← 辛普里丘

亚里士多德《论天》注释

§497.5-499.4

卡利普斯增补的天球与倒转天球的作用

辛普里丘对比了欧多克索斯与卡利普斯同心天球系统的天球总数,并引述欧德谟关于卡利普斯增补天球之观测依据的记载。随后,他针对亚里士多德在《形而上学》中所提出的倒转天球,引述索西琴尼的论析,阐明其在保持旋转轴位置与固有速度方面的双重必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47#4

Αὕτη μὲν ἡ κατὰ Εὔδοξον σφαιροποιία εἴκοσι καὶ ἓξ τὰς πάσας ἐπὶ τῶν ἑπτὰ παραλαμβάνουσα ἓξ μὲν ἐπὶ ἡλίου καὶ σελήνης, εἴκοσι δὲ ἐπὶ τῶν πέντε. περὶ δὲ Καλλίππου τάδε γέγραφεν ὁ Ἀριστοτέλης ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά· “Κάλλιππος δὲ τὴν μὲν θέσιν τῶν σφαιρῶν τὴν αὐτὴν ἐτίθετο Εὐδόξῳ, τουτέστι τῶν ἀποστημάτων τὴν τάξιν, τὸ δὲ πλῆθος τῷ μὲν τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου τὸ αὐτὸ ἐκείνῳ ἀπεδίδου, τῷ δὲ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι σφαίρας, τὰ φαινόμενα εἰ μέλλοι τις ἀποδώσειν, τοῖς δὲ λοιποῖς τῶν πλανήτων ἑκάστῳ ἀνὰ μίαν”. ὡς εἶναι κατὰ Κάλλιππον τὰς πάσας πεντάκις πέντε καὶ δὶς τέσσαρας, τουτέστι τριάκοντα καὶ τρεῖς σφαίρας. οὔτε δὲ Καλλίππου φέρεται σύγγραμμα τὴν αἰτίαν τῶν προσθετέων τούτων σφαιρῶν λέγον, οὔτε Ἀριστοτέλης αὐτὴν προσέθηκεν, Εὔδημος δὲ συντόμως ἱστόρησε, τίνων φαινομένων ἕνεκα ταύτας προσθετέας εἶναι τὰς σφαίρας ᾤετο. λέγειν γὰρ αὐτόν φησιν, ὡς, εἴπερ οἱ μεταξὺ τροπῶν τε καὶ ἰσημεριῶν χρόνοι τοσοῦτον διαφέρουσιν, ὅσον Εὐκτήμονι καὶ Μέτωνι ἐδόκει, οὐχ ἱκανὰς εἶναι τὰς τρεῖς σφαίρας ἑκατέρῳ πρὸς τὸ σώζειν τὰ φαινόμενα1 διὰ τὴν ἐπιφαινομένην δηλονότι ταῖς κινήσεσιν αὐτῶν ἀνωμαλίαν. τὴν δὲ μίαν, ἣν ἐν ἑκάστῳ τῶν τριῶν πλανήτων Ἄρεος καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ προσετίθει, σφαῖραν, τίνος ἕνεκεν προσετίθει, συντόμως καὶ σαφῶς ὁ Εὔδημος ἱστόρησεν. ὁ δὲ Ἀριστοτέλης μετὰ τὸ ἱστορῆσαι τὴν τοῦ Καλλίππου δόξαν περὶ τῶν ἀνελιττουσῶν ἐπήγαγεν “ἀναγκαῖον δέ, εἰ μέλλουσι συντεθεῖσαι πᾶσαι τὰ φαινόμενα ἀποδώσειν, καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας2 καὶ εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου· οὕτω γὰρ μόνως ἐνδέχεται τὴν τῶν πλανήτων φορὰν ἅπαντα ποιεῖσθαι.” ταῦτα τοίνυν τοῦ Ἀριστοτέλους συντόμως οὕτως σαφῶς εἰρηκότος ὁ Σωσιγένης ἐγκωμιάσας τὴν ἀγχίνοιαν αὐτοῦ ἐπεχείρησεν εὑρεῖν τὴν χρείαν τῶν ὑπ’ αὐτοῦ προστιθεμένων σφαιρῶν καὶ λέγει, ὅτι δυοῖν ἕνεκα ταύτας, ἃς ἀνελιττούσας καλεῖ, φησὶν ἀναγκαῖον εἶναι προσγενέσθαι ταῖς ὑποθέσεσιν, ἵνα τε θέσις ἡ οἰκεία εἴη τῇ τε καθ’ ἕκαστον ἀπλανεῖ καὶ ταῖς ὑπ’ αὐτῇ, καὶ ὅπως τάχος τὸ οἰκεῖον ἐν πάσαις ὑπάρχοι· ἔδει γὰρ τήν γε ὁμοίαν τῇ τῶν ἀπλανῶν ἢ ἄλλῃ τινὶ σφαίρᾳ περί τε τὸν αὐτὸν ἄξονα ἐκείνῃ φέρεσθαι καὶ χρόνῳ ἴσῳ αὐτὴν περιστρέφεσθαι, ὧν οὐδὲν ἄνευ τῆς προσθέσεως τῶν ὑπὸ Ἀριστοτέλους λεγομένων σφαιρῶν ὑπάρξαι δυνατόν. ποιώμεθα δέ, φησί, τὸν λόγον τοῦ σαφοῦς ἕνεκα ἐπὶ τῶν φερουσῶν τὸν τοῦ Διὸς σφαιρῶν. εἰ τοίνυν ἐν τῇ τελευταίᾳ τῶν τοῦ Κρόνου τεττάρων, ἐν ᾗ καὶ αὐτὸς ἐνδέδεται, τοὺς πόλους τῆς πρώτης τῶν τοῦ Διὸς ἐναρμόσαιμεν, τίνα τρόπον οὗτοι μένειν δύναιντο ἂν ἐπὶ τοῦ ἄξονος τῆς τῶν ἀπλανῶν σφαίρας, ὅτε γε ἡ φέρουσα αὐτοὺς περὶ ἄλλον ἄξονα στρέφεται πλάγιον; ἀλλὰ μὴν δεῖ γε μένειν αὐτοὺς ἐπὶ τοῦ εἰρημένου ἄξονος ἐπὶ τῆς ἐξωτάτης φορᾶς, εἴπερ μέλλοι τὴν τάξιν τῆς τῶν ἀπλανῶν σφαίρας δέχεσθαι ἡ στρεφομένη σφαῖρα περὶ αὐτούς. ἔτι τοίνυν, ἐπειδὴ τῶν φερουσῶν τὸν τοῦ Κρόνου σφαιρῶν αἱ τρεῖς ὑπ’ ἀλλήλων τε καὶ τῆς πρώτης συνεπιστρέφονται, ἔχουσαι μέντοι καὶ αὐταὶ οἰκεῖόν τι τάχος, εἴη ἂν περὶ τὴν τετάρτην οὐχ ἁπλῆ τις ἡ κίνησις, ἀλλὰ πασῶν τῶν ὑπεράνω μετέχουσα· δειχθήσεται γάρ, ὅτι τῶν μὲν ἀντιφερομένων ἀφαιρεῖταί τι τοῦ διὰ τὴν συνεπιστρέφουσαν αὐταῖς τάχους ὑπάρχοντος, τῶν δὲ συνεπιστρεφομένων προστίθεταί τι τῇ διικνουμένῃ εἰς αὐτὰς κινήσει ἐκ τῆς ὑπεράνω σφαίρας διὰ τὴν ἴδιον αὐτῶν κίνησιν,3 ὥστε, εἴπερ ἐνδεθείη τῇ φερούσῃ τὸν τοῦ Κρόνου σφαίρᾳ ἡ πρώτη τῶν τοῦ Διὸς καὶ τάχος οἰκεῖον ἔχοι, ὡς ἐν κόσμου περιστροφῇ ἐπὶ ταὐτὸν πάλιν ἀναπολεῖν, αἱ τῶν ὑπεράνω σφαιρῶν κινήσεις οὐκ ἐάσουσι τουτὶ τὸ τάχος αὐτῇ παρεῖναι, ἀλλ’ ἔσται τις πρόσθεσις· φέρονται γὰρ ἐπὶ δυσμὰς καὶ αὗται φερομένης καὶ αὐτῆς ἐκείνης ἐπὶ ταὐτά. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἐφεξῆς· ἥ τε γὰρ κίνησις μᾶλλον καὶ μᾶλλον συντεθήσεται καὶ τὴν οἰκείαν θέσιν παραλλάξουσιν αὐτῶν οἱ πόλοι· δεῖ δέ, καθάπερ ἔφαμεν, οὐδέτερον τούτων συμβαίνειν.

这就是欧多克索斯的造球学说,它在七大天体上总共采纳了二十六颗天球:太阳和月亮有六颗,五大行星有二十颗。关于卡利普斯,亚里士多德在《形而上学》卷Λ中写下了如下内容:“卡利普斯设定天球的位置与欧多克索斯相同,即诸间距的次序相同;但在数目上,他将与欧多克索斯相同的数目分配给宙斯和克罗诺斯,但对于太阳和月亮,他认为如果有人要解释视现象,应当添加两颗天球,而对其余的行星则每颗各添加一颗。”因此按照卡利普斯的说法,总共有五乘以五加二乘以四,即三十三颗天球。然而既没有卡利普斯的著作流传下来陈述这些应当添加的天球的原因,亚里士多德也没有予以补充,但欧德谟简要地记述了他是为了何种视现象而认为应当添加这些天球的。因为他说卡利普斯指出,如果二至点与二分点之间的时间差异真如欧克忒蒙和默冬所认为的那么大,那么对于太阳和月亮的每一颗而言,三颗天球并不足以拯救视现象,这显然是由于在它们的运动中显现出的不均匀性。至于卡利普斯在阿瑞斯、阿佛洛狄忒和赫尔墨斯这三颗行星中各自添加的一颗天球,欧德谟也简要而明晰地记述了他是为了什么而添加的。 然而,亚里士多德在记述了卡利普斯的见解之后,就倒转天球补充道:“但是,如果所有天球结合起来要解释视现象,那么必然的是,针对每颗游动星体,应当有数量少一颗的另一些天球,它们进行倒转,并在位置上始终使紧列其下的星体的第一颗天球复归到相同状态;因为唯有如此,才可能使一切天球共同构成行星的运行。”既然亚里士多德说得如此简要而明晰,索西琴尼便赞赏了他的聪慧敏锐,并着手探讨由他所添加的那些天球的功用;他指出,出于两种缘故,他说必须将这些被称为倒转天球的诸球补充到假说中去:既为了使每颗行星中与恒星天相当的天球及其下的诸天球具有固有的位置,也为了使固有的速度存在于所有天球中。因为与恒星天相当的天球或与某种其他天球相当的天球,必须围绕与那个天球相同的轴运行,并在相等的时间内自身旋转,而若不添加亚里士多德所说的诸天球,这些条件无论哪一个都不可能具备。 “那么,”他说,“为了清楚起见,让我们以承载宙斯之星的诸天球为例进行论述。如果我们将宙斯之星的第一颗天球的两极嵌置在克罗诺斯之星的四颗天球中的最后一颗(星辰本身也固定于其中)之内,那么当承载它们的天球自身正围绕另一条倾斜的轴旋转时,这些两极又如何能够保持在恒星天球的轴上呢?然而,如果在它们周围旋转的天球要承接恒星天球的秩序,它们在最外层的运行中确实必须保持在上述的轴上。再者,由于承载克罗诺斯之星的诸天球中有三颗被彼此以及第一颗天球一同旋转,但它们自身也具有某种固有的速度,因此围绕第四颗天球的运动将不是某种单纯的运动,而是分享了上方所有天球的运动。因为我们将表明,对于反向运行的天球而言,由于与它们同转的天球之故而具有的速度会被减去一部分,而对于同向同转的天球而言,由于它们自身的固有运动,来自上方天球传递给它们的运动会被加上一部分;因此,即便宙斯之星的第一颗天球被固定在承载克罗诺斯之星的天球内,且具有在宇宙一次周转中再次循环到同一位置的固有速度,上方诸天球的运动也不会允许它保有这一速度,而是会有某种附加;因为上方诸天球也向西运行,同时那一颗天球自身也向同一方向运行。同样的论述也适用于接续的诸天球;因为运动将越来越被复合,而它们的两极也将偏离其固有的位置;然而正如我们所说的,这两种情况哪一种都不应当发生。”

