← 辛普里丘

亚里士多德《论天》注释

§48.5-49.25

物体的三维区分与驳斥菲洛波庞关于圆不完全的观点

辛普里丘阐明了三维物体中开端、居中与终结的区分,进而驳斥了菲洛波庞关于线性圆与圆周运动因缺乏三维而属于不完全的指责,基于完全性的共通定义与词源为亚里士多德展开辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#7

καὶ ἐπὶ τοῦ σώματος τρεῖς ἔχοντος διαστάσεις οὐκ ἀπορήσομεν, ὡς οὗτος οἴεται, ποία μὲν ἀρχῆς ἔχει λόγον, ποία δὲ μεσότητος, ποία δὲ τελευτῆς· δῆλον γάρ, ὅτι ἀρχὴ μὲν ἡ κατὰ γραμμὴν καὶ μῆκος, μέση δὲ ἡ κατὰ τὴν ἐπιφάνειαν, τελευτὴ δὲ ἡ κατὰ τὸ βάθος. εἰ δὲ ὁ κύβος ἀπορεῖν ποιεῖ διὰ τὸ τὰς τρεῖς διαστάσεις ἴσας ἔχειν, ποία μὲν ἀρχή, ποία δὲ μέση, ποία δὲ τελευτή, πάλιν ἐρῶ, ὅτι τὴν ὡς μῆκος ὁριζομένην ἀρχὴν ληψόμεθα, κἂν ἀδιάφορον ὁθενοῦν λαβεῖν· καὶ ἐπὶ τῆς σφαίρας τὸ μὲν μῆκος ὁ μέγιστος ὁρίζει τῶν ἐν αὐτῇ κύκλων, τὸ δὲ πλάτος ἡ ὅλη ἐπιφάνεια, τὸ δὲ βάθος ἡ καθήκουσα μέχρι τοῦ κέντρου ἀπὸ τῆς ἐπιφανείας διάστασις. οἷον δὲ ἄλλο σοφὸν προσενενόησεν ὁ γεννάδας, εἰ1 “ὁ γραμμικός, φησί, κύκλος, καθ’ ὅσον μὲν ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος, τέλειός ἐστι, καθ’ ὅσον δὲ οὐ τὰς τρεῖς ἔχει διαστάσεις, ἀτελής ἐστιν, ὥστε κατά τι μὲν τέλειος, κατά τι δὲ ἀτελής· εἰ οὖν ἡ κυκλικὴ κίνησις ἐπὶ τῆς κυκλικῆς γίνεται γραμμῆς καὶ οὐχὶ κατὰ τῶν τριῶν διαστάσεων, ἀτελὴς καὶ αὕτη. εἰ οὖν ἐκ τοῦ τελείαν εἶναι τὴν κύκλῳ κίνησιν ἐβούλετο, φησίν, ἀποδεῖξαι, ὅτι καὶ προτέρα τῆς εὐθείας, ἔδει καθόλου τὴν τοῦ τελείου ἔννοιαν ὁρίσασθαι καὶ δεῖξαι παντὶ μὲν κύκλῳ τὸν ὁρισμὸν ἐφαρμόζοντα, οὐδεμιᾷ δὲ εὐθείᾳ”. συγγινωσκέτω δὲ πᾶς ὁ μετ’ ἐπιστάσεως ἐντυγχάνων, εἰ τηλικαύτας αὐτοῦ ῥήσεις καὶ ἐπ’ αὐτῆς αἱροῦμαι παραγράφειν τῆς λέξεως·2 εὐλαβείᾳ γὰρ τοῦτο ποιῶ τοῦ μηδὲ πιστευθῆναι ἐνίοτε τὸ τὰ τοιαῦτα τοῦτον ἐννοοῦντα τῷ Ἀριστοτέλει τολμᾶν ἀντιγράφειν·3 λέγει δὲ δηλονότι, ἐπειδὴ μὴ τὴν τοῦ σώματος ἔχει τελειότητα ὁ γραμμικὸς κύκλος (δῆλον δέ, ὅτι οὐδὲ τὴν τοῦ ἀνθρωπείου σώματος· οὐ γὰρ ἔχει κεφαλὴν καὶ στέρνον καὶ πόδας· οὐδὲ τὴν τοῦ δικανικοῦ λόγου· προοίμια γὰρ αὐτῷ καὶ ἐπίλογοι καὶ τὰ τούτων μέσα οὐκ ἔνεστιν), οὐκ ἔστιν κυρίως τέλειος, ἐπειδὴ μὴ πάντων εἰδῶν ὁμοῦ συλλαβὼν ἔχει τὰς τελειότητας καθ’ ἓν εἶδος αὐτὸς ἀφωρισμένος. τούτῳ δὲ τῷ λόγῳ οὐδὲ ὅλος ἐστίν· οὐ γὰρ ἔχει τὴν τοῦ ἵππου ὁλότητα ὁ κύκλος. τὸν μέντοι κοινὸν χαρακτῆρα τῆς τελειότητος τὸ ἀρχὴν ἔχειν καὶ μέσα καὶ τέλος καὶ ὁ κύκλος ἔχει κατὰ τὸ ἑαυτοῦ εἶδος, ὥσπερ τὸ σῶμα κατὰ τὸ οἰκεῖον. καὶ θαυμαστόν, ὅτι καὶ τοῦ Ἀριστοτέλους ἀκούσας λέγοντος “τελευτὴ γὰρ καὶ μέσον καὶ ἀρχὴ τὸν ἀριθμὸν ἔχει τοῦ παντός, τὸ δὲ πᾶν καὶ τὸ τέλειον οὐ κατὰ τὴν ἰδέαν διαφέρουσιν ἀλλήλων” καὶ αὐτὸς δὲ οὕτως μέχρι νῦν χρώμενος τῷ τοῦ τελείου ὀνόματι καὶ παρὰ πόδας πρὸς τοιαύτην ἔννοιαν ἀντιλέγων, ὅταν λέγῃ “διὰ τί δὲ ὅλως τὸ ἀρχὴν ἔχον καὶ πέρας καὶ τὸ τούτων μεταξὺ τέλειόν ἐστιν” ὅμως ἔτι ἀπαιτεῖ τὸν Ἀριστοτέλην καθόλου τὴν τοῦ τελείου ἔννοιαν ὁρίσασθαι. εἰ μὴ ἄρα καθόλου μὴ τὸ κοινὸν λέγει, ἀλλὰ τὸ ἐκ πάντων τῶν κατὰ μέρος κατὰ τὰς διαφορὰς αὐτῶν συναγόμενον· ὅπερ ἀδύνατον ἦν. ἐρωτᾷ δέ· διὰ τί ὅλως τὸ ἀρχὴν ἔχον καὶ πέρας καὶ τὸ τούτων μεταξὺ τέλειόν ἐστι καὶ μὴ μᾶλλον τὸ μήτε ἀρχὴν ἔχον μήτε πέρας οἷον ἡ ἄπειρος γραμμή· οὐδὲ γὰρ κατ’ ἐπίνοιαν προσθήκην ἢ αὔξησιν αὕτη δέχεται. καὶ θαυμαστόν, ὅτι καὶ γραμματικοῦ τὰ συγγράμματα ἐπιγράφων οὐδέποτε τοῦ τελείου τὴν ἐτυμολογίαν ἐζήτησε παρὰ τὸ τέλος πάντως λεγομένου· τὸ γὰρ ἔχον τέλος τῶν οἰκείων πληρωμάτων πάντως καὶ μέσον ἔχει καὶ ἀρχήν, οὐ μέντοι τὸ ἀρχὴν μόνην ἔχον ἢ ἀρχὴν καὶ μέσον, μὴ ὡς μέσον δέ, ἤδη πάντως καὶ τὸ τέλος ἀπείληφε· καὶ διὰ τοῦτο καὶ Ἀριστοτέλης τὸ πᾶν καὶ τὸ τέλειον μηδὲν διαφέρειν κατὰ τὴν ἰδέαν φησίν. εἰ δὲ καὶ τέλος τὸ τελικώτατον ἀγαθὸν λέγοιμεν, τέλειον ἂν εἴη τὸ πάντων τῶν ἑαυτοῦ ἀγαθῶν πεπληρωμένον πρώτων τε καὶ μέσων καὶ ἐσχάτων, κἂν μέγεθος εἴη τοῦτο, τῶν ἐπιβαλλόντων αὐτῷ μερῶν. ἡ δὲ ἄπειρος εὐθεῖα πρῶτον μὲν οὐδὲ ἔστιν, ὥστε πάνυ κυρίως ὁ γραμματικὸς μόνον τῶν μεγεθῶν τὸ μὴ ὂν τέλειον καλεῖσθαι νομοθετεῖ· ἔπειτα κἂν ὑφέστηκεν, ἀόριστον ἔχει καὶ ἀπερίληπτον τήν τε ὑπόστασιν αὐτοῦ καὶ τὴν περὶ τῆς ὑποστάσεως ἔννοιαν. τὸ δὲ τέλειον ὡρίσθαι βούλεται καὶ τοῖς ἑαυτοῦ πληρώμασιν περιγεγράφθαι. τούτοις μὲν οὖν καὶ ταύτην τοῦ Ἀριστοτέλους τὴν λέξιν, ὅστις ποτέ ἐστιν οὗτος, διὰ μακρᾶς φλυαρίας ἐνοχλεῖν ἐπενόησεν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

