← 辛普里丘

亚里士多德《论天》注释

§491.12-493.11

退行天球的机制与同心球假说的起源

辛普里丘注解亚里斯多德《论天》293a4,借由退行天球的机制与有限运动能力的相称性来解释为何行星天球仅含有一颗星,并回顾了从欧多克索斯、卡利普斯到亚里斯多德的同心天球假说的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47#1

" Καὶ ἔτι διὰ τοῦτο ἓν ἔχουσι σῶμα αἱ ἄλλαι σφαῖραι ἕως τοῦ παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστιν." Ἄλλο τοῦτο ἐπιχείρημα ἢ δεύτερον ἢ τρίτον τὴν αἰτίαν ἀπὸ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν ἀποδιδὸν τοῦ τὰς μὲν πλανωμένας ἓν ἄστρον ἔχειν ἑκάστην, τὴν δὲ ἀπλανῆ τοσαῦτα. λέγει οὖν, ὅτι ἡ σφαῖρα ἡ τὸ ἓν ἄστρον ἔχουσα τὸ πλανᾶσθαι λεγόμενον ἐν πολλαῖς σφαίραις ταῖς ἀνελιττούσαις καλουμέναις ἤ, ὡς ὁ Θεόφραστος αὐτὰς καλεῖ, ταῖς ἀνάστροις ἐνδεδεμένη φέρεται τελευταία οὖσα τῆς ὅλης αὐτῶν συντάξεως, οἷον τῶν τὸν Κρόνον ἢ τὸν Δία ἢ τῶν ἄλλων τινὰ κινουσῶν· καὶ ἑκάστῃ μέντοι τούτων τῶν σφαιρῶν τῇ τε ἄστρον ἐχούσῃ καὶ ταῖς ταύτην περιεχούσαις ἴδιόν ἐστι κατὰ φύσιν ἁπλῆ κίνησις, ἡ δὲ ποικιλία καὶ ἀνωμαλία τοῦ ἀστέρος προποδίζειν τε καὶ ὑποποδίζειν δοκοῦντος καὶ προστιθέναι καὶ ἀφαιρεῖν τοῖς ἀριθμοῖς καὶ στηρίζειν ἔξωθεν πρόσκειται· ὑπὸ γὰρ τῶν ἀνελιττουσῶν γίνεται κινουμένης μὲν ἑκάστης αὐτῶν, ὡς εἴρηται, κατὰ τὴν ἑαυτῆς ἰδίαν κίνησιν, κινούσης δὲ τὴν τὸ ἄστρον ἔχουσαν ἄλλης ἄλλως κατὰ τὴν ἑαυτῆς οἰκείαν κίνησιν. ἐπειδὴ οὖν ἑκάστη σφαῖρα σῶμα τυγχάνει ὄν, τῇ δὲ ἐξωτάτω καθ’ ἑκάστην σύνταξιν σὺν τῇ ἀπλανεῖ κινουμένῃ πρὸς τῇ ἰδίᾳ κινήσει πρόσκειται τὸ καὶ τὰς ἄλλας τὰς ὑφ’ ἑαυτῆς περιεχομένας κινεῖν κοινῶς τὴν αὐτὴν κίνησιν πάσας, ἣν αὐτὴ κινεῖται, ἐργῶδες ἂν ἦν αὐτῇ κινεῖν καὶ σφαίρας σωματικὰς τοσαύτας καὶ τὴν τὸ ἓν ἄστρον ἔχουσαν μηκέτι ἓν ἔχουσαν ἀλλὰ πολλά,1 ὥσπερ καὶ τῇ ἀπλανεῖ. τὸ δὲ ἐργῶδες ἔδειξεν ὁ Ἀριστοτέλης διὰ τοῦ εἰπεῖν παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστιν. εἰ μὲν γὰρ ἄπειρον εἶχε δύναμιν τὸ κινοῦν, οὐδὲν ἂν ἦν πρᾶγμα ὁσαοῦν ὑποβάλλειν αὐτῷ πρὸς τὸ κινεῖσθαι, ἐπειδὴ δὲ σῶμα ὂν πεπερασμένον πεπερασμένην ἔχει δύναμιν, πρὸς πεπερασμένον ἂν εἴη αὕτη ἡ δύναμις καὶ σύμμετρον αὐτῇ καὶ οὐ πρὸς ὁποιονοῦν. εἰ οὖν ὑπεραίρει τὴν τῆς μιᾶς σφαίρας κινητικὴν δύναμιν πρὸς τὸ κινεῖσθαι ὑπ’ αὐτῆς τὰ τοσαῦτα σώματα, εἰ καὶ πολλοὺς εἶχεν ἀστέρας ἡ τὸν ἕνα ἔχουσα σφαῖρα, ἐργῶδες ἂν ὄντως ἦν τὸ ἐπίταγμα. Δοκεῖ δέ μοι ὁ λόγος οὗτος ὡς ἐπ’ ἐκείνῳ προϊέναι τῷ λέγοντι πολλὴν ὑπεροχὴν εἶναι τῆς ἀπλανοῦς πρὸς τὰς πλανωμένας· ἐπεὶ τί ἐκώλυεν, ὥσπερ ἡ ἀπλανὴς τούς τε ἐν αὐτῇ πάντας ἀστέρας καὶ τὰς περιεχομένας ὑφ’ αὑτῆς σφαίρας πάσας ἑαυτῇ συγκινεῖ, οὕτω καὶ τὴν ἐξωτάτω τῶν ἀνελιττουσῶν τάς τε ὑφ’ ἑαυτὴν ἀνελιττούσας κινεῖν καὶ τὴν τὸ ἄστρον μηκέτι ἓν ἀλλὰ πολλὰ ἔχουσαν; εἰ μὴ ἄρα τι διάφορον ἔχει τὸ τὴν μὲν ἀπλανῆ μετὰ τῶν ἄστρων ὑφεστῶσαν καὶ κινουμένην τὴν ἑαυτῆς κίνησιν οὕτω τὰς περιεχομένας ὑπ’ αὐτῆς συμπεριάγειν, τὴν δὲ τὸ πλανώμενον ἄστρον ἔχουσαν, εἰ πλῆθος εἶχεν ἀστέρων, τὴν ὑπ’ ἄλλου κίνησιν ἐργωδεστέραν ποιεῖν τῷ κινοῦντι. τὸ δὲ ἐργῶδες, οὐχ ὅτι βάρος ἔχει τὰ σώματα ἐκεῖνα· τοῦτο γὰρ ἀποδεικτικῶς ὁ Ἀριστοτέλης ἀπέφησεν· ἀλλ’ ὅτι χρὴ πάντως καὶ ἐν ἐκείνοις συμμετρίαν τοῦ κινοῦντος πρὸς τὸ κινούμενον εἶναι, δι’ ὃ τὴν ἀπόδειξιν ἀπὸ ταύτης ὁ Ἀριστοτέλης πεποίηται. Ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τοῦτο τὸ ἐπιχείρημα ὡς ἐπὶ ἀληθῶς ὑφεστώσαις προῆλθε ταῖς κατὰ τὰς ἀνελιττούσας ἀστρολογικαῖς ὑποθέσεσιν οὐδεμίαν ἐχούσαις ἀνάγκην, ὡς καὶ πρότερον εἶπον, εἴπερ καὶ ἄλλοι δι’ ἄλλων ὑποθέσεων ἔσωσαν τὰ φαινόμενα. οἰκεῖον δὲ ἂν εἴη τοῖς περὶ τοῦ οὐρανοῦ καὶ τῶν οὐρανίων κινήσεων λόγοις τὸ καὶ περὶ τῶν ὑποθέσεων τούτων βραχέα διαλεχθῆναι, ὧν ὑποτεθεισῶν ἕκαστοι σώζειν τὰ φαινόμενα διετείνοντο.2 καὶ εἴρηται καὶ πρότερον, ὅτι ὁ Πλάτων ταῖς οὐρανίαις κινήσεσι τὸ ἐγκύκλιον καὶ ὁμαλὲς καὶ τεταγμένον ἀνενδοιάστως ἀποδιδοὺς πρόβλημα τοῖς μαθηματικοῖς προὔτεινε, τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ ἐγκυκλίων καὶ τεταγμένων κινήσεων δυνήσεται διασωθῆναι τὰ περὶ τοὺς πλανωμένους φαινόμενα, καὶ ὅτι πρῶτος Εὔδοξος ὁ Κνίδιος ἐπέβαλε ταῖς διὰ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν ὑποθέσεσι. Κάλλιππος δὲ ὁ Κυζικηνὸς Πολεμάρχῳ συσχολάσας τῷ Εὐδόξου γνωρίμῳ μετ’ ἐκεῖνον εἰς Ἀθήνας ἐλθὼν τῷ Ἀριστοτέλει συγκατεβίω τὰ ὑπὸ τοῦ Εὐδόξου εὑρεθέντα σὺν τῷ Ἀριστοτέλει διορθούμενός τε καὶ προσαναπληρῶν· τῷ γὰρ Ἀριστοτέλει νομίζοντι δεῖν τὰ οὐράνια πάντα περὶ τὸ μέσον τοῦ παντὸς κινεῖσθαι ἤρεσκεν ἡ τῶν ἀνελιττουσῶν ὑπόθεσις3 ὡς ὁμοκέντρους τῷ παντὶ τὰς ἀνελιττούσας ὑποτιθεμένη καὶ οὐκ ἐκκέντρους, ὥσπερ οἱ ὕστερον.

