- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:501.1-502.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用索西琴尼,论证了围绕不同轴线的天球运动复合(类比于平行四边形的对角线运动),并以土星和木星的天球系统为例,详细阐明了亚里士多德所设想的“倒转天球”的具体几何结构及其数目设置(各行星的运载球数减一)。
ταῦτα δὲ λέγομεν, φησίν, εἰ περὶ τοὺς αὐτοὺς εἶεν πόλους αἱ κινήσεις· εἰ δὲ μὴ περὶ τοὺς αὐτούς, ἄλλο τι συμβήσεται διὰ τὴν λοξότητα τῆς ἑτέρας σφαίρας· οὐ γὰρ οὕτω συγκείσεται τὰ τάχη, ἀλλ’ ὡς ἐπὶ τοῦ παραλληλογράμμου δείκνυσθαι εἴωθεν τῆς ἐπὶ τῆς διαμέτρου κινήσεως ἀποτελουμένης ἐκ δύο κινήσεων, μιᾶς μὲν σημείου τινὸς ἐπὶ τοῦ μήκους τοῦ παραλληλογράμμου κινουμένου, μιᾶς δὲ τούτου αὐτοῦ τοῦ μήκους καταγομένου ἰσοχρονίως διὰ τοῦ πλάτους τοῦ παραλληλογράμμου· ἔσται γὰρ ὁμοῦ τό τε σημεῖον ἐπὶ θατέρου πέρατος τῆς διαμέτρου καὶ ἡ τοῦ μήκους πλευρὰ κατηγμένη, καὶ οὐκ ἔστιν ἡ διάμετρος ἀμφοτέραις ἴση ταῖς περὶ αὐτὴν κεκλασμέναις,1 ἀλλ’ ἐλάσσων, ὥστε καὶ τὸ τάχος ἔλασσον μὲν τοῦ ἐξ ἀμφοῖν, σύγκειται δὲ ὅμως ἐξ ἀμφοῖν. Τούτοις τοίνυν κἀκεῖνο λέγεται παραπλήσιον· δύο σφαιρῶν ὁμοκέντρων οὐσῶν εἴτε περὶ τοὺς αὐτοὺς πόλους εἴτε περὶ ἑτέρους, ἐναντίως δὲ ἀλλήλαις περιαγομένων καὶ ἐλάσσονα τῆς ἐλάσσονος ἀντικινουμένης, συμπεριφερομένης δὲ ὑπὸ τῆς μείζονος, τὰ ἐν τῇ ἐλάσσονι σημεῖα ἐν πλείονι χρόνῳ ἐπὶ τὸ αὐτὸ ἥξει, ἢ εἰ ἐνδεδεμένη μόνως ἐτύγχανεν ἡ ἐλάσσων σφαῖρα ἐν τῇ μείζονι· διὰ γὰρ τοῦτο καὶ ἡ τοῦ ἡλίου αὐτοῦ ἀπ’ ἀνατολῆς ἐπ’ ἀνατολὴν ἀποκατάστασις βραδυτέρα ἐστὶ τῆς τοῦ κόσμου περιστροφῆς, διότι ἐπὶ τἀναντία κινεῖται τῷ παντὶ βραδύτερον, ὡς, εἴπερ ἴσον ἐκινεῖτο τῇ ἀπλανεῖ ἀντιπεριαγόμενος ἀεὶ κατὰ τὸν αὐτὸν χρόνον ἀποκαθιστάμενος, ἔμελλεν ἀεὶ τῷ αὐτῷ σημείῳ συνανατέλλειν. Τούτων οὖν προληφθέντων ὁ Σωσιγένης ἐλθὼν ἐπὶ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα περὶ τοῦ δεῖν καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας ἀνελιττούσας εἶναι σφαίρας μιᾷ ἐλάττους, εἰ μέλλοι τὰ φαινόμενα ἀποδοθήσεσθαι, ἐκτίθεται τὴν θεωρίαν τῆς κατὰ τὸν Ἀριστοτέλην σφαιροποιίας λέγων “ἦν τοίνυν τῶν τὸν Κρόνον φερουσῶν σφαιρῶν ἡ μὲν πρώτη κατὰ τὴν τῶν ἀπλανῶν φερομένη, ἡ δὲ δευτέρα κατὰ τὸν διὰ μέσων τῶν ζῳδίων ὑπολειπομένη, τρίτη δὲ ἡ κατὰ τὸν πρὸς ὀρθὰς τῷ διὰ μέσων τῶν ζῳδίων κύκλῳ, ἥτις