- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:489.31-491.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了亚里士多德在《天论》卷二第十二章中对第二个疑难(为何恒星天以单一运动带动无数星辰,而每颗行星却需要多个运动)的解答,在批判前代诠释家的同时,论述了第一天球的优越性以及通过比例所实现的均等化。
" Περὶ δὲ τῆς ἀπορίας ἕως τοῦ πολλὴν ὑπεροχὴν εἶναι τῆς πρώτης πρὸς τὰς ἄλλας." Δύο προθεὶς ἀπορίας καὶ τὴν πρώτην διαλύσας ἐπὶ τὴν δευτέραν μέτεισι τὴν ζητοῦσαν, διὰ τί ἡ μὲν ἀπλανὴς μία οὖσα σφαῖρα καὶ μίαν κινουμένη φορὰν τοσοῦτον ἔχει πλῆθος ἀστέρων ὡς ἀνάριθμον δοκεῖν πάντων μίαν κίνησιν τὴν τῆς ἀπλανοῦς κινουμένων, τῶν δὲ πλανᾶσθαι λεγομένων ἕκαστον ἰδίαν κίνησιν εἴληφε κατὰ τὴν σφαῖραν, ἐν ᾗ μόνον αὐτό ἐστι. ταύτην οὖν τὴν ἀπορίαν τρισὶν ἢ δυοῖν ἐπιχειρήμασι λύων τὸ πρῶτον εἴρηκεν ἀπὸ τῆς ὑπεροχῆς, ἣν ἔχει πρὸς τὰς ἄλλας σφαίρας ἡ ἀπλανής· κἂν γὰρ πᾶσαι καὶ ζωὴν καὶ ἀρχικὸν ἀξίωμα ἔχωσιν, ἐννοῆσαι χρὴ πολλὴν ὑπεροχὴν εἶναι καὶ ζωῆς καὶ ἀρχῆς τῆς πρώτης πρὸς τὰς ἄλλας. δηλοῖ δὲ τὴν ὑπεροχὴν τῆς δυνάμεως ἥ τε ἄμεσος συγγένεια πρὸς τὸ πρῶτον ποιοῦν τε καὶ κινοῦν αἴτιον καὶ τὸ πάντων τῶν ἄλλων εἶναι περιεκτικὴν καὶ τὸ συμπεριφέρειν ἑαυτῇ τὰς ἄλλας καὶ ἔτι μέντοι τὸ διὰ μιᾶς καὶ ἁπλῆς κινήσεως καὶ σχεδὸν ἀχρόνου, εἴ τις ἐννοήσοι τὸ μέγεθος, ὁλοκλήρου τυγχάνειν τοῦ τελεωτάτου ἀγαθοῦ· ὥστε τάχα ἄν τις δικαιότερον τὸ ἐναντίον θαυμάσειεν, εἰ τοσοῦτον ὑπερφέρουσα λόγον ὅμως ἀριθμητικόν τινα δυνάμεως ἔχει πρὸς τὰς ἄλλας, ὃν τὸ πλῆθος τῶν ὑπ’ αὐτῆς κινουμένων ἀστέρων πρὸς ἓν ἕκαστον τῶν ἐν ταῖς ἄλλαις ἐνδεδεμένων.1
“关于这一疑难”至“第一者相对于其他各者具有极大的优越性”。 在提出了两个疑难并解决了第一个疑难之后,他转向探究第二个疑难:为何恒星天球作为一个单一的球体并以单一的位移运动,却拥有如此众多以致显得不可胜数的星辰,且全都随着恒星天的单一运动而运动;而每一颗所谓的漫游之星[行星],却各自根据它单独所在的球体获得了独特的运动?于是,他用三个或两个论证来解决这一疑难,首先从恒星天球相对于其他天球所拥有的优越性出发陈述论点。因为即使所有的天球都具有生命和统治的尊严,也必须认识到第一天球的生命与统治权相对于其他天球具有极大的优越性。表明其力量之优越性的,乃是它与第一作用因及运动因的直接亲缘性、对其他所有天球的包容性、将其他天球与自身一同旋转运转,以及若有人考量其规模,它通过单一、单纯且几乎不占时间的运动,便能全然获得最完满的善。因此,人们或许更有理由对相反之事感到惊异:它若如此超越,却何以对其他天球仍保持着某种力量的数值比例,正如它所带动的星辰之多数相对于固定在其他天球中的每一颗单星的比例一样。
"Εἴη δ’ ἂν ἥδε2 συμβαίνουσα κατὰ λόγον ἕως τοῦ τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς." Τοῦτο οὐ χρή, φασί, τοῖς ἐπάνω συνάπτοντας συγχεῖν τοὺς λόγους, ἀλλ’ ὡς δεύτερον ἐπιχείρημα ἀποδέχεσθαι. λέγει γάρ, ὅτι ἡ μὲν πρώτη φορὰ ἡ τῶν ἀπλανῶν μία οὖσα πολλὰ κινεῖ τῶν θείων σωμάτων κατὰ τὴν μίαν ἑαυτῆς κίνησιν, αἱ δὲ τῶν πλανωμένων φοραὶ καθ’ ἕκαστον ἀστέρα πολλαὶ οὖσαι πολλῶν σφαιρῶν ἓν σῶμα πολλὰς κινοῦσι κινήσεις· ἕκαστον γὰρ τῶν πλανωμένων ἄστρων