- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:495.8-497.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修总结了月亮三颗天球的功能(周日旋转、黄道退行、纬度极点的行差),随后详细阐释了亚里士多德所载欧多克索斯关于五大行星的四天球学说,阐明第三与第四天球的复合运动如何通过生成马绊线(hippopede)来解释行星的黄纬变化与逆行。
τὴν μὲν οὖν πρώτην ὑπέθετο σφαῖραν διὰ τὴν ἀπ’ ἀνατολῶν αὐτῆς ἐπὶ δυσμὰς περίοδον, τὴν δὲ δευτέραν διὰ τὴν ὑπὸ τὰ ζῴδια φαινομένην αὐτῆς ὑπόλειψιν, τὴν τρίτην δὲ διὰ τὸ μὴ ἐν τοῖς αὐτοῖς τοῦ ζῳδιακοῦ σημείοις βορειοτάτην τε καὶ νοτιωτάτην φαίνεσθαι γινομένην, ἀλλὰ μεταπίπτειν τὰ τοιαῦτα σημεῖα τῶν ζῳδίων ἀεὶ ἐπὶ τὰ προηγούμενα. διὸ δὴ καὶ τὴν σφαῖραν ταύτην ἐπὶ ταὐτὰ τῇ τῶν ἀπλανῶν κινεῖσθαι, τῷ δὲ τὴν μετάπτωσιν παντάπασιν ὀλίγην γίνεσθαι καθ’ ἕκαστον μῆνα τῶν εἰρημένων σημείων βραδεῖαν αὐτῆς τὴν ἐπὶ δυσμῶν κίνησιν ὑπεστήσατο.1 Τοσαῦτα μὲν δὴ καὶ περὶ σελήνης, περὶ δὲ τῶν πέντε πλανήτων τὴν δόξαν ἐκτιθέμενος αὐτοῦ ὁ Ἀριστοτέλης διὰ τεττάρων σφαιρῶν τούτους κινεῖσθαί φησιν, ὧν ἡ πρώτη τε καὶ ἡ δευτέρα αἱ αὐταὶ καὶ τὴν αὐτὴν ἔχουσαι θέσιν ταῖς ἐπί τε ἡλίου καὶ σελήνης πρώταις δύο· ἥ τε γὰρ ἁπάσας περιέχουσα καθ’ ἕκαστον αὐτῶν ἐστι σφαῖρα περὶ τὸν ἄξονα τοῦ κόσμου στρεφομένη ἐπὶ δυσμὰς ἀπ’ ἀνατολῶν ἰσοχρονίως τῇ τῶν ἀπλανῶν, καὶ ἡ δευτέρα τοὺς πόλους ἐν τῇ πρώτῃ ἔχουσα περὶ ἄξονα καὶ πόλους τοῦ διὰ μέσων τῶν ζῳδίων ἔμπαλιν τὴν στροφὴν ποιεῖται ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ἐν ᾧ χρόνῳ ἕκαστος αὐτῶν δοκεῖ τὸν ζῳδιακὸν κύκλον διεξιέναι· διὸ ἐπὶ μὲν τοῦ τε Ἑρμοῦ ἀστέρος καὶ τοῦ Ἑωσφόρου ἐνιαυτῷ φησι τὴν τῆς δευτέρας σφαίρας συντελεῖσθαι, ἐπὶ δὲ τοῦ Ἄρεος ἔτεσι δυσίν, ἐπὶ δὲ τοῦ Διὸς δώδεκα ἔτεσι, ἐπὶ δὲ τοῦ Κρόνου τριάκοντα, ὃν Ἡλίου ἀστέρα οἱ παλαιοὶ προσηγόρευον. αἱ δὲ λοιπαὶ δύο ὧδέ πως ἔχουσιν· ἡ μὲν τρίτη καθ’ ἕκαστον τοὺς πόλους ἔχουσα ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων τοῦ ἐν τῇ καθ’ ἕκαστον δευτέρᾳ σφαίρᾳ νοουμένου ἀπὸ μεσημβρίας ἐπὶ τὰς ἄρκτους ἐπιστρέφεται, ἐν ᾧ ἕκαστος χρόνῳ ἀπὸ φάσεως ἐπὶ τὴν ἐφεξῆς φάσιν παραγίνεται τὰς πρὸς ἥλιον ἁπάσας σχέσεις διεξιών, ὃν καὶ διεξόδου χρόνον οἱ ἀπὸ τῶν μαθημάτων καλοῦσιν. ἔστι δὲ οὗτος ἄλλῳ ἄλλος, διὸ καὶ οὐκ ἰσοχρόνιος ἅπασιν ἡ τῆς τρίτης σφαίρας στροφή, ἀλλά, καθάπερ Εὔδοξος