← 辛普里丘

亚里士多德《论天》注释

§493.11-495.8

欧多克索斯关于日月的三个同心天球模型

辛普里修详细阐释了欧多克索斯为解释太阳和月亮的视运动而提出的同心天球模型(各由三个天球组成)的结构与旋转联动关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47#2

Εὐδόξῳ τοίνυν καὶ τοῖς πρὸ αὐτοῦ τρεῖς ὁ ἥλιος ἐδόκει κινεῖσθαι κινήσεις τῇ τε τῶν ἀπλανῶν σφαίρᾳ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριαγόμενος καὶ αὐτὸς τὴν ἐναντίαν διὰ τῶν δώδεκα ζῳδίων φερόμενος καὶ τρίτον ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων εἰς τὰ πλάγια παρεκτρεπόμενος· καὶ γὰρ καὶ τοῦτο κατείληπτο ἐκ τοῦ μὴ κατὰ τὸν αὐτὸν ἀεὶ τόπον ἐν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ταῖς χειμεριναῖς ἀνατέλλειν. διὰ τοῦτο οὖν ἐν τρισὶν αὐτὸν φέρεσθαι ἔλεγον σφαίραις, ἃς ὁ Θεόφραστος ἀνάστρους ἐκάλει ὡς μηδὲν ἐχούσας ἄστρον καὶ ἀνταναφερούσας μὲν πρὸς τὰς κατωτέρω, ἀνελισσούσας δὲ πρὸς τὰς ἀνωτέρω.1 τριῶν γὰρ οὐσῶν περὶ αὐτὸν κινήσεων ἀδύνατον ἦν τὰς ἐναντίας ὑπὸ τοῦ αὐτοῦ κινεῖσθαι, εἴ γε μὴ καθ’ αὑτὸν μήτε ὁ ἥλιος μήτε ἡ σελήνη μήτε ἄλλο τι τῶν ἄστρων κινεῖται, πάντα δὲ ἐνδεδεμένα φέρεται τῷ κυκλικῷ σώματι. εἰ μὲν δὴ τήν τε κατὰ μῆκος περίοδον καὶ τὴν εἰς πλάτος παραχώρησιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐποιεῖτο, αὐτάρκεις ἂν ἦσαν δύο σφαῖραι, μία μὲν ἡ τῶν ἀπλανῶν ἐπὶ δυσμὰς περιοῦσα, ἑτέρα δὲ πρὸς ἕω περὶ ἄξονα στρεφομένη ἐνδεδεμένον μὲν τῇ προτέρᾳ, πρὸς ὀρθὰς δὲ ὄντα λοξῷ κύκλῳ, καθ’ οὗ τὴν πορείαν ἔδοξεν ἄν ποιεῖσθαι ὁ ἥλιος. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν κύκλον ἐν ἄλλῳ χρόνῳ περίεισι, τὴν δὲ κατὰ πλάτος παραχώρησιν ἐν ἄλλῳ τῳ ποιεῖται, ἀνάγκη καὶ τρίτην προσλαβεῖν σφαῖραν, ὅπως ἑκάστη κίνησις ἑκάστην τῶν φαινομένων περὶ αὐτὸν ἀποδιδῷ. ταύτῃ τοίνυν τριῶν οὐσῶν τῶν σφαιρῶν καὶ πασῶν ὁμοκέντρων ἀλλήλαις τε καὶ τῷ παντὶ τὴν μὲν τὰς δύο περιέχουσαν περὶ τοὺς τοῦ κόσμου πόλους ὑπετίθετο στρέφεσθαι ἐπὶ ταὐτὰ2 τῇ τῶν ἀπλανῶν καὶ ἰσοχρονίως ταύτῃ ἀποκαθισταμένην, τὴν δὲ ταύτης μὲν ἐλάττω, μείζω δὲ τῆς λοιπῆς, ἐπιστρέφεσθαι περὶ ἄξονα, καθάπερ εἴρηται, πρὸς ὀρθὰς ὄντα τῷ τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπιπέδῳ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, τὴν δὲ ἐλαχίστην καὶ αὐτὴν μὲν ἐπιστρέφεσθαι ἐπὶ ταὐτὰ τῇ δευτέρᾳ, περὶ ἄξονα μέντοι ἕτερον, ὃς νοοῖτο ἂν ὀρθὸς πρός τινος κύκλου ἐπίπεδον μεγίστου καὶ λοξοῦ, ὃν ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν δοκεῖ φερόμενος ὑπὸ τῆς ἐλαχίστης σφαίρας, ἐν ᾗ καὶ ἐνδέδεται. τὴν δ’ οὖν ὑπόλειψιν τῆς σφαίρας ταύτης βραδυτέραν πολλῷ τίθεται ἢ τὴν τῆς περιεχούσης αὐτήν, μέσης δὲ οὔσης τῷ τε μεγέθει καὶ τῇ θέσει, ὡς ἔστι δῆλον ἐκ τοῦ Περὶ ταχῶν αὐτῷ γεγραμμένου συγγράμματος. ἡ μὲν οὖν μεγίστη τῶν σφαιρῶν ἐπὶ ταὐτὰ τοῖς ἀπλανέσιν ἄμφω τὰς λοιπὰς ἐπιστρέφει3 διὰ τὸ τῆς μὲν φέρειν ἐν ἑαυτῇ ὄντας τοὺς πόλους, ἐκείνην δὲ τοὺς τῆς τρίτης τῆς φερούσης τὸν ἥλιον, ὁμοίως δὲ ἔχουσαν ἐν ἑαυτῇ τοὺς πόλους μεθ’ ἑαυτῆς, ἐφ’ ἃ περιάγεται, συνεπιστρέφειν καὶ ταύτην καὶ ἅμα ταύτῃ τὸν ἥλιον, οὕτω τε φαίνεσθαι αὐτὸν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φερόμενον συμβαίνει. καὶ εἰ μέν γε ἀκίνητοι ἦσαν καθ’ ἑαυτὰς αἱ δύο σφαῖραι ἥ τε μέση καὶ ἡ ἐλαχίστη, ἰσοχρόνιος κόσμου στροφῇ γίνοιτο ἂν ἡ τοῦ ἡλίου περιαγωγή, νῦν δέ, ἐπεὶ πρὸς τοὐναντίον αὗται ἀποστρέφονται, ὑστερεῖ τοῦ εἰρημένου χρόνου ἡ ἀπ’ ἀνατολῆς ἐπὶ τὴν ἑξῆς ἀνατολὴν τοῦ ἡλίου ἀπονόστησις. Καὶ ταῦτα μὲν περὶ τὸν ἥλιον, περὶ δὲ τὴν σελήνην τὰ μὲν κατὰ ταὐτά, τὰ δὲ οὐ κατὰ ταὐτὰ διετάξατο· τρεῖς μὲν γὰρ σφαίρας καὶ ταύτην εἶναι τὰς φερούσας, διότι καὶ τρεῖς αὐτῆς ἐφαίνοντο εἶναι κινήσεις, τούτων δὲ μίαν μὲν τὴν ὁμοίως κινουμένην τῇ τῶν ἀπλανῶν, ἑτέραν δὲ ἐναντίως μὲν ταύτῃ, περὶ ἄξονα δὲ στρεφομένην πρὸς ὀρθὰς ὄντα τῷ ἐπιπέδῳ τοῦ διὰ μέσου τῶν ζῳδίων, καθάπερ καὶ ἐφ’ ἡλίου, τρίτην δὲ οὐκέτι καθάπερ ἐφ’ ἡλίου, ὅτι κατὰ μὲν τὴν θέσιν ὁμοίως, κατὰ δέ γε τὴν κίνησιν οὐχ ὁμοίως, ἀλλ’ ἐναντίως μὲν τῇ δευτέρᾳ, τῇ δὲ πρώτῃ φερομένην ἐπὶ ταὐτὰ βραδεῖαν μὲν κίνησιν κινουμένην, περὶ ἄξονα δ’ οὖν στρεφομένην ὀρθὸν πρὸς τὸ ἐπίπεδον τοῦ κύκλου, ὃς ἐπινοηθείη ἂν ὑπὸ τοῦ κέντρου τῆς σελήνης γραφόμενος ἐγκεκλιμένος πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων τοσοῦτον, ὅσον ἡ πλείστη κατὰ πλάτος τῇ σελήνῃ παραχώρησις γίνεται· φανερὸν δέ, ὅτι οἱ τῆς τρίτης σφαίρας πόλοι ἀπὸ τῶν τῆς δευτέρας διεστῶτες ἂν εἶεν περιφέρειαν ἐπὶ τοῦ δι’ ἀμφοῖν νοουμένου μεγίστου κύκλου, ἡλίκη ἐστὶν ἡ ἡμίσεια τοῦ πλάτους, ὃ κινεῖται ἡ σελήνη.

