- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:499.4-501.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
简析索西琴尼如何借助同心球几何模型(反向运动相互抵消以及速度复合)来证明亚里士多德引入倒转天球的功用,即复归固有的速度并保持两极的应有位置。
ὅπως οὖν τοῦτο μὴ γένοιτο μηδὲ ἀπαντῴη τι τούτου γε ἕνεκα πλημμελές, ἐπενόησε “τὰς ἀνελιττούσας καὶ εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου”· οὕτω γὰρ δὴ καὶ κατὰ λέξιν εἶπεν ἄμφω μηνύων, ὧν ἕνεκα παρεισήγαγεν αὐτά, διὰ μὲν τοῦ φάναι ἀνελιττούσας τὴν τῆς κινήσεως ἀποκατάστασιν εἰς τὸ τάχος τὸ οἰκεῖον, διὰ δὲ τοῦ εἰπεῖν “εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου” τὴν τῶν πόλων ἐν τῷ προσήκοντι μονήν·1 κατὰ τούτους γὰρ ἡ τῶν φερομένων σφαιρῶν θέσις νοεῖται, εἴπερ μόνοι μένουσι. τὴν δὲ πρώτην ἔφη σφαῖραν ὑπ’ αὐτῶν ἀποκαθίστασθαι τοῦ ὑποκάτω τεταγμένου ἄστρου, ἐπειδὴ ταύτης τήν τε οἰκείαν θέσιν καὶ τὸ οἰκεῖον τάχος διὰ τὴν ἀνείλησιν λαβούσης τὰ τῶν ἑξῆς σφαιρῶν ἅπαντα διασώζεται. Ὅτι δὲ ταῦτα συμβαίνει, ἔδειξεν ὁ Σωσιγένης προεκθέμενός τινα χρήσιμα πρὸς τὸν λόγον, ὧν ἡ σύντομος ἔκθεσίς ἐστι τοιαύτη. δύο σφαιρῶν ὁμοκέντρων οὐσῶν, οἷον τῶν ΔΕ ΖΗ, καὶ περιεχομένων ἔξωθεν ὑπ’ ἄλλης εἴτε μενούσης εἴτε περιειλούσης ἐκείνας, ἐκείνων δὲ ἐναντίως κινουμένων ἀλλήλαις καὶ δι’ ἴσου χρόνου, τουτέστιν ἰσοταχῶς, πάντα τὰ ἐν τῇ περιεχομένῃ σημεῖα κατὰ ταὐτὸν ἀεὶ ἔσται πρὸς τὴν περιέχουσαν, ὡς ἂν εἰ καὶ μένουσα ἐτύγχανε.2 τῆς γὰρ ΔΕ κινουμένης ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, εἰ μὲν ἡ ἐλάσσων ἡ ΖΗ συνεπεστρέφετο μόνον καὶ μὴ ἀντεφέρετο, ὤφθη ἄν, ὡς τὸ Δ ποτε ὑπὸ τὸ Β, οὕτω καὶ τὸ Ζ συμφερόμενον τῷ Δ καὶ ἐν τῷ ἴσῳ χρόνῳ· ἐπειδὴ δὲ καὶ συμφέρονται, καὶ ἀντιφέρεται τῇ ΔΕ ἡ ΖΗ, ὅσον συμφερομένη προστίθησιν, ἀντιφερομένη τοσοῦτον ἀναλύει, καὶ γίνεται, ὅτε τὸ Δ ὑπὸ τὸ Β, τὸ Ζ ὑπὸ τὸ Α, καθάπερ ἐξ ἀρχῆς ἐφαίνετο· ὥστε ἀληθὲς τὸ προτεθέν. μενούσης μὲν οὖν τῆς ΑΒ δῆλον τὸ δειχθὲν καὶ † ὅπως ἀμφοτέρων ὑπαρχόντων τὸ τὴν ἐντὸς συμπεριφερομένην καὶ ἀντιφερομένην τῇ ἐκτὸς τοῖς αὐτοῖς ἀεὶ σημείοις τὴν αὐτὴν ἔχειν θέσιν καὶ οὔτε μόνον συμφερομένην οὔτε μόνον ἀντιφερομένην. εἰ δὲ δὴ καὶ ἐκινεῖτο ἡ ΑΒ εἴτε ἐναντίως εἴτε ἐπὶ ταὐτὰ τῇ δευτέρᾳ σφαίρᾳ τῇ ΔΕ, τὰ αὐτὰ συμβήσεται περὶ τὰ σημεῖα τῆς τρίτης τῆς ΖΗ συμφερομένης τῇ ΔΕ καὶ ἀντιφερομένης ὁμοίως. εἰ γὰρ τῆς ΑΒ σφαίρας ἀπὸ τοῦ Α ὡς ἐπὶ τὸ Β στραφείσης καὶ συνεπισπώσης τὴν ΔΕ, ὡς τὸ Δ ἐπὶ τὸ Ε ἐλθεῖν, ἡ μέση σφαῖρα αὐτὴ ἡ ΔΕ ἐπὶ τὰ ἐναντία ἢ ἐπὶ ταὐτὰ φέροιτο τῇ ΑΒ ᾡτινιοῦν τάχει πρὸς τὴν ΑΒ, πρὸς δὲ τὴν ΖΗ ἰσοχρονίως, καὶ διὰ τὸ συνεπιστρέφειν τὴν τρίτην τὸ Ζ σημεῖον ποιεῖ παραλλάττειν τὸ Α ἀλλ’ ἡ τρίτη σφαῖρα ἀντικινουμένη πάλιν ὑπὸ τὸ Α ποιήσει τὸ Ζ,3 καὶ ἀεὶ τούτου γινομένου πάντα τὰ ἐπὶ τῆς ΖΗ σφαίρας σημεῖα ὑπὸ ταὐτὰ ἔσται σημεῖα τῆς ΑΒ σφαίρας. Νῦν μὲν οὖν ὡς περὶ τὸν αὐτὸν ἄξονα κινουμένων τῶν σφαιρῶν δέδεικται τὸ προτεθέν, ὁ αὐτὸς δὲ λόγος, κἂν μὴ περὶ τὸν αὐτὸν ἄξονα κινῶνται· οὐ γὰρ διὰ τὴν κατὰ τῶν αὐτῶν παραλλήλων κίνησιν ἡ τῶν σημείων ὑπὸ τὰ αὐτὰ σημεῖα συμβαίνει θέσις, ἀλλὰ διὰ τὴν τῆς περιεχομένης συμπεριαγωγὴν πρὸς τὴν περιέχουσαν καὶ ἀντιπεριαγωγήν, ὅσον προσέθηκεν, ἀφαιροῦσαν εἴτε ἐπὶ λοξοῦ κύκλου εἴτε ἐπὶ ὀρθοῦ τῆς τε περιαγωγῆς γινομένης καὶ τῆς ἀντιπεριαγωγῆς. Πάλιν δὲ δύο σφαιρῶν ὁμοκέντρων ἐπὶ τὰ αὐτὰ κινουμένων ἑκατέρας ἐν τάχει τινὶ καὶ τῆς ἐλάσσονος οὐ μόνον συμφερομένης τῇ μείζονι, ἀλλὰ καὶ ἰδίαν ἐπὶ τὰ αὐτὰ κινουμένης κίνησιν, εἰ μὲν ἴσα τὰ τάχη, ἡ συγκειμένη κίνησις διπλάσιον δείξει τὸ τάχος, εἰ δὲ διπλάσιον τὸ τῆς ἑτέρας τάχος, τριπλάσιον ἔσται τὸ τῆς συγκειμένης καὶ ἑξῆς ὡσαύτως. εἰ γὰρ ἡ μείζων κινεῖ τὴν ἐλάσσονα τεταρτημόριον, καὶ αὕτη δὲ ἰσοταχὴς οὖσα τεταρτημόριον κινεῖται, δὶς ἔσται κεκινημένη τεταρτημόριον, ὥστε ἡ ἐξ ἀμφοῖν διπλασία τῆς ἑτέρας κινήσεως.