ᾤετο, τῷ μὲν Ἀφροδίτης ἀστέρι ἐν μησὶν ἐννεακαίδεκα, τῷ δὲ τοῦ Ἑρμοῦ ἐν ἡμέραις δέκα καὶ ἑκατόν, τῷ δὲ τοῦ Ἄρεος ἐν μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι, τῷ δὲ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου ἑκατέρῳ ἔγγιστα ἐν μησὶ τρισκαίδεκα. ἡ μὲν οὖν τρίτη σφαῖρα οὕτω καὶ ἐν τοσούτῳ χρόνῳ κινεῖται· ἡ δὲ τετάρτη σφαῖρα, ἥτις καὶ τὸ ἄστρον φέρει, περὶ λοξοῦ τινος κύκλου στρέφεται πόλους ἰδίους καθ’ ἕκαστον, ἐν ἴσῳ μέντοι χρόνῳ τὴν στροφὴν τῇ τρίτῃ ποιεῖται ἐναντίως ἐκείνῃ κινουμένη ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· ὁ δὲ λοξὸς οὗτος κύκλος ἐγκεκλίσθαι πρὸς τὸν μέγιστον τῶν ἐν τῇ τρίτῃ σφαίρᾳ παραλλήλων λέγεται ὑπ’ αὐτοῦ οὐκ ἴσον οὐδὲ ταὐτὸν ἐφ’ ἁπάντων. φανερὸν οὖν, ὅτι ἡ μὲν ὁμοίως τῇ τῶν ἀπλανῶν στρεφομένη πάσας τὰς λοιπάς, ἅτε ἐν ἀλλήλαις τοὺς πόλους ἐχούσας, ἐπιστρέφει τάς τε ταὐτά, ὥστε καὶ τὴν τὸ ἄστρον φέρουσαν καὶ αὐτὸ τὸ ἄστρον· καὶ διὰ ταύτην δὴ τὴν αἰτίαν ἀνατέλλειν τε καὶ δύνειν ὑπάρξει ἑκάστῳ αὐτῶν. ἡ δὲ δευτέρα σφαῖρα τὴν ὑπὸ τὰ δώδεκα ζῴδια πάροδον αὐτῷ παρέξεται· στρέφεται γὰρ περὶ τοὺς τοῦ διὰ μέσων τῶν ζῳδίων πόλους καὶ συνεπιστρέφει τάς τε λοιπὰς δύο σφαίρας καὶ τὸν ἀστέρα ἐπὶ τὰ ἑπόμενα τῶν ζῳδίων, ἐν ᾧ χρόνῳ ἕκαστος δοκεῖ τὸν ζῳδιακὸν διανύειν κύκλον. ἡ δὲ τρίτη σφαῖρα τοὺς πόλους ἔχουσα ἐπὶ τοῦ ἐν τῇ δευτέρᾳ διὰ μέσων τῶν ζῳδίων ἀπὸ μεσημβρίας τε πρὸς ἄρκτον στρεφομένη καὶ ἀπ’ ἄρκτου πρὸς μεσημβρίαν συνεπιστρέψει τὴν τετάρτην καὶ ἐν αὐτῇ τὸν ἀστέρα ἔχουσαν καὶ δὴ τῆς κατὰ πλάτος κινήσεως ἕξει τὴν αἰτίαν· οὐ μὴν αὐτὴ μόνη· ὅσον γὰρ ἐπὶ ταύτῃ καὶ πρὸς τοὺς πόλους τοῦ διὰ μέσων τῶν ζῳδίων ἧκεν ἂν ὁ ἀστὴρ καὶ πλησίον τῶν τοῦ κόσμου πόλων ἐγίνετο· νυνὶ δὲ ἡ τετάρτη σφαῖρα περὶ τοὺς τοῦ 〈τοῦ〉 ἀστέρος λοξοῦ κύκλου στρεφομένη πόλους ἐπὶ τἀναντία τῇ τρίτῃ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς καὶ δ’ ἐν ἴσῳ χρόνῳ τὴν στροφὴν αὐτῶν ποιουμένη τό τε ἐπὶ πλέον ὑπερβάλλειν τὸν διὰ μέσων τῶν ζῳδίων παραιτήσεται καὶ τὴν λεγομένην ὑπὸ Εὐδόξου ἱπποπέδην περὶ τὸν αὐτὸν τουτονὶ κύκλον τῷ ἀστέρι γράφειν παρέξεται,2 ὥστε, ὁπόσον τὸ τῆς γραμμῆς ταύτης πλάτος, τοσοῦτον καὶ ὁ ἀστὴρ εἰς πλάτος δόξει παραχωρεῖν, ὅπερ ἐγκαλοῦσι τῷ Εὐδόξῳ.
