← 辛普里丘

亚里士多德《论天》注释

§504.15-506.3

同心球说未能拯救现象与索西琴尼的批评

辛普里修引用索西琴尼的论述,证明同心天球假说未能拯救行星距离与视大小变化以及日食差异等现象,并指出亚里士多德本人对该理论也并非完全满意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47#8

Τοιαύτη τίς ἐστιν ἡ διὰ τῶν ἀνελιττουσῶν σφαιροποιία μὴ δυνηθεῖσα διασῶσαι τὰ φαινόμενα, ὡς καὶ ὁ Σωσιγένης ἐπισκήπτει λέγων· “οὐ μὴν αἵ γε τῶν περὶ Εὔδοξον σώζουσι τὰ φαινόμενα, οὐχ ὅπως τὰ ὕστερον καταληφθέντα, ἀλλ’ οὐδὲ τὰ πρότερον γνωσθέντα1 καὶ ὑπ’ αὐτῶν ἐκείνων πιστευθέντα. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὧν ἔνια καὶ Κάλλιππος ὁ Κυζικηνὸς Εὐδόξου μὴ δυνηθέντος ἐπειράθη διασῶσαι, εἴπερ ἄρα καὶ διέσωσεν; ἀλλ’ αὐτό γε τοῦτο, ὅπερ καὶ τῇ ὄψει πρόδηλόν ἐστιν, οὐδεὶς αὐτῶν μέχρι καὶ Αὐτολύκου τοῦ Πιταναίου ἐπεβάλετο διὰ τῶν ὑποθέσεων ἐπιδεῖξαι, καίτοι οὐδὲ αὐτὸς Αὐτόλυκος ἠδυνήθη· δηλοῖ δὲ ἡ πρὸς τὸν Ἀριστόθηρον αὐτοῦ διαφορά. ἔστι δέ, ὃ λέγω, τὸ ποτὲ μὲν πλησίον, ἔστι δὲ ὅτε ἀποκεχωρηκότας ἡμῶν αὐτοὺς φαντάζεσθαι. καὶ γὰρ τῇ ὄψει συμφανὲς ἐπ’ ἐνίων τοῦτό ἐστιν· ὅ τε γὰρ τῆς Ἀφροδίτης λεγόμενος ἀστὴρ καὶ δὴ καὶ ὁ τοῦ Ἄρεος κατὰ μέσας τὰς προηγήσεις αὐτῶν πολλαπλάσιοι φαίνονται, ὥστε ὅ γε τῆς Ἀφροδίτης ἐν ἀσελήνοις νυξὶ σκιὰς πίπτειν ἀπὸ τῶν σωμάτων ποιεῖ, ἥ τε αὖ σελήνη καὶ ἐν αὐτῇ μὲν τῇ ὄψει συμφανής ἐστιν οὐκ ἀεὶ τὸ ἴσον ἡμῶν ἀφισταμένη διὰ τὸ μὴ ἀεὶ τὸ ἴσον ἔχουσα μέγεθος ἡμῖν φαίνεσθαι τῶν αὐτῶν περὶ τὸ δι’ οὗ θεωρεῖται καθεστώτων·2 οὐ μὴν ἀλλὰ καὶ ὀργανικώτερον παραφυλάττουσι τὸ αὐτὸ συνδοκεῖ διὰ τὸ τότε μὲν ἑνδεκαδάκτυλον, τότε δ’ αὖ δωδεκαδάκτυλον τύμπανον ἐξ ἴσης ἀποστάσεως τοῦ θεωμένου τιθέμενον ἀντιφράττειν αὐτοῦ τῇ ὄψει, ὥστε μὴ πίπτειν ἐπ’ αὐτήν. πρὸς δὲ τούτοις καὶ τὰ περὶ τὰς τοῦ ἡλίου παντελεῖς ἐκλείψεις συμβαίνοντα τῷ λελεγμένῳ μαρτυρεῖ καὶ ἔστι γε τεκμήρια τῆς περὶ τοῦτο ἀληθείας· ὅτε γὰρ τύχοι κατὰ στάθμην ὄντα τό τε κέντρον αὐτοῦ καὶ τὸ τῆς σελήνης καὶ δὴ καὶ ἡ ἡμετέρα ὄψις, οὐχ ὅμοια τὰ συμβαίνοντα ἀεὶ φαίνεται, ἀλλ’ ὁτὲ μὲν τῷ περιλαμβάνοντι τὴν σελήνην κώνῳ, κορυφὴν δὲ ἔχοντι τὴν ἡμετέραν ὄψιν καὶ αὐτὸς ὁ ἥλιος συμπεριλαμβάνεται, ὅτε καὶ διατελεῖ χρόνον τινὰ μὴ φαινόμενος ἡμῖν, ὁτὲ δὲ αὖ τοσοῦτον ἀποδεῖ τούτου, ὥστε καὶ ἔξωθεν ἴτυν αὐτοῦ τινα περιφαινομένην ἀπολείπεσθαι κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον· ὥστε ἀναγκαῖον ἂν εἴη τὴν περὶ τὰ μεγέθη αὐτῶν διαφορὰν φαίνεσθαι διὰ τὴν τῶν ἀποστάσεων ἀνισότητα τῶν περὶ τὸν ἀέρα παραπλησίων ὄντων. ὅπερ δὲ ἐπὶ τούτων συμβαῖνον καὶ τῇ ὄψει καταφανές ἐστιν, εἰκὸς καὶ τοῖς ἄλλοις συμβαίνειν, κἂν εἰ μὴ τῇ ὄψει πρόδηλον εἴη, καὶ οὐ μόνον εἰκός, ἀλλὰ καὶ ἀληθές, εἴπερ ἡ καθ’ ἑκάστην ἡμέραν κίνησις αὐτῶν ἀνώμαλος φαίνεται· ἀλλὰ περὶ τὰ φανταζόμενα αὐτῶν μεγέθη οὐ προσπίπτει τις διαφορὰ διὰ τὸ μηδὲ πολὺ διαφέρειν τὴν εἰς ὕψος τε καὶ τοὐναντίον μετάστασιν, ἣν δὴ καὶ κατὰ βάθος κίνησιν οἱ ἀπὸ τῶν μαθημάτων καλεῖν εἰώθασι. τοῦτο τοίνυν οὐδαμῶς ἐπειράθησαν διασῶσαι, ὥστε μὴ καθ’ ἑκάστην ἡμέραν παραλλάττουσαν ἐπιδεικνύναι,3 καίτοι τοῦ προβλήματος τοῦτο ἀξιοῦντος. ἀλλὰ μὴν οὐδὲ ὡς ἐλελήθει γε αὐτοὺς ἡ ἀνισότης τῶν ἀποστημάτων ἑκάστου πρὸς ἑαυτόν, ἐνδέχεται λέγειν. Πολέμαρχος γὰρ ὁ Κυζικηνὸς γνωρίζων μὲν αὐτὴν φαίνεται, ὀλιγωρῶν δὲ ὡς οὐκ αἰσθητῆς οὔσης διὰ τὸ ἀγαπᾶν μᾶλλον τὴν περὶ αὐτὸ τὸ μέσον ἐν τῷ παντὶ τῶν σφαιρῶν αὐτῶν θέσιν· δηλοῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς προβλήμασι προσαπορῶν ταῖς τῶν ἀστρολόγων ὑποθέσεσιν ἐκ τοῦ μηδὲ ἴσα τὰ μεγέθη τῶν πλανήτων φαίνεσθαι. οὕτως οὐ παντάπασιν ἠρέσκετο ταῖς ἀνελιττούσαις, κἂν τὸ ὁμοκέντρους οὔσας τῷ παντὶ περὶ τὸ μέσον αὐτοῦ κινεῖσθαι ἐπηγάγετο αὐτόν.” καὶ μέντοι καὶ ἐξ ὧν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά φησι, φανερός ἐστιν οὐχ ἡγούμενος αὐτάρκως ὑπὸ τῶν μέχρι καὶ καθ’ αὑτὸν ἀστρολόγων εἰρῆσθαι τὰ περὶ τὰς κινήσεις τῶν πλανωμένων. λέγει γοῦν ὧδέ πως· “νῦν μὲν οὖν ἡμεῖς, ἃ λέγουσι τῶν μαθηματικῶν τινες, ἐννοίας χάριν λέγομεν, ὅπως ᾖ τι τῇ διανοίᾳ πλῆθος ὡρισμένον ὑπολαμβάνειν, τὸ δὲ λοιπὸν τὰ μὲν ζητοῦντας αὐτοὺς δεῖ, τὰ δὲ πυνθανομένους τῶν ζητούντων, ἐάν τι φαίνηται παρὰ τὰ νῦν εἰρημένα τοῖς ταῦτα πραγματευομένοις, φιλεῖν μὲν ἀμφοτέρους, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις.