παρέφερεν αὐτὸν κατὰ τὸ πλάτος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους· πρὸς ὀρθὰς δὲ ἦν ὁ κύκλος οὗτος τῷ διὰ μέσων, διότι ἐπ’ αὐτοῦ τοὺς πόλους εἶχεν, οἱ δὲ διὰ τῶν πόλων τέμνοντες καὶ πρὸς ὀρθὰς τέμνουσιν· ἡ δὲ τετάρτη ἡ τὸν ἀστέρα ἔχουσα κατὰ λοξοῦ κύκλου τινὸς αὐτὸν ἐκίνει τοῦ τὸ πλάτος τῆς ἐκτροπῆς ὁρίζοντος ἐπὶ τὴν ἄρκτον, ἵνα μὴ πλησίον γένηται τῶν τοῦ κόσμου πόλων. δεῖ τοίνυν νοῆσαι πέμπτην σφαῖραν ἄλλην πρὸ τῶν φερουσῶν τὴν διὰ τεττάρων2 περὶ πόλους τοὺς αὐτοὺς τῇ τετάρτῃ κινουμένην, ἐναντίως δὲ αὐτῇ καὶ ἐν ἴσῳ χρόνῳ στρεφομένην· αὕτη γὰρ ἀφαιρήσει τὴν τῆς τετάρτης κίνησιν διὰ τὸ περὶ τοὺς αὐτοὺς αὐτῇ φέρεσθαι πόλους, ἐναντίως μέντοι καὶ ἰσοχρονίως· τοῦτο γὰρ δέδεικται· καὶ μειώσει κατὰ τὸ φαινόμενον τὸ τάχος. μετὰ δὲ τὴν πέμπτην ἄλλην νοητέον ἕκτην τῇ μὲν τρίτῃ τοὺς πόλους τοὺς αὐτοὺς ἔχουσαν, ἀνελίσσουσαν δὲ αὐτὴν καὶ ἰσοχρονίως καὶ ἐναντίως κινουμένην, ἵνα σωθῇ τὰ φαινόμενα, καὶ τὰ σημεῖα τὰ ἐπὶ τῆς τρίτης ἀεὶ κατὰ τὴν αὐτὴν ἐπὶ τῆς πέμπτης φαίνηται κάθετον. μετὰ δὲ ταύτην ἑβδόμην προσθετέον τὴν ἀνελίττουσαν τὴν δευτέραν ἐνηρμοσμένην περὶ τοὺς πόλους τοῦ διὰ μέσων, περὶ οὓς καὶ ἐκείνη ἐκινεῖτο, ἐναντίως μέντοι καὶ ἰσοχρονίως τῇ δευτέρᾳ στρεφομένην, ἀφαιροῦσαν τὴν κίνησιν καὶ τὸ τάχος τὸ ἀπ’ αὐτῆς διικνούμενον εἰς τὰς ὑπ’ αὐτὴν σφαίρας· καὶ γὰρ ἡ δευτέρα συγκινουμένη τῇ ἀπλανεῖ προσετίθει τῷ τάχει τῶν ὑπ’ αὐτὴν τῷ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· στραφήσεται μὲν οὖν οὕτως ὁμοίως κινουμένη τῇ ἀπλανεῖ, οὐ μέντοι καὶ τὴν τάξιν ἕξει τῆς ἀπλανοῦς περὶ ἄλλους στρεφομένη πόλους καὶ οὐ τοὺς τῆς ἀπλανοῦς, ἀπ’ ἀνατολῶν δὲ ὅμως ἐπὶ δυσμάς.” μετὰ δὲ ταύτην ὀγδόην λοιπὸν νοητέον τὴν πρώτην τοῦ Διός, ὀρθῶς τοῦ Σωσιγένους ἐπιστήσαντος, ὡς οὐκ ἔστιν3 ἡ τελευταία τῶν τριῶν ἀνελιττουσῶν πρώτη τῶν τοῦ Διός, ὅπερ τινὲς ᾠήθησαν, ὅτι ἡ τελευταία τῶν τὰς ἐπάνω φορὰς ἀνελιττουσῶν πρώτη ἔσται τῶν τὸν ὑποκάτω ἀστέρα φερουσῶν, ὡς εἶναι τὴν αὐτὴν ἑβδόμην τε καὶ ἣν ἡμεῖς φαμεν ὀγδόην πρώτην οὖσαν τῶν τοῦ Διός· τοῦτο γὰρ συμβαίνει αὐτοῖς δὶς τὴν αὐτὴν ἀριθμεῖν σώζειν πειρωμένοις τὸν ἀριθμὸν τῶν ἀνελιττουσῶν τὸν ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον.
