- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:502.27-504.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了每颗行星的承载天球与倒转天球的计算(总计五十五颗),并探讨了亚里士多德关于除去卡利普斯的增补后余下四十七颗天球的计算疑难,以及索西琴尼等人的解决方案。
δεῖ γὰρ μιᾷ ἐλάττους εἶναι καθ’ ἕκαστον ἀστέρα τῶν φερουσῶν τὰς ἀνελισσούσας, ὥστε ἐπὶ μὲν Κρόνου καὶ ἐπὶ Διὸς τεττάρων καθ’ ἑκάτερον οὐσῶν τῶν φερουσῶν τρεῖς εἶναι τὰς ἀνελιττούσας, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος, Ἀφροδίτης, Ἑρμοῦ, ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν τέτταρας. γίνονται οὖν αἱ πᾶσαι ἀνελίττουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Διός, τετράκις δὲ τέτταρες αἱ Ἄρεος, Ἀφροδίτης, Ἑρμοῦ, ἡλίου, ὥστε πᾶσαι δύο καὶ εἴκοσιν. ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Διός, πέντε δὲ καὶ εἴκοσι τῶν λοιπῶν πέντε· τριῶν οὖν τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συντεθεισῶν ἀνελιττούσαις αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα· ταῖς γὰρ τὴν σελήνην φερούσαις οὐδὲν δεῖ ἀνελιττουσῶν ἐσχάτης οὔσης τοῦτο καὶ τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι, ἐν αἷς φέρεται τὸ κάτω τεταγμένον ἄστρον. Ἀλλ’ ὅτι μὲν ὁ πασῶν ἀριθμὸς τοσοῦτος, δῆλον. ἐπειδὴ δὲ ἐπήνεγκεν ὁ Ἀριστοτέλης, ὅτι, εἴ τις μὴ προσθείη τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τεσσαράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ἐποίησεν. ἐὰν γὰρ ἀφέλωμεν τὰς τοῦ ἡλίου δύο καὶ τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι καὶ δύο ἄλλας ἀπὸ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας·1 ἀφαιρουμένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν· ἓξ μὲν ἔσονται ἀφῃρημέναι δύο φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίττουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου, οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τεσσαράκοντα, ἀλλὰ ἐννέα καὶ τεσσαράκοντα. λέγει δὲ ὁ Ἀριστοτέλης ἑπτὰ καὶ τεσσαράκοντα καταλιμπάνεσθαι ἢ ὡς ἐπιλελησμένος, ὅτι τῆς σελήνης οὐ τέτταρας ἀλλὰ δύο μόνας ἀφεῖλεν· εἰ μὴ ἄρα δεῖ λέγειν, ὅτι τοῦ μὲν ἡλίου τὰς τέσσαρας ἀφεῖλεν, ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε αἱ λοιπαί εἰσιν αἱ ἑπτὰ καὶ τεσσαράκοντα. συμβαίνει μὲν οὕτως ὁ ἀριθμός, διὰ τί δὲ τοῦ ἡλίου τὰς δύο τὴν δευτέραν καὶ τὴν τρίτην οὐκ ἀνελίξουσί τινες, οὐχ ἕξομεν λέγειν, καὶ ταῦτα εἰπόντος αὐτοῦ μόνον τὸ κάτω κείμενον μὴ ἀνελίττεσθαι. καίτοι καὶ τοῦτο καλῶς ὁ Σωσιγένης ἐπέστησεν, ὅτι καὶ ἐπὶ σελήνης ἀναγκαῖον ὑποθέσθαι τὰς ἀνελιττούσας, ἵνα μὴ τὸ ἀπὸ τῶν ἀνωτέρω κινήσεων τάχος ταῖς φερούσαις αὐτὴν προστιθέμενον ποιῇ μηκέτι τῇ ἀπλανεῖ ἰσοταχῶς ἐπὶ δυσμὰς αὐτὴν παραχωρεῖν. ἀλλ’ οὖν καὶ τούτου δοθέντος τοῦ μόνην αὐτὴν μὴ ἔχειν ἀνελίττουσαν οὐ συμβαίνει ὁ ἀριθμός, καὶ τοῦτο τόν τε Ἀλέξανδρον καὶ τὸν Πορφύριον ἐτάραξεν ἐν ταῖς εἰς τὸ Λ τῆς Μεταφυσικῆς σχολαῖς. Σωσιγένης δὲ ἐπιστήσας βέλτιον εἶναί φησι τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι ἢ τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν οὐδέ, εἰ τοῦτο γένοιτο, συνᾴδοντος τοῦ ἀριθμοῦ ταῖς ῥήσεσιν·2 οὐ γὰρ ἔτι ἔσονται αἱ πᾶσαι πέντε καὶ πεντήκοντα, καθάπερ αὐτός φησι. Προστίθησι δὲ καὶ τοῦτο ὁ Σωσιγένης δῆλον εἶναι λέγων ἐκ τῶν εἰρημένων, ὅτι κατ’ ἄλλο μὲν ἀνελιττούσας αὐτὰς ὁ Ἀριστοτέλης προσαγορεύει, κατ’ ἄλλο δὲ Θεόφραστος ἀνταναφερούσας· ἔστι γὰρ ἄμφω περὶ αὐτάς· ἀνελίττουσι γὰρ τὰς τῶν ὑπεράνω κινήσεις καὶ ἀνταναφέρουσι τοὺς τῶν ὑπ’ αὐτοὺς σφαιρῶν πόλους, τὰς μὲν ἀφαιροῦσαι, τὰς δὲ εἰς τὸ δέον καθιστῶσαι.3 δεῖ γὰρ τὰς μὲν ἄνωθεν κινήσεις μὴ διικνεῖσθαι πρὸς τὰς τῶν κατωτέρων διαφορὰς ἄστρων, τοὺς δὲ τῶν ὑποκάτω πόλους ὑπὸ τὴν αὐτὴν κάθετον τοῖς τῶν ὁμοίων σφαιρῶν πίπτειν πόλοις, ὅπως εἰς ταὐτὸν εἶεν ἀποκαθεστηκυῖαι τῇ θέσει, καθάπερ φησίν, αἱ πρῶται σφαῖραι τῶν ὑποκάτω τεταγμένων ἄστρων καὶ δηλονότι διὰ τὰς πρώτας καὶ αἱ μετ’ αὐτάς· οὕτως γὰρ μόνως, φησίν, ἐνδέχεται τὴν τῶν ἀπλανῶν φορὰν ἅπαντα ποιεῖσθαι, καθάπερ ἤδη ἔφαμεν, εὖ λέγων.