“并且还由于这个缘故,其他天球具有单一物体”至“而每一有限物体的能力都是相对于有限者而言的”。 这是另一个论证,或是第二个或是第三个,它从所谓的退行天球出发,说明何以漫游之星的各天球都只有一颗星,而恒星天球却有如此众多。因此他说,拥有被称为漫游之星的单颗星辰的天球,是嵌在许多被称为退行的——或者如泰奥弗拉斯托斯所称的无星的——天球之中而运转的,它是它们整个系统中最末(最内)的一个,例如带动土星或木星或其余诸星之一的天球系统;而且确实,对于这些天球中的每一个,无论对于带星的天球还是包围它的诸天球,本性上固有的都是单纯运动,而星辰看似顺行、逆行、在数值上增加与减少以及留驻的千变万化与不规则,则是从外部加于其上的。因为这是由退行天球所造成的,正如所说,它们各自按照自身的固有运动而被带动,同时又各以不同方式按照自身的特有运动带动那颗带星的天球。既然每个天球都是一个物体,而对于每个系统中随恒星天一同运动的最外层天球而言,除了其固有运动之外,还被赋予了将其所包围的其他天球共同带动进它自身所作的同一运动之中的任务,那么,如果那颗带单星的天球不再带一颗而是正如恒星天那样带许多颗星,那么既带动如此多的物体的天球、又带动那颗带单星的天球,对它而言就会是吃力的。亚里斯多德通过说“而每一有限物体的能力都是相对于有限者而言的”表明了这种吃力。因为如果推动者拥有无限的能力,那么无论交付给它多少东西去推动,都不会成为问题;但既然作为一个有限的物体而拥有有限的能力,这种能力就必定是相对于有限的且与其相称的物体而言的,而非相对于任意的物体。因此,如果由单一天球带动如此多的物体运动超出了它的推动能力,那么带单星的天球若也带有多颗星辰,所受的指令就确实会是吃力的了。 但在我看来,这个论述是基于那个声称恒星天相对于漫游诸星具有极大优越性的论点而展开的;否则,有什么能阻碍,正如恒星天将其内部的所有星辰以及被它所包围的所有天球与自身一同运动那样,退行天球的最外层同样带动其下的退行天球以及那颗不再带一颗而是带多颗星的天球呢?除非这两者真有什么不同:恒星天与其星辰一同实存并作自身的运动,因而以这种方式带动被它包围的诸天球一起旋转;而拥有漫游之星的天球如果拥有众多星辰,就会使由他者引起的运动对于推动者而言更为吃力。这种吃力并非因为那些物体具有重量——因为亚里斯多德已经论证性地否定了这一点——而是因为在那些事物中,推动者与被推动者之间也完全必须存在相称性,亚里斯多德正是由此出发作出论证的。 然而应当注意到,正如我此前所言,这一论证也是把关于退行天球的天文学假说当作真实实存的前提而展开的,尽管这些假说并不具有必然性,因为其他人也曾通过其他假说拯救了现象。对于关于天及天体运动的论述而言,简要讨论一下这些假说也是恰当的,正是假定了这些假说,各派才坚称拯救了现象。此前也曾说过,柏拉图毫不犹豫地将圆周、匀速和有序的运动赋予天体运动,并向数学家们提出了一个问题:在假定何种事物的前提下,能够通过匀速、圆周和有序的运动来拯救关于漫游之星的现象;而克尼多斯的欧多克索斯最先致力于通过所谓退行天球的假说。基齐库斯的卡利普斯在师从欧多克索斯的门徒波勒马库斯之后,继他之后来到雅典并与亚里斯多德共同生活,与亚里斯多德一起修正并补充了欧多克索斯的发现;因为对于认为所有天体都必须围绕宇宙中心运动的亚里斯多德来说,退行天球的假说是令人满意的,因为它假定退行天球与宇宙同心,而不像后来的学者那样假定为偏心的。