因此,他假定第一颗天球是为了月亮从东向西的周转;第二颗天球是为了它在黄道带下显现出的落后;第三颗天球则是由于月亮显现为最偏北与最偏南的位置并不在黄道带的同一诸点上,而是黄道带上的这类点总是向着前导的方向转移。正因如此,这颗天球也与恒星天球同向运动;又由于上述诸点的转移在每个月里都极其微小,他便设定它向西的运动是缓慢的。 关于月亮的情况就是如此;而亚里士多德在阐述欧多克索斯关于五大行星的见解时指出,这些行星是通过四个天球运动的,其中第一颗和第二颗天球与太阳和月亮中的前两颗天球相同,且具有相同的位置。因为对每颗行星而言,包围所有天球的那颗天球,是围绕宇宙之轴从东向西与恒星天球等时旋转的;而第二颗天球的两极位于第一颗天球之内,在各行星似乎运行完黄道圈的时间内,围绕黄道中央圈的轴与两极反向从西向东进行旋转。因此他指出,在赫尔墨斯之星与晨星[金星]的情形中,第二颗天球的旋转在一年内完成;在阿瑞斯之星的情形中是在两年内;在宙斯之星的情形中是在十二年内;而在克罗诺斯之星(古人称之为赫利俄斯之星)的情形中则是在三十年内。 余下的两颗天球情况大致如下:对每颗行星而言,第三颗天球的两极位于每颗行星第二颗天球中所设想的黄道中央圈上,在每颗行星经历与太阳的所有相位关系、从一个视相进入接续的视相的时间内,从南向北旋转,数学之徒也将这一时间称为“遍历时间”。这一时间因行星而异,因此第三颗天球的旋转对所有行星并非等时,而是如欧多克索斯所认为的,对阿佛洛狄忒之星是在十九个月内,对赫尔墨斯之星是在一百一十天内,对阿瑞斯之星是在八个月零二十天内,而对宙斯之星与克罗诺斯之星的每一颗,则大约是在十三个月内。第三颗天球便是如此且在这么长的时间内运动的。 另一方面,承载着星辰的第四颗天球,围绕着每颗行星特有的某个斜交圈的两极旋转,但以与第三颗天球相等的时间进行旋转,向着与它相反的方向从东向西运动;他指出,这个斜交圈相对于第三颗天球中最大的平行圈是倾斜的,且在所有行星的情形中倾斜程度既不相等也不相同。显而易见的是,与恒星天球同样旋转的那颗天球,既然诸天球将两极置于彼此之中,便将所有其余的天球带向同一方向,从而也将承载星辰的天球以及星辰本身一同旋转;正因这一缘故,升起与落下便属于它们之中的每一颗。 第二颗天球将为它提供在十二宫之下的穿行;因为它围绕黄道中央圈的两极旋转,并在各行星似乎运行完黄道圈的时间内,将余下的两颗天球及星辰一同带向十二宫的后续方向。 第三颗天球的两极位于第二颗天球中的黄道中央圈上,从南向北又从北向南旋转,将其内有着星辰的第四颗天球一同旋转,并且它确实掌握着黄纬运动的原因;然而并非它单独如此。因为仅就这颗天球而言,星辰本会到达黄道中央圈的两极,并接近宇宙的两极;但事实上,第四颗天球围绕星辰斜交圈的两极、向着与第三颗天球相反的方向从东向西旋转,并以相等的时间完成它们的旋转,从而阻止了星辰过度逾越黄道中央圈,并使星辰围绕这同一个圈描绘出欧多克索斯所谓的马绊线,以至于这条线的宽度有多大,星辰显现为向黄纬偏离的幅度也就有多大,而这正是人们指责欧多克索斯的地方。
- 2.47τῷ δὲ τὴν μετάπτωσιν παντάπασιν ὀλίγην γίνεσθαι καθ’ ἕκαστον μῆνα τῶν εἰρημένων σημείων βραδεῖαν αὐτῆς τὴν ἐπὶ δυσμῶν κίνησιν ὑπεστήσατο
带冠词的与格不定式 τῷ ... γίνεσθαι 作原因状语,修饰主要动词 ὑπεστήσατο。承接前句的间接引语不定式(διὸ δὴ καὶ ... κινεῖσθαι),它表明其因果逻辑:正因为上述诸点的位移每月极微小,他才设定该天球向西的运动是缓慢的。
- 2.47τό τε ἐπὶ πλέον ὑπερβάλλειν τὸν διὰ μέσων τῶν ζῳδίων παραιτήσεται καὶ τὴν λεγομένην ὑπὸ Εὐδόξου ἱπποπέδην περὶ τὸν αὐτὸν τουτονὶ κύκλον τῷ ἀστέρι γράφειν παρέξεται
主语为“第四颗天球”(ἡ τετάρτη σφαῖρα)。动词 παραιτήσεται(“阻止”、“避免”)以冠词不定式短语 τό ... ὑπερβάλλειν 作直接宾语。接续的动词 παρέξεται(“使能够”、“促成”)搭配与格 τῷ ἀστέρι(逻辑主语)及不定式 γράφειν,而 ἱπποπέδην 则是 γράφειν 的宾语。
