- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:49.26-51.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘在Bekker 269a30的引文中确立了从前述论证得出的结论,即存在着不同于四元素、更为神圣且简单的第五种物体。随后就269a32讨论了基于自然运动与违反本性运动之对立的补充论辩,并分析了亚历山大和克塞纳尔科斯围绕引火层及旋转的人造球体所提出的疑难及其解决方案。
" Ἔκ τε δὴ τούτων φανερόν, ὅτι πέφυκέ τις οὐσία σώματος ἕως τοῦ καὶ προτέρα τούτων πάντων." Κοινὸν συμπέρασμα τοῖς εἰρημένοις ἐπάγει. τεθέντων γὰρ ἐκείνων φανερὸν γέγονεν ἐξ αὐτῶν, ὅτι ἔστιν ἄλλο τι σῶμα ἁπλοῦν τὸ ἐγκύκλιον παρὰ τὰ τέσσαρα στοιχεῖα θειότερόν τε αὐτῶν καὶ πρότερον τῇ φύσει. εἰ γὰρ δέδεικται, ὅτι ἡ κύκλῳ κίνησις ἁπλῆ καὶ προτέρα τῇ φύσει τῆς ἐπ’ εὐθείας ἐστίν, ἡ δὲ ἁπλῆ καὶ προτέρα τῆς ἐπ’ εὐθείας ἁπλοῦ καὶ προτέρου τῇ φύσει τῶν εὐθυπορουμένων σωμάτων ἐστὶ σώματος,1 τὸ δὲ ἁπλοῦν καὶ πρότερον τῇ φύσει καὶ θειότερόν ἐστι, δῆλον, ὅτι ἐκ τῶν κειμένων συνήχθη τὸ συμπέρασμα τοῦτο.
“由此显然,在自然本性上存在某种物体的实体……”至“……并且优先于所有这些。” 他为前述诸项引出了一个共同的结论。因为一旦那些前提得以确立,便由之显明:在四元素之外,还存在另一种简单的物体,即作圆周运动的物体,它比四元素更为神圣,并且在本性上优先于它们。因为,如果已经证明了圆周运动是简单的并且在本性上优先于直线运动,而那简单且优先于直线运动的[运动]则属于简单且在本性上优先于作直线运动之物体的物体,并且那简单且在本性上优先之物亦更为神圣,那么显然,这个结论正是从所确立的前提中推导出来的。
"Κἂν εἴ τις ἔτι λάβοι πᾶσαν εἶναι κίνησιν ἕως τοῦ ἑτέρου τινὸς εἶναι κατὰ φύσιν." Οὐ μόνον ἐκ τῶν ἤδη ῥηθέντων συνάγεται τὸ ἄλλο εἶναι παρὰ τὰ τέσσαρα στοιχεῖα τὸ κυκλοφορητικὸν σῶμα, ἀλλὰ καὶ ἐξ ὧν νῦν προστίθησιν ἐπιχειρημάτων, ὧν πρῶτόν ἐστιν, οἶμαι, τοιοῦτον κατὰ τὸν Ἀλέξανδρον· πᾶσα κίνησις φυσικὴ ἁπλῆ ἢ κατὰ φύσιν ἐστὶ τῷ κινουμένῳ αὐτὴν ἁπλῷ σώματι ἢ παρὰ φύσιν· ἡ δὲ παρὰ φύσιν οὖσά τινι ἄλλῳ κατὰ φύσιν ἐστί· τοῦτο γάρ ἐστι τὸ παρὰ φύσιν κινεῖσθαι φυσικὴν κίνησιν τὸ τὴν ἄλλου κατὰ φύσιν οὖσαν κινεῖσθαι αὐτὸ μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν·2 πᾶσα γὰρ κίνησις φυσικὴ κατὰ φύσιν κινουμένου τινός ἐστιν. εἰ οὖν ἡ κύκλῳ κίνησις φυσική, ἡ δὲ φυσική, εἰ παρὰ φύσιν ἐστίν, τινὶ ἄλλῳ κατὰ φύσιν ἐστί, δῆλον, ὅτι ἡ κύκλῳ κίνησις κἂν τεθῇ παρὰ φύσιν οὖσα τοῖς τέτρασι στοιχείοις, οὐδὲν ἧττον ἔσται παρὰ ταῦτα σῶμα, ᾧ κατὰ φύσιν ἔσται τὸ κύκλῳ κινεῖσθαι. ἀπορεῖ δὲ πρὸς τοῦτο ὁ Ἀλέξανδρος ἐπὶ τοῦ ὑπεκκαύματος καὶ τοῦ Ἀριστοτέλους λέγοντος, ὅτι τὸ ἐφεξῆς σῶμα τῷ κυκλοφορητικῷ ἀεὶ ὑπ’ ἐκείνου περιφέρεται κύκλῳ, καὶ τοῦ Ξενάρχου δὲ ἐνισταμένου· “ἐρωτητέον οὖν, φησί, πότερον παρὰ φύσιν ἐστὶν ἐκείνῳ ἡ κύκλῳ κίνησις ἢ κατὰ φύσιν· καὶ εἰ λέγοι τις παρὰ φύσιν, ἔσται τις αὐτῷ κατὰ φύσιν ἡ ἐπὶ τὸ ἄνω. ἐπειδὴ οὖν παρὰ φύσιν ἐκείνῳ ἡ ἐπὶ τὸ κάτω, δύο ἑνὶ ἐναντία ἔσται· ὥστε κυκλοφορητικὸν κατὰ φύσιν ὅ τε ἀὴρ καὶ τὸ πῦρ”. ἀπορεῖ δὲ πρῶτον ὡς ἐπὶ ξυλίνης ἢ πλινθίνης σφαίρας· ἐὰν γάρ τις αὐτὴν κινῶν κύκλῳ ἐρωτήσῃ, πότερον παρὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις αὐτῇ, δειχθήσεται, ὅτι οὐ παρὰ φύσιν· ἔσται γάρ τις αὐτῇ κατὰ φύσιν ἢ ἡ ἄνω ἢ ἡ κάτω· οὐ γάρ εἰσιν ἄλλαι παρὰ ταύτας ἁπλαῖ· ὁποτέραν δὲ ἄν εἴπῃ τις, ἡ ἑτέρα ἐναντία ἔσται. ἔστι δὲ καὶ ἡ κύκλῳ παρὰ φύσιν ἐναντία· δύο ἄρα ἑνὶ ἐναντία. ἵνα οὖν μὴ τοῦτο συμβῇ, κατὰ φύσιν ἀνάγκη λέγειν καὶ τῇ τοιαύτῃ σφαίρᾳ τὴν κύκλῳ κίνησιν. οὐκ ἀναγκαίως δέ, οἶμαι, σφαῖραν ὑπέθετο· οὐδὲ γὰρ ὁ Ἀριστοτέλης τέως ὡς ἐπὶ σφαιρικοῦ τοῦ οὐρανοῦ ποιεῖται τὸν λόγον, ἀλλ’ ἀπὸ τῆς κύκλῳ κινήσεως ἐπιχειρεῖ· κύκλῳ δὲ δύναται κινεῖσθαι καὶ κύβος καὶ ὅλως τὰ μὴ κυκλικὰ τῶν σωμάτων. λύει δὲ τὴν ἀπορίαν Ἀλέξανδρος λέγων, ὅτι οὔτε τὸ συμπεριαγόμενον τῷ οὐρανῷ σῶμα κυκλοφορητικῶς κινεῖται· οὐδὲ γάρ ἐστιν ἁπλῆ ἡ κίνησις αὐτοῦ· περιφερομένου γὰρ αὐτοῦ ἀνάγκη, εἴ τι μὲν κοῦφον ἐν αὐτῷ, ἄνω φέρεσθαι, εἴ τι δὲ βαρύ, κάτω· μικτὴ οὖν ἡ κίνησις. ἀλλ’ οὐδὲ ἡ λιθίνη σφαῖρα ἢ ξυλίνη κύκλῳ κινεῖται, φησίν, ἀλλ’ ἄνω καὶ κάτω, εἴπερ ἄνω μὲν τὸ ἀπὸ τοῦ μέσου τοῦ παντός, κάτω δὲ τὸ πρὸς τὸ μέσον.