因此,为了使这种情况不发生,也不因这一缘故而产生任何差错,他设想了“那些进行倒转并在位置上始终使紧列其下的星体的第一颗天球复归到相同状态的天球”;因为他确实正是照字面这样说的,从而指明了他引入它们所为了的两种目的:通过说“进行倒转”,指明将运动复归到固有的速度;通过说“在位置上始终使紧列其下的星体的第一颗天球复归到相同状态”,指明两极保持在应有的状态;因为如果唯有两极保持静止,被承载的天球的位置正是根据它们来理解的。而他说紧列其下的星体的“第一颗天球”被它们复归,是因为当这一颗天球通过倒转而获得其固有的位置和固有的速度时,接续的诸天球的一切状态便全被保全了。 索西琴尼预先陈述了若干对论证有用的前提,随后证明了这些情况确实发生,其简要陈述如下。当存在两个同心球(如ΔΕ与ΖΗ),且从外被另一颗天球包容(不论这颗天球是静止的还是包绕着它们周转),而前两颗天球彼此反向且在相等的时间内运动(即等速运动)时,被包容之球上的所有点相对于包容之球将始终处于相同状态,正如包容之球碰巧静止那样。因为当ΔΕ从Α向Β运动时,如果较小的一颗ΖΗ仅仅被一同旋转而并不反向运行,那么正如Δ在某一时刻处于Β之下那样,Ζ也会被看到与Δ一同运行并在相等时间内处于其下;但由于它们既一同运行,且ΖΗ又相对于ΔΕ反向运行,因此它因同向运行所增加的量,正好被反向运行抵消了同等的量,结果是当Δ处于Β之下时,Ζ处于Α之下,正如最初所显现的那样;因此所设立的前提是真实的。 因此,当ΑΒ静止时,已被证明的事情是显然的,而且显而易见的是,在两种情况同时存在时,与外球一同周转且反向周转的内球,相对于相同的诸点始终保持相同的位置,既非仅仅同向运行,也非仅仅反向运行。如果ΑΒ确实也运动(不论是与第二颗天球ΔΕ反向还是同向),关于第三颗天球ΖΗ(它与ΔΕ一同运行且同样反向运行)上的诸点,也将发生相同的事情。因为如果当天球ΑΒ从Α向着Β旋转并连带拉动ΔΕ使Δ来到Ε时,中间的这颗天球ΔΕ自身以相对于ΑΒ的任意速度、但相对于ΖΗ在相等时间内与ΑΒ反向或同向运行,并且由于将第三颗天球一同旋转而使点Ζ偏离点Α,但反向运动的第三颗天球将再次使Ζ处于Α之下,且由于这种情况始终发生,ΖΗ天球上的所有点都将处于ΑΒ天球的相同诸点之下。 那么,方才所设立的前提是假定诸天球围绕同一轴线运动而得到证明的;但即使它们不围绕同一轴线运动,同样的论证依然成立。因为诸点处于相同诸点之下这一位置的出现,并不是由于沿着相同的纬度圈运动,而是由于被包容之球相对于包容之球的顺向周转与反向周转(反向周转减去了与顺向周转所增加的相等的量),不论这周转与反向周转是发生在倾斜的圆圈上还是立正的圆圈上。 再者,当两个同心球各自以某种速度向同一方向运动,且较小者不仅与较大者一同运行,而且自身也向同一方向进行固有运动时:如果速度相等,复合运动将显现出两倍的速度;如果其中一者的速度是两倍,复合运动的速度将是三倍,其余以此类推。因为如果较大的天球使较小的天球运动一个象限,而较小者本身等速也运动一个象限,那么它就将被运动了两次一个象限,从而由二者产生的运动便是一方运动的两倍。
- 2.47διὰ μὲν τοῦ φάναι ἀνελιττούσας τὴν τῆς κινήσεως ἀποκατάστασιν εἰς τὸ τάχος τὸ οἰκεῖον, διὰ δὲ τοῦ εἰπεῖν “εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου” τὴν τῶν πόλων ἐν τῷ προσήκοντι μονήν
在对比的两个介词短语(διὰ μὲν τοῦ φάναι... / διὰ δὲ τοῦ εἰπεῖν...)中,宾格名词短语 τὴν τῆς κινήσεως ἀποκατάστασιν 和 τὴν τῶν πόλων... μονήν 分别作为呼应前文 ἄμφω μηνύων 的宾语。此结构清晰地将亚里士多德引文的两个部分分别对应于两项物理要求:固有速度的复归与两极位置的稳定保持。
- 2.47πάντα τὰ ἐν τῇ περιεχομένῃ σημεῖα κατὰ ταὐτὸν ἀεὶ ἔσται πρὸς τὴν περιέχουσαν, ὡς ἂν εἰ καὶ μένουσα ἐτύγχανε
短语 ὡς ἂν εἰ 引导假设性比较(“正如……一样”),此处与未完成过去时直陈式(ἐτύγχανε)连用,表达与事实相反的设想(即即使外包天球实际在运动,内球各点与其相对关系也正如其静止时一样)。主句中的 κατὰ ταὐτὸν ... ἔσται 作谓语,表示“处于相同状态/相对位置”。
- 2.47καὶ διὰ τὸ συνεπιστρέφειν τὴν τρίτην τὸ Ζ σημεῖον ποιεῖ παραλλάττειν τὸ Α ἀλλ’ ἡ τρίτη σφαῖρα ἀντικινουμένη πάλιν ὑπὸ τὸ Α ποιήσει τὸ Ζ
在条件句(εἰ γὰρ ... φέροιτο ...)的归结从句中,前半部分(καὶ διὰ τὸ ... ποιεῖ)以现在时动词 ποιεῖ 完成了一个分句,随后通过 ἀλλά 转入对立的分句(ἀλλ’ ἡ τρίτη σφαῖρα ... ποιήσει),出现轻微的句式转折(破格)。中间天球试图使点Ζ发生偏移的倾向(用 ποιεῖ)与第三颗天球反向旋转将其重新复归于Α之下的实际结果(用将来时 ποιήσει)形成了鲜明对照。