语法注3 条
  1. 2.47λέγειν γὰρ αὐτόν φησιν, ὡς, εἴπερ οἱ μεταξὺ τροπῶν τε καὶ ἰσημεριῶν χρόνοι τοσοῦτον διαφέρουσιν, ὅσον Εὐκτήμονι καὶ Μέτωνι ἐδόκει, οὐχ ἱκανὰς εἶναι τὰς τρεῖς σφαίρας ἑκατέρῳ πρὸς τὸ σώζειν τὰ φαινόμενα

    此处为一个双重嵌套的间接引语结构。主句动词 φησιν(主语为前文的欧德谟)统辖“宾格加不定式”结构 λέγειν αὐτόν(卡利普斯指出),其后由连接词 ὡς 引入条件从句 εἴπερ... 并接续“宾格加不定式”短语 οὐχ ἱκανὰς εἶναι(其逻辑主语为 τὰς τρεῖς σφαίρας)。在 ὡς 引导的名词性从句中直接使用不定式,体现了后期希腊文常见的从属句混杂用法。

  2. 2.47καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας

    此处引自亚里士多德《形而上学》卷Λ第8章。μιᾷ ἐλάττονας(少一个)的比较基准根据上下文推知为各行星原有的承载天球之数。其中 ἑτέρας σφαίρας 充当表语,而 τὰς ἀνελιττούσας 为主语,意为“倒转的天球是数量少一个的另一些天球”。

  3. 2.47τῶν μὲν ἀντιφερομένων ἀφαιρεῖταί τι τοῦ διὰ τὴν συνεπιστρέφουσαν αὐταῖς τάχους ὑπάρχοντος, τῶν δὲ συνεπιστρεφομένων προστίθεταί τι τῇ διικνουμένῃ εἰς αὐτὰς κινήσει ἐκ τῆς ὑπεράνω σφαίρας διὰ τὴν ἴδιον αὐτῶν κίνησιν

    平行对应的属格短语 τῶν μὲν ἀντιφερομένων 与 τῶν δὲ συνεπιστρεφομένων 充当关系属格(置于句首,意为“在逆向运转的天球的情形中……而在同向共转的天球的情形中……”)。动词 ἀφαιρεῖται 与 προστίθεται 均作被动用法,其逻辑主语均为不定代词 τι。前半句中 τοῦ... ὑπάρχοντος 是由 ἀφαιρεῖται 所要求的夺格性属格(从……中减去),后半句中 τῇ δικνουμένῃ... κινήσει 则是由 προστίθεται 所要求的与格(被加到……之中)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:497.5-499.4