“并且如果有人进一步假定一切运动……”至“……对于某种别的事物是合乎本性的。” 作圆周运动的物体有别于四元素,这不仅可以由已经谈及的内容推得,亦可由他现在补充的诸论辩推得;依亚历山大之见,其中第一个论辩据我认为是这样的:一切简单的自然运动,对于以它而运动的简单物体而言,要么是合乎本性的,要么是违反本性的;而对某一事物违反本性的运动,对另一事物则是合乎本性的。因为,以一种自然运动而在违反本性地运动,其含义正是:事物自身以对另一者合乎本性的运动而运动,而非依照它自身的本性;因为一切自然运动皆属于某种合乎本性地运动着的事物。因此,如果圆周运动是自然的,而自然运动假若是违反本性的,就对某种别的事物是合乎本性的,那么显然,即使设定圆周运动对四元素而言是违反本性的,在它们之外仍然必然存在着某种物体,对其而言作圆周运动是合乎本性的。然而亚历山大对此提出了疑难,在引火物的事例上,鉴于亚里士多德所言“与作圆周运动之物相邻接的物体总是被它带动着作圆周旋转”,以及克塞纳尔科斯提出反对:“因此应当发问,”他说,“对那个[邻接的物体]而言,圆周运动是违反本性的,还是合乎本性的?如果有人说是违反本性的,那么向上的运动对它而言将是某种合乎本性的运动。由于向下的运动对它而言是违反本性的,这样一来对单一事物就将存在两种相反者;从而气和火在自然本性上都是作圆周运动的。”但他首先以木制或砖制的球为例提出疑难:因为如果有人在使它作圆周运动的同时发问,圆周运动对它而言是否是违反本性的,那么就会证明它并非违反本性;因为向上的运动或向下的运动之一对它而言将是合乎本性的(因为除这些之外不存在其他简单运动);无论说出哪一种,另一种都将是相反者。而违反本性的圆周运动亦是相反者;于是对单一事物就存在两种相反者。因此,为了不致发生这种情况,就必然要断言圆周运动对这样的球亦是合乎本性的。然而据我认为,他假定一个球并不是必然的;因为亚里士多德迄今亦非将论证建立在天是球形的这一假定之上,而是从圆周运动出发进行推论;而立方体以及一般的非圆形物体,亦能够作圆周运动。但亚历山大解决了这一疑难,他说,与天一同被带动旋转的物体并不是以圆周运动的方式运动的;因为它的运动并不是简单的;因为当它被带动旋转时,其中若有轻者,就必然向上运动,若有重者,就必然向下运动;因此该运动是混合的。他说,石球或木球亦非作圆周运动,而是在向上与向下运动,如果向离开宇宙中心的方向是向上,而向中心的方向是向下的话。
- 1.13ἡ δὲ ἁπλῆ καὶ προτέρα τῆς ἐπ’ εὐθείας ἁπλοῦ καὶ προτέρου τῇ φύσει τῶν εὐθυπορουμένων σωμάτων ἐστὶ σώματος
主语短语 ἡ ... προτέρα 承前省略了名词 κίνησις。在谓语部分,属格短语 ἁπλοῦ καὶ προτέρου ... σώματος 作为系动词 ἐστί 的补足成分,起所属/表语属格的作用(“属于……的物体”),而 τῶν εὐθυπορουμένων σωμάτων 则作为比较属格依附于 προτέρου。
- 1.14τοῦτο γάρ ἐστι τὸ παρὰ φύσιν κινεῖσθαι φυσικὴν κίνησιν τὸ τὴν ἄλλου κατὰ φύσιν οὖσαν κινεῖσθαι αὐτὸ μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν
全句的核心骨架为 τοῦτο ... ἐστι τὸ παρὰ φύσιν κινεῖσθαι φυσικὴν κίνησιν,而其后的第二组带冠词不定式从句 τὸ ... κινεῖσθαι 则是对 τοῦτο(或前一不定式短语)进行同位解释。前半部分的 φυσικὴν κίνησιν 与后半部分的 τὴν ἄλλου κατὰ φύσιν οὖσαν [κίνησιν] 均为 κινεῖσθαι 的同源(内含)宾格,后半部分的 αὐτό 则是该不定式在语义上的主语(宾格主语)。