因此,对欧多克索斯及先于他的人们来说,太阳似乎作三种运动:随恒星天球一同从东向西旋转;自身穿过黄道十二宫向相反方向运动;第三,相对于黄道中央之圈向侧面偏离;因为从太阳在夏至与冬至并不总是在同一地点升起这一事实中,这一现象也已被把握到了。因此他们便说,太阳是在三个天球中运行的;泰奥弗拉斯托斯称这些天球为无星天球,因为它们不带任何星辰,并且相对于较低的天球起反向抬升的作用,而相对于较高的天球则起退行的作用。因为关于太阳既然有三种运动,如果太阳、月亮以及其他任何星辰都不是独自运动,而是全部嵌在圆周物体中运转,那么相反的运动就不可能由同一事物所驱动。如果太阳在同一时间内完成黄经周期与黄纬偏离,那么两个天球就足够了:一个是向西运转的恒星天球,另一个则围绕一根固定在前者之中、但垂直于斜交圈的轴向东旋转,太阳似乎正是沿着这个斜交圈运行的。但事实并非如此,而是在一个时间内绕行圆圈,在另一个时间内进行黄纬偏离,因此就必然还要增设第三个天球,以便每一种运动都能解释观察到的关于太阳的各现象。既然如此,当天球为三个且彼此同心并与全宇宙同心时,他假定包围其余两者的天球围绕宇宙的两极与恒星天同向旋转,并与它在相等时间内复原;那颗比它小但比余下一颗大的天球,正如所说,围绕垂直于黄道中央圈平面的轴从西向东旋转;而最小的天球自身也与第二颗天球同向旋转,但围绕着另一根轴,这根轴可被设想为垂直于某个最大且斜交的圈的平面,太阳由嵌有它的最小天球带动时,其中心似乎正是描绘出这个圈的。正如欧多克索斯在其所著《论速度》一书中所阐明的,他设定该天球的落后速度远慢于包围着它、在大小与位置上居中的那天球。因此,最大的天球将余下的两颗天球带向与恒星相同的方向,这是因为它自身承载着第二颗天球的两极,而第二颗天球又承载着承载太阳的第三颗天球的两极;由于以同样的方式将两极容纳于自身之内,它将第三颗天球以及与之一同的太阳与自身一同带向其旋转所及的方向,这样就使得太阳显现为从东向西运行。如果居中与最小的两颗天球自身不动,太阳的旋转就会与宇宙的旋转等时;但现在,由于它们向相反方向回转,太阳从一次日出到下一次日出的复归就落后于上述时间。 关于太阳的情况就是如此;而关于月亮,他的安排有些与太阳相同,有些则不相同。因为他说承载月亮的天球也是三个,由于它也显现出三种运动;其中一个与恒星天球类似地运动;另一个与此相反,围绕垂直于黄道中央圈平面的轴旋转,正如在太阳的情形中那样;但第三个却不再如太阳的情形那样,因为在位置上虽相似,但在运动上却不相似,而是与第二颗天球相反、与第一颗天球同向运行,作缓慢的运动,围绕着垂直于某圈平面的轴旋转——该圈可被设想为由月亮中心所描绘,且相对于黄道中央圈倾斜,其倾斜程度等于月亮在黄纬上所产生的最大偏离。显而易见的是,第三颗天球的两极与第二颗天球的两极,在通过两者的所设想的大圆上所相距的弧长,等于月亮所运动的黄纬宽度的一半。

