← 辛普里丘

亚里士多德《论天》注释

§4.7-5.17

关于全书主题为全部简单物体的论证

辛普里丘援引亚里士多德本人的文本(第三卷开篇及《气象学》序言),论证该著作的主题既非仅是天,亦非整个宇宙,而是包含天与四元素在内的全部简单物体,并审视与评判了亚历山大及后世注疏家的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

καὶ γὰρ ἵνα παραλίπω τὸ ἥμισυ σχεδὸν τῆς ὅλης εἶναι πραγματείας τὸν περὶ ἐκείνων λόγον,1 ἀλλὰ καὶ μετὰ τὴν περὶ τῶν οὐρανίων διδασκαλίαν, ἣν ἐν τοῖς πρώτοις δύο βιβλίοις τῆς πραγματείας παραδέδωκεν, ἀρχόμενος τοῦ τρίτου τῷ ἐπὶ τοῦ πρώτου πάλιν προοιμίῳ χρῆται τὴν συνέχειαν τοῦ συγγράμματος φυλάττων καὶ δεικνύς, ὅτι ἡ φυσικὴ πραγματεία περὶ σώματά ἐστιν, ὡς τὸν αὐτὸν σκοπὸν ἐχόντων καὶ τῶν δύο τῶν τελευταίων βιβλίων,2 καὶ ἐφεξῆς ἐπήγαγε τάδε “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται καὶ ποῖόν τι τὴν φύσιν καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον· λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν”, δύο λέγων τήν τε τοῦ κούφου συστοιχίαν καὶ τὴν τοῦ βαρέος. ἐν δὲ τῷ τῶν μετεώρων προοιμίῳ τάδε γέγραφε ‘περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης φυσικῆς κινήσεως, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον”. ἐν δὴ τούτοις μετὰ τὸν περὶ τῶν φυσικῶν ἀρχῶν λόγον κατὰ ταύτην δηλονότι τὴν πραγματείαν οὔτε περὶ κόσμου φησὶν εἰρηκέναι, ὡς ὁ Ἀλέξανδρος οἴεται, οὔτε περὶ τοῦ θείου καὶ ἀϊδίου μόνου σώματος, ὡς οἱ νεώτεροι τῶν ἐξηγητῶν, ἀλλὰ καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν προηγουμένως, πόσα τε καὶ ποῖα. δοκεῖ οὖν μοι σαφῶς ὁ Ἀριστοτέλης ἐν τούτοις περί τε τοῦ οὐρανοῦ καὶ περὶ τῶν ὑπὸ σελήνην τεσσάρων στοιχείων τὸν λόγον ποιεῖσθαι. ἵνα δὲ μὴ διεσπασμένος ὁ σκοπὸς ἀλλὰ πρὸς ἕν τι βλέπων ἀποδειχθῇ, ῥητέον, ὅτι μετὰ τὸν περὶ τῶν φυσικῶν ἀρχῶν λόγον, αἵτινες ἀρχαὶ τῶν φυσικῶν σωμάτων εἰσί, περὶ τῶν ἁπλῶν ἐνταῦθα λέγει σωμάτων, ἅπερ ἀπὸ τῶν ἀρχῶν τῶν φυσικῶν συνίσταται προσεχῶς καὶ μέρη τοῦ παντός ἐστιν. ὧν πρῶτον μὲν τὸ οὐράνιόν ἐστι σῶμα, ἀφ’ οὗ ὡς τιμιωτέρου τὴν πραγματείαν ἐπέγραψε· μετ’ ἐκεῖνο δὲ τὰ ὑπὸ σελήνην τέσσαρα στοιχεῖα τῶν συνθέτων σωμάτων γινόμενα.3 περὶ πάντων δὲ ὡς περὶ πρώτων καὶ ἁπλῶν ποιεῖται τὸν λόγον, διὸ καὶ στοιχεῖα πάντα κέκληκεν, οὐ τὰ ὑπὸ σελήνην μόνον, ἀλλὰ καὶ τὸν οὐρανόν, ὅταν λέγῃ “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων”, καθ’ ὅσον καὶ αὐτὸς ἁπλοῦν ἐστι σῶμα, ἐπεὶ οὐκ ἂν κυρίως λέγοιτο στοιχεῖον ὁ οὐρανός· οὐδὲ γὰρ συντίθεταί τι ἐξ αὐτοῦ, στοιχεῖον δέ ἐστιν, ἐξ οὗ πρώτου συντέθειταί τι καὶ εἰς ὃ ἔσχατον ἀναλύεται. καὶ εἴ γε μὴ καὶ περὶ κόσμου τὸν σκοπὸν εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ περὶ μόνων τῶν ἁπλῶν σωμάτων, οὐκ ἂν διηνέχθην πρὸς αὐτόν· εἰ δὲ καὶ περὶ κόσμου λέγοι καθ’ ὅσον περὶ τῶν ἁπλῶν πάντων τῶν ἐν τῷ κόσμῳ ἢ ὡς ἐν τῷ οὐρανῷ τοῦ ὅλου κόσμου περιεχομένου, ὡς Ἰάμβλιχός φησιν, ἀλλὰ μὴ περί τε τοῦ κόσμου παντὸς καὶ περὶ πάντων τῶν ἁπλῶν σωμάτων, ὡς αὐτὸς ἔγραψεν, οὐδὲν διαφέρομαι, ὥσπερ οὐδὲ πρὸς τοὺς περὶ τοῦ οὐρανοῦ λέγοντας εἶναι τὸν σκοπόν, εἰ καὶ οὗτοι κατὰ τὸν Ἰαμβλίχου νοῦν, καθ’ ὅσον ἀπ’ οὐρανοῦ καὶ τῶν κατ’ οὐρανὸν περιπολούντων ἤρτηται καὶ τὰ ὑπὸ σελήνην τέσσαρα στοιχεῖα. ἀλλ’ ὅ γε Ἀλέξανδρος τὴν μετ’ ὀλίγα τῆς ἀρχῆς ῥῆσιν ἐξηγούμενος, ἧς ἡ ἀρχή “περὶ μὲν οὖν τῆς τοῦ παντὸς φύσεως”, σαφῶς ἐν τῷ πρώτῳ βιβλίῳ προηγούμενον αὐτῷ λέγει τὸν περὶ τοῦ ὅλου κόσμου λόγον, τὸ δὲ δεύτερον τοὺς ὑπὲρ τοῦ οὐρανοῦ λόγους ἔχειν, ὥσπερ τὸ τρίτον καὶ τὸ τέταρτον τοὺς περὶ τῶν τεσσάρων στοιχείων.