“但我们所说的这些情况,”他说,“是在运动围绕相同两极发生的前提下;如果不是围绕相同两极,则由于另一天球的倾斜,将会发生别的情况。因为速度将不会以这种方式复合,而是正如习惯上在平行四边形中所展示的那样:沿着对角线的运动是由两种运动所完成的,其一是某个点沿着平行四边形的长度运动,其二是该长度自身在相等时间内沿着平行四边形的宽度向下移动。因为该点到达对角线的另一端与长度之边被向下移动将同时发生,并且对角线并不等于折合于其两侧的两边[之和],而是更小,从而速度虽然小于二者之和,但仍然是由二者复合而成的。因此,与这些情况相近,也有如下说法:当存在两个同心球时,无论围绕相同两极还是不同两极,彼此反向周转,较小的一颗以较小的运动反向运动,同时被较大者带动一同运行,较小天球内的诸点到达同一位置所用的时间,将比该较小天球仅仅固定在较大天球之内时更长。正因如此,太阳自身从日出到日出的复归也比宇宙的周转要慢,因为它是以较慢的速度朝着与全宇宙相反的方向运动;以至于如果它以与恒星天等速的速度反向周转并始终在相同时间内复归,它本应始终与相同的点一同升起。 因此,在预设了这些前提之后,索西琴尼进而讨论亚里士多德所说的内容,即若要说明显现的现象,对于每一颗行星都必须有另外的、数目少一颗的倒转天球;他阐述了依照亚里士多德的天球制造理论,说道:‘那么,在承载土星的诸天球中,第一颗是依照恒星天的运行而运行的,第二颗是依照黄道中圈而落后的,第三颗是依照与黄道中圈成直角的圆圈的,它沿着宽度(纬度)将星体从南向北横向运载;而这个圆圈之所以与黄道中圈成直角,是因为它的两极位于黄道中圈之上,而穿过两极切割的圆圈也是成直角切割的;第四颗承载着星体的天球,则使星体沿着某一倾斜的圆圈运动,该圆圈限定了星体向北偏离的宽度,以使其不致接近宇宙的两极。因此,必须设想第五颗天球,这是位于承载通过四球之〔运行〕的诸天球之前(之下)的另一颗天球,它围绕与第四颗天球相同的两极运动,但与其反向且在相等时间内旋转;因为这颗天球由于围绕与它相同的两极运行、但反向且等速,将消除第四颗天球的运动——因为这已被证明——并在显现上减小其速度。而在第五颗之后,必须设想另一颗即第六颗天球,它具有与第三颗天球相同的两极,但将其倒转,并在相等时间内反向运动,以保全显现的现象,并使第三颗天球上的诸点在第五颗天球上始终显现于同一垂线上。在此之后,必须增加第七颗天球,用以倒转第二颗天球,它装设在黄道中圈的两极周围(第二颗天球此前也围绕这两极运动),但与第二颗天球反向且等速旋转,消除该天球的运动以及从该天球传递到其下诸天球的速度;因为第二颗天球与恒星天一同运动,向其下诸天球增加了从东向西的速度;因此它将这样旋转,以类似于恒星天的方式运动,但由于围绕其它两极而非恒星天的两极旋转,它并不具有恒星天的秩序,然而依然是从东向西运动。’在此之后,作为余下的第八颗天球,必须设想为木星的第一颗天球;索西琴尼正确地指出,三颗倒转天球的最后一颗并不是木星天球的第一颗,正如某些人所认为的那样(他们认为倒转上方运行的诸天球的最后一颗,将是承载其下星体的诸天球的第一颗,从而第七颗与我们所说的第八颗即木星的第一颗天球是同一颗);因为这些试图保全亚里士多德所说的倒转天球数目的人,结果是把同一颗天球计算了两次。”
- 2.47ἀμφοτέραις ἴση ταῖς περὶ αὐτὴν κεκλασμέναις
分词 κεκλασμέναις(动词 κλάω 的完成时被动分词与格阴性复数)是几何学术语,意为“折线”或折合相交的线,此处指平行四边形中夹着对角线的两条相邻边(长与宽)。该句基于三角形任意两边之和大于第三边(对角线)的几何学原理。
- 2.47πέμπτην σφαῖραν ἄλλην πρὸ τῶν φερουσῶν τὴν διὰ τεττάρων
介词短语 πρὸ τῶν φερουσῶν τὴν διὰ τεττάρων 指明了第五颗天球在顺序或空间上的相对位置。在由外向内(或反之)层层嵌套的同心球语境中,πρό 表示在其序列次序上位于承载土星的四颗天球之后紧接着介入的位置(面向下方木星天球)。
- 2.47ὀρθῶς τοῦ Σωσιγένους ἐπιστήσαντος, ὡς οὐκ ἔστιν
属格独立结构(τοῦ Σωσιγένους ἐπιστήσαντος)引出 ὡς 引导的说明从句,解释了索西琴尼所指出的内容(ἐφίστημι 意为“提醒注意、指出”)。此处指索西琴尼纠正了某些人的错误看法:那些人为了迎合亚里士多德关于倒转天球总数的记载,错误地将土星的最后一颗倒转天球与木星的第一颗承载天球等同起来。