因为对于每一颗星体而言,倒转天球必须比承载天球少一颗,从而在土星和木星的情况下,各自由四颗承载天球构成,倒转天球各有三颗;而在其余四颗星体——火星、金星、水星、太阳——的情况下,各自由五颗承载天球构成,倒转天球各有四颗。因此,全部倒转天球的总数,土星和木星的是二乘以三,火星、金星、水星、太阳的是四乘以四,总共为二十二颗。而承载天球中,土星和木星的是八颗,其余五颗星体的是二十五颗;当这三十三颗天球与二十二颗倒转天球相加时,总数便是五十五颗。因为对于承载月亮的天球而言,完全不需要倒转天球,因为它是最底层的一颗,亚里士多德本人也说过这一点:唯有运载最下方排列的星体的那些天球不需要被倒转。全部天球的数目是这么多,这固然是清楚的。然而,亚里士多德接着指出,如果有人不把我们所说的运动加给太阳和月亮,全部天球将是四十七颗,这便引起了混乱。因为如果我们除去卡利普斯所增加的太阳的两颗和月亮的两颗,显然还要从太阳除去倒转它们的那另外两颗——因为在除去那些天球时,也必须一同除去准备倒转它们的天球——,那么被除外的天球将是六颗:两颗运载太阳的球和两颗倒转它们的球,外加卡利普斯加给月亮的两颗;但在从五十五颗中除去这些之后,余下的全部天球就不再是四十七颗,而是四十九颗。亚里士多德说剩下四十七颗,或者是因为他忘记了自己对月亮除掉的不是四颗而仅仅是两颗;抑或必须说,他从太阳去掉了自己作为倒转天球所增加的四颗,并且从两者去掉了卡利普斯所增加的天球,由于这样从五十五颗中除去了八颗,余下的才是四十七颗。这样数目固然吻合,但为什么不会有任何〔天球〕倒转太阳的两颗天球即第二颗和第三颗,我们却无法说明,更何况亚里士多德自己说过唯独位于最下方的天球不被倒转。尽管索西琴尼也很好地指出了这一点,即在月亮上也有必要假设倒转天球,以使来自上方运动的速度加到运载月亮的天球上时,不致使其不再以与恒星天等速的速度向西退移。然而即便承认唯独月亮没有倒转天球,数目依然不吻合,这一点在亚历山大和波菲利对《形而上学》第12卷的讲义中也让他们深感困惑。但索西琴尼指出,认为抄写者在数目上出现了疏忽,比将第七颗和第八颗天球视为同一颗要更好,因为即使这样做,数目也无法与文本的说法相符;因为正如他自己所言,全部天球将不再是五十五颗。索西琴尼还补充道,从所说的话中显而易见的是,亚里士多德从一个方面称它们为倒转天球,而泰奥弗拉斯托斯从另一个方面称它们为反向复归天球;因为这两点都适用于它们。因为它们既倒转上方天球的运动,又反向复归其下方天球的两极,消除了前者〔即运动〕,并将后者〔即天球〕安置于应当的位置。因为上方的运动绝不可传递到下方星体的差异之中,而下方天球的两极必须落在与相似天球的两极相同的垂线之下,以便正如他所说,排列在下方的星体的第一批天球——显然由于第一批天球的缘故,其后的天球也同样——在位置上复归于同一状态;因为他说,唯有如此才可能使一切都进行恒星的运转,正如我们此前所说,他的论述是十分正确的。
- 2.47ἐὰν γὰρ ἀφέλωμεν τὰς τοῦ ἡλίου δύο καὶ τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι καὶ δύο ἄλλας ἀπὸ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας
该条件句由动词 ἀφέλωμεν 统领数个并列宾语:τὰς τοῦ ἡλίου δύο 和 τῆς σελήνης δύο,并通过 καὶ δηλονότι 顺接另一个并列宾语 καὶ δύο ἄλλας ἀπὸ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας。
- 2.47οὐδέ, εἰ τοῦτο γένοιτο, συνᾴδοντος τοῦ ἀριθμοῦ ταῖς ῥήσεσιν
这是一个内嵌了条件从句(εἰ τοῦτο γένοιτο)的独立属格结构(συνᾴδοντος τοῦ ἀριθμοῦ),作为让步性附加理由,用以否定前述将第七和第八天球视为同一天球的方案。
- 2.47τὰς μὲν ἀφαιροῦσαι, τὰς δὲ εἰς τὸ δέον καθιστῶσαι
为修饰主语(倒转诸天球)的阴性复数主格分词。它们分别对应前述的两个动词(ἀνελίττουσι 与 ἀνταναφέρουσι):前者消除上方运动(τὰς μὲν ἀφαιροῦσαι),后者将下方天球安置就位(τὰς δὲ εἰς τὸ δέον καθιστῶσαι)。