因为即使我撇开关于那些[四元素]的论述几乎占据整部著作的一半这一点不谈,在著作的前两卷传授了关于天体的教导之后,他在开启第三卷时又重新使用了第一卷的序言,以保持著作的连贯性,并表明自然研究是关于物体的,视作最后两卷也具有相同的旨趣,随后他接着写道:“关于诸元素中的第一种,不仅其本性如何,而且它是不可毁灭和非生成的,已经谈论过了;余下的则是关于那两类进行讨论”,他所说的“两类”是指轻者的序列与重者的序列。而在《气象学》的序言中,他写下了这些话:“关于自然的最初原因以及一切自然运动,此外关于按照上方运行而整饬排列的星辰,以及物体的诸元素,它们有多少以及具有怎样的性质,它们相互间的转变,以及关于共同的生成与毁灭,以前已经谈论过了。”正是在这些话中,在关于自然原理的论述之后,显而易见在本著作中,他既没有像亚历山大所认为的那样说自己谈论了宇宙,也没有像较近代的注疏家那样说仅仅谈论了神圣且永恒的物体,而是首先也谈论了物体的诸元素,它们有多少以及具有怎样的性质。因此在我看来,亚里士多德在这些篇章中显然同时就天以及月下的四元素展开了论述。然而,为了证明其旨趣并非分裂而是着眼于单一对象,必须说明:在关于自然原理——它们是自然物体的原理——的论述之后,他在此处论述的是简单物体,它们直接由自然原理构成,并且是宇宙的组成部分。在这些物体中,第一种是天体,因其更为尊贵,他便以此为本著作题名;在此之后则是月下的四元素,它们成为复合物体的[质料]。他是把所有这一切当作首要且简单的物体来进行论述的,因此他也把这一切都称为元素,不仅是月下的元素,而且在他说“关于诸元素中的第一种”时也包括了天,只要天本身也是一种简单物体;因为严格说来天不能被称为元素,毕竟没有任何事物是由天构成的,而元素则是事物首先由之构成且最终分解于其中的东西。要是亚历山大没有说其旨趣也是关于宇宙的,而是说仅仅关于简单物体,我就不会与他产生分歧;而且如果他是说,本著作之所以关于宇宙乃是在于它是关于宇宙中所有简单物体的,或者如扬布里柯所说的那样,是因为整个宇宙被包容在天之内,而不是像他自己所写的那样“关于整个宇宙以及关于所有简单物体”,那么我也丝毫不持异议,正如对那些主张其旨趣是关于天的人,如果他们也是按照扬布里柯的见解,因为月下的四元素也依附于天和在天中巡行的诸星而如此主张,我也同样不持异议。但是亚历山大在诠释开篇不久后的一段话——其开端是“关于宇宙的本性”——时,明确声称对他〔亚里士多德〕而言,在第一卷中首要的是关于整个宇宙的论述,而第二卷包含关于天的论述,正如第三卷和第四卷包含关于四元素的论述一样。

语法注3 条
  1. 1.0ἵνα παραλίπω τὸ ἥμισυ σχεδὸν τῆς ὅλης εἶναι πραγματείας τὸν περὶ ἐκείνων λόγον

    ἵνα 加虚拟式(παραλίπω)构成修辞性的预提/让步从句(“姑且不谈……”、“且不说……”)。παραλίπω 的宾语是由冠词引导的不定式短语 τὸ ... εἶναι,其中 τὸν περὶ ἐκείνων λόγον 作不定式的宾格主语,τὸ ἥμισυ 作述语补足成分。

  2. 1.0ὡς τὸν αὐτὸν σκοπὸν ἐχόντων καὶ τῶν δύο τῶν τελευταίων βιβλίων

    由 ὡς 引导的属格独立结构,表示亚里士多德重复使用第一卷序言的主观理由或出发点,即视作最后两卷与前两卷具有同一旨趣。

  3. 1.0τῶν συνθέτων σωμάτων γινόμενα

    γινόμενα 是与 τέσσαρα στοιχεῖα 一致的中性复数分词。属格 τῶν συνθέτων σωμάτων 作述语性属格,表示“成为复合物体的构成质料/成分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:4.7-5.17