πλείους φέρεται φορὰς ὑπὸ πλειόνων τῶν ἀνελιττουσῶν καλουμένων φερόμενον. ταύτῃ οὖν, φησί, καὶ τὴν τοσαύτην ὑπεροχὴν ἀνισάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν τῇ μὲν μιᾷ φορᾷ τῆς ἀπλανοῦς πολλὰ ἀποδοῦσα σώματα τῶν ἀπλανῶν ἀστέρων, τῷ δὲ ἑνὶ σώματι τοῦ πλανωμένου ἀστέρος πολλὰς κινήσεις. καὶ οἱ μὲν ἐξηγηταὶ ὡς ἴδιον αὐτόθεν τοῦτο τάττοντες ἐπιχείρημα μὴ συνάπτειν αὐτὸ τῷ προτέρῳ παρακελεύονται· μήποτε δέ,3 εἰ μὴ συνάπτοιτο ἐκείνῳ, ἀδιανόητόν ἐστι τὸ εἴη δ’ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον. τίς γὰρ ἥδε, εἰ μὴ πρὸς τὴν ὑπεροχὴν ἀποδέδωκε; τὸ γὰρ λέγειν ἥδε ἡ θέσις καὶ ἡ τάξις καὶ ἡ δοκοῦσα ἀνισότης, ὡς ὁ Ἀλέξανδρός φησι, πολὺ τὸ ἐλλειπτικὸν ἔχει τῆς ἑρμηνείας. μήποτε οὖν πολλὴν εἰπὼν τὴν ὑπεροχὴν τῆς ἀπλανοῦς πρὸς τὰς πλανωμένας καὶ διὰ τούτου λύσας τὴν ἀπορίαν ἐφεξῆς δείκνυσιν, ὅτι καὶ ἥδε ἡ ὑπεροχὴ ἀνισάζεταί πως διὰ τῆς ἀναλογίας ὑπὸ τῆς θείας δημιουργίας. ὡς γὰρ ἡ μία κίνησις τῆς ἀπλανοῦς ἔχει πρὸς τὰ πολλὰ ὑπ’ αὐτῆς κινούμενα ἄστρα, οὕτω τὸ πλανώμενον ἓν ἄστρον πρὸς τὰς κινουμένας αὐτῷ πολλὰς κινήσεις. εἰ γὰρ μὴ οὕτως τις ἀποδέξαιτο τὸ εἰρημένον, ἀλλ’ ὡς ἴδιον καθ’ αὑτὸ τελέως ἐπιχείρημα, μήποτε καὶ ἀνατρεπτικόν ἐστι τοῦ πρὸ αὐτοῦ ῥηθέντος, εἴπερ ἐκεῖνο μὲν τὴν ὑπεροχήν, τοῦτο δὲ τὴν ἀνίσωσιν ᾐτιάσατο.
“而这也应是合乎理智地发生的”至“而对于单一物体则[赋予了]多个位移”。 他们说,不应当把这句话与前文连缀而混淆了论述,而应将其视为第二个论证来接受。因为他说,恒星的第一位移虽是单一的,却在自身的单一运动中带动了许多神圣的物体;而漫游之星的位移就单个星辰而言是多数的,属于多个天球,以许多运动带动着一个物体。因为漫游之星中的每一颗都是由更多的所谓退行天球所带动,因而作更多的位移运动。他说,自然正是以这种方式均等化了如此巨大的优越性,并造就了某种秩序:它把恒星的诸多物体赋予了恒星天的单一运动,而把多数运动赋予了漫游之星的单一物体。诠释家们径直将此定为一个独立的论证,并告诫不要将其与前文连缀;然而,如果不与前文连缀,“而这也应是合乎理智地发生的”难道不会变得不可理解吗?因为如果不把“这(ἥδε)”指向优越性,它又是什么呢?若像亚历山大所说的那样,称之为“这种安放、秩序和表面上的不均等”,在解释上就包含着太多的省略。莫非他在谈论了恒星天相对于漫游之星的巨大优越性并通过这一点解决了疑难之后,紧接着指明这优越性本身也在某种程度上由神圣的造物通过比例得以均等化?因为正如恒星天的单一运动对于由它带动的众多星辰的关系一样,单一的漫游之星对于为它而作的众多运动也是这种关系。因为如果不这样理解所说的话,而是将其视为完全自足独立的论证,那么既然前一个论证以优越性为因,而这一个论证以均等化为因,它或许甚至会颠覆前文所说的话。
- 2.45ὃν τὸ πλῆθος τῶν ὑπ’ αὐτῆς κινουμένων ἀστέρων πρὸς ἓν ἕκαστον τῶν ἐν ταῖς ἄλλαις ἐνδεδεμένων
关系代词 ὃν 的先行词是前文的 λόγον(比、比例)。关系从句中省略了谓语动词(如 ἔχει 或 ἐστί)与名词(λόγος),形成了比例关系的句法骨架:“即它所带动的星辰之多数相对于固定在其他天球中的每一颗单星[所具有的比例]”。
- 2.46ἥδε
关于阴性指示代词 ἥδε 的指代对象,前代诠释家(亚历山大)通过省略补出“安放/秩序”(θέσις, τάξις),而辛普里修则在句法上将其直接与前一引文及讨论中的“优越性”(ἡ ὑπεροχή)联系起来。基于这一理解,后续段落并非被视为割裂独立的论证,而是前文论点的延续与调节。
- 2.46μήποτε δέ
此处 μήποτε 用于引出带有委婉或审慎语气的质疑或主张(“莫非不是……吗”、“难道不是……”)。辛普里修借由此句式对前代诠释家割裂论证(将其定为完全独立的第二论证)的观点提出质疑,从而主张本段与前文的连贯性。