语法注3 条
  1. 2.47ἀνταναφερούσας μὲν πρὸς τὰς κατωτέρω, ἀνελισσούσας δὲ πρὸς τὰς ἀνωτέρω

    分词 ἀνταναφερούσας 和 ἀνελισσούσας 与前述关系代词 ἅς(指无星天球)同格,说明各天球的天文学功能。介词短语 πρὸς τὰς κατωτέρω 和 πρὸς τὰς ἀνωτέρω 分别表示“相对于较低层的[天球](起逆向承载作用)”与“相对于较高层的[天球](起抵消/退行作用)”,标明了各天球之间旋转运动传递与相消的相对指向。

  2. 2.47τρίτην δὲ οὐκέτι καθάπερ ἐφ’ ἡλίου, ὅτι κατὰ μὲν τὴν θέσιν ὁμοίως, κατὰ δέ γε τὴν κίνησιν οὐχ ὁμοίως, ἀλλ’ ἐναντίως μὲν τῇ δευτέρᾳ, τῇ δὲ πρώτῃ φερομένην ἐπὶ ταὐτὰ

    宾格分词 φερομένην 在性、数、格上与前文承前的直接宾语 τρίτην [σφαῖραν](第三天球)相一致。句首的 τρίτην δὲ οὐκέτι καθάπερ ἐφ’ ἡλίου 省略了前文的动词 διετάξατο(安排)或不定式 εἶναι。ὅτι 从句对比了 θέσις(极轴倾斜的几何位置)与 κίνησις(旋转运动方向),明确指出月球的第三天球与第二球方向相反,即与第一天球(周日运动)同向运转。

  3. 2.47ἡ μὲν οὖν μεγίστη τῶν σφαιρῶν ἐπὶ ταὐτὰ τοῖς ἀπλανέσιν ἄμφω τὰς λοιπὰς ἐπιστρέφει

    该长句的核心骨架是主语 ἡ μὲν οὖν μεγίστη τῶν σφαιρῶν、主动词 ἐπιστρέφει 及其直接宾语 ἄμφω τὰς λοιπάς(其余两球)。紧随其后的原因状语 διὰ τὸ ... 统领并列的宾格不定式结构(τῆς μὲν φέρειν ... ἐκείνην δὲ [φέρειν] ...)以及伴随分词 ἔχουσαν 的不定式 συνεπιστρέφειν,阐明了最外层天球如何依次承载内层各球之两极并带动其旋转的机械联动结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:493.11-495.8