借助倒转天球的造球法就是如此,它未能拯救现象,正如索西琴尼也指责说:“欧多克索斯一派的假说当然未能拯救现象,不仅未能拯救后来所把握的现象,甚至未能拯救早先已被认知且为他们自身所确信的现象。又何须谈论其他现象呢?其中有一些在欧多克索斯无能为力之后,基齐库斯的卡利普斯也曾试图加以拯救(如果他确实拯救了的话)。但这本身在视觉上也显而易见的事情,在皮塔内的奥托吕科斯之前他们中却无一人尝试通过假说加以证明——尽管连奥托吕科斯本人也没能做到;他与阿里斯托忒罗斯的分歧便表明了这一点。我所说的就是这一事实:它们向我们显现时,有时较近,有时则从我们退离。因为这在某些星体上对于视觉也是显而易见的:因为所谓阿佛洛狄忒之星以及阿瑞斯之星在它们逆行的正中间显得大出数倍,以至于在无月的夜晚阿佛洛狄忒之星甚至能使物体投下阴影;而月亮在视觉本身中也是显而易见的,并非总是与我们保持等距,这是由于在关于借以进行观测之物的条件保持相同时,它显现给我们的并非总是具有相等的大小。不仅如此,对于用仪器更为精细地观测的人们而言,同样的事情也是明白的,因为有时放置在离观测者等距离处的十一指圆盘、有时又是十二指的圆盘,会遮挡他的视线,使其无法射入视线。除这些之外,关于日全食所发生的事情也为所说的话作证,且确是关于此事的真理的凭据。因为每当它的中心与月亮的中心以及我们的视线恰好处于一条直线上时,所发生的事情并不总是显现得相同:有时太阳本身也被包含在包含月亮且以我们视线为顶点的圆锥之内,此时它也有一定时间持续不向我们显现;但有时却与此相差甚远,以至于在食甚时刻它的某种边缘仍从外侧环绕显现出来;因此,在空气条件近似的情况下,关于它们大小的差异显现出来,必然是由于距离的不等。而在这些天体上发生且对视觉显然的事情,很可能也发生在其他天体上,即便对视觉并不显而易见;且不仅是可能,更是真实的,只要它们每日的运动显出不均匀;只是对于它们显现出的大小并没有明显的差异呈现出来,因为高低的位移——数学家们通常称之为深度方向的运动——差异并不大。因此,他们绝未尝试拯救这一现象,以至于未能展示出其每日都在变动,尽管这一课题要求如此。然而,绝不能说每一星体相对于自身的距离不等曾为他们所忽略。因为基齐库斯的波勒马库斯看来认识到了这一点,但由于更偏爱天球自身在宇宙中围绕中心本身的分布位置,而将其视为不可感觉的加以轻视;亚里士多德在《物理问题集》中也表明了这一点,他根据行星的大小显现得并不相等这一事实,对天文学家们的假说进一步提出了疑难。因此,他并非完全满意于倒转天球,即便它们与宇宙同心并围绕其中心运动这一事实吸引了他。”况且,根据他在《形而上学》第12卷中所说的话,显然他也不认为关于游星运动的事宜已被直到他那个时代的天文学家们充分阐述。无论如何,他大致这样说道:“因此现在,我们为了构想的缘故叙述数学家中的某些人所说的话,以便思想能够把握某个确定的数量;但在其余的事上,我们应当一方面自己探讨,另一方面向探讨者们求教,如果对从事这些研究的人们显现出任何与现在所说的不同之事,就要爱戴双方,但顺从更为精确者。”

