如果该星体在圆ΑΒΓΔ上像从Α到Β那样进行均匀运行,显然,在视线位于中心Ε的情况下,如果我们设想从视线射向该星体的光线为直线ΑΕ,它也将均匀地随之周转,并且该星体显然将显现为既进行均匀运行,又始终与我们保持相等的距离。但既然它们所显现的并非如此,而是正如从它们大小的差异中所明白的那样,始终进行不均匀的运行,且在不同时间处于不同的距离,那么就假设圆ΑΒΓΔ不再与黄道同心——也就是说,我们所说视线所在的黄道中心不再位于Ε,而是位于Ζ,且圆ΑΒΓΔ不再与穿过黄道十二宫中央的圆同心,而是相对于它成为离心圆,它的远地点为Α,即距离位于Ζ的视线最远的点,近地点为Γ,即距离位于Ζ的视线最近的点。
- 2.47ἐκείνων μήτε τοσαῦτα ἐπισταμένων φαινόμενα ... μήτε, ὁπόσα ἠπίσταντο, διὰ τῶν ὑποθέσεων ἐπιδεικνύναι δυναμένων
这是表示主句(χρὴ ... ἀκολουθεῖν)理由的独立属格结构。相关连词 μήτε ... μήτε 连接了两个分词(ἐπισταμένων 与 δυναμένων),陈述了早期天文学家的双重局限(对经验现象缺乏认识,以及无法用假说对已知现象加以几何证明)。前一个分词内部嵌套了由 διὰ τό + 不定式(ἥκειν)构成的因果短语,且其中还包含另一个嵌套的独立属格(Ἀριστοτέλους ... ἐπισκήψαντος)。
- 2.47ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαιρῶν εἰσάγουσι ... καὶ τὸ λέγειν
作为表示谴责的动词 ἐγκαλεῖ 的并列宾语,由 ὡς 引导的从属从句(ὡς ... εἰσάγουσι)与定冠词不定式短语(τὸ λέγειν ... αἰτίας εἶναι)通过 καί ... καί 形成并列。在宾格加不定式结构内部,与格 ταῖς περιεχούσαις 与 ταῖς ὑπὲρ αὐτάς 充当依附于谓语 αἰτίας εἶναι(作为……的原因)的关涉/利害与格。