语法注3 条
  1. 2.47ἐργῶδες ἂν ἦν αὐτῇ κινεῖν καὶ σφαίρας σωματικὰς τοσαύτας καὶ τὴν τὸ ἓν ἄστρον ἔχουσαν μηκέτι ἓν ἔχουσαν ἀλλὰ πολλά

    主节动词短语 ἐργῶδες ἂν ἦν 支配不定式 κινεῖν,其宾语由 καὶ... καί 并列两项:σφαίρας σωματικὰς τοσαύτας 与 τὴν τὸ ἓν ἄστρον ἔχουσαν(省略了 σφαῖραν)。其后的分词 μηκέτι ἓν ἔχουσαν 在反事实假设的框架中具有条件意义(“如果它不再具有一颗而是具有多颗”)。

  2. 2.47ὧν ὑποτεθεισῶν ἕκαστοι σώζειν τὰ φαινόμενα διετείνοντο.

    关系代词 ὧν 与分词 ὑποτεθεισῶν 构成属格独立结构(ὧν ὑποτεθεισῶν),回指先行词 τούτων τῶν ὑποθέσεων。在句法骨架上,它作为带有条件意味的独立属格修饰先行词:“在假定这些假说的情况下,各派坚称拯救了现象”。

  3. 2.47τῷ γὰρ Ἀριστοτέλει νομίζοντι δεῖν τὰ οὐράνια πάντα περὶ τὸ μέσον τοῦ παντὸς κινεῖσθαι ἤρεσκεν ἡ τῶν ἀνελιττουσῶν ὑπόθεση

    动词 ἤρεσκεν 的主语是 ἡ τῶν ἀνελιττουσῶν ὑπόθεσις(退行天球的假说),与格 τῷ Ἀριστοτέλει 表示主体(“为亚里斯多德所喜好/令亚里斯多德满意”)。与该与格一致的分词短语 νομίζοντι δεῖν... 表达原因(“因为亚里斯多德认为所有天体都必须围绕宇宙中心运动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:491.12-493.11