语法注3 条
  1. 2.47οὐχ ὅπως τὰ ὕστερον καταληφθέντα, ἀλλ’ οὐδὲ τὰ πρότερον γνωσθέντα

    惯用搭配 οὐχ ὅπως ... ἀλλ’ οὐδέ 意为“不仅不……甚至连……也不”或“且不说……连……也未”。承接前文的否定(οὐ μὴν ... σώζουσι),强调不仅后来的发现未被拯救,就连此前已知的现象也未能被拯救。

  2. 2.47τῶν αὐτῶν περὶ τὸ δι’ οὗ θεωρεῖται καθεστώτων

    属格绝对结构。τῶν αὐτῶν ... καθεστώτων 意为“当情况保持不变时”,介词短语 περὶ τὸ δι’ οὗ θεωρεῖται(“关于借以观测的媒介”)作为限定修饰语嵌入其中,表明在观测媒介条件恒定的情况下月亮的视大小仍在发生变化。

  3. 2.47ὥστε μὴ καθ’ ἑκάστην ἡμέραν παραλλάττουσαν ἐπιδεικνύναι

    在 ὥστε 从句中,否定词 μή 否定的是不定式 ἐπιδεικνύναι 而非分词 παραλλάττουσαν,意为“以至于未能展示出其每日都在变动”。这是承接前文 οὐδαμῶς ἐπειράθησαν διασῶσαι(绝未尝试拯救)的结果,指责天文学家未能对每日的变动做出说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:504.15-506.3