而对于具有三维的物体,我们亦不会像这个人所认为的那样,困惑于何者具有开端的性质,何者具有居中的性质,何者具有终结的性质;因为显然,开端是依照线与长度而言的,居中是依照表面而言的,终结则是依照深度而言的。如果立方体由于其三维相等,在何者为开端、何者为居中、何者为终结上引发了疑难,我将再次指出,我们将被限定为长度者取为开端,即便无论从何处取之均无差别;在球的情形中,其中最大的圆限定其长度,整个表面限定其宽度,而从表面达到中心的广延则限定其深度。而这位高贵的人物又想出了何等聪明的见解,假若“线性的圆,”他说,“就其具有开端、居中与终结而言是完全的,但就其不具备三维而言则是不完全的,因此在某一方面是完全的,但在另一方面是不完全的;因此,如果圆周运动是在圆线上发生,而非顺着三维发生,则此[运动]亦是不完全的。因此,如果他试图,”他说,“由圆周运动是完全的这一事实,来证明它亦优先于直线运动,他就应当普遍地界定完全的概念,并表明这一界定适用于每一个圆,而不适用于任何直线。”然而,任何专注阅读的读者,如果我选择以原话引述他如此冗长的言论,尚请见谅;因为我之所以这样做,是出于戒慎,以免有时人们甚至不相信持有此类想法的人竟敢著书反驳亚里士多德。因为他显然是在说,既然线性的圆不具备物体的完全性(显然亦不具备人体的完全性;因为它没有头、胸和脚;亦不具备法庭演说的完全性;因为在它之中不存在序论、结语及其间的中间部分),它就不是严格意义上的完全,因为它自身虽依照一种形式被限定,却未曾一并包揽所有形式的诸种完全性。但依照这套逻辑,它甚至不是一个整体;因为圆并不具备一匹马的整体性。然而,完全性的共通特征,即具有开端、居中与终结,圆亦依照自身的形式而具备,正如物体依照其特有的形式而具备一样。令人惊异的是,在听到了亚里士多德说“因为终结、居中与开端构成了整体的数目,而全与完全在形式上互不相异”,并且他自己直到现在亦如此使用完全这一名称,并在紧接着针对这一概念进行反驳、说出“究竟为什么具有开端、端点及其中间之物才是完全的”之时,他却仍然要求亚里士多德对完全的概念进行普遍的界定。除非他说普遍时指的不是共通者,而是依照各自的差异从一切个别事物中汇集起来的东西;而这是不可能的。而且他发问道:究竟为什么具有开端、端点及其中间之物才是完全的,而不是像无限线那样既无开端亦无端点之物反而[更完全]?因为那[无限线]即便在思想中亦不接受增添或增大。令人惊异的是,他虽在著作的标题中题署为文法学家,却从未探究过完全一词的词源,该词完全是衍生自“终结”的;因为具备了固有充盈成分的终结之物,无论如何亦具备居中与开端,然而仅具备开端,或具备开端与居中但并非作为居中者,决非就已经一并领受了终结;因此亚里士多德亦说,全与完全在形式上毫无相异之处。如果我们亦将最根本的善称为终结,那么完全者就当是充满自身一切最初、居中与最后的善之物,即便这是一个量度,亦当充满属于它的各部分。然而无限直线首先根本就不存在,以至于文法学家极为合宜地立法判定,在诸量度之中唯有不存在者才被称为完全;其次,即便它实存,其自身的实存以及关于其实存的观念亦是无限定且不可把握的。但是完全者意在被限定,并由其自身的充盈成分所约束。因此,这个人无论究竟是谁,正是借由这些论辩,试图以冗长的废话来纠缠亚里士多德的这一段文句。然而,我们必须继续讨论接下来的内容。

语法注3 条
  1. 1.12οἷον δὲ ἄλλο σοφὸν προσενενόησεν ὁ γεννάδας, εἰ

    紧接在带有讽刺感叹的主句 οἷον δὲ ἄλλο σοφὸν προσενενόησεν ὁ γεννάδας(“这位高贵的人物又想出了何等聪明的见解”)之后,εἰ 引导了对手被引述的完整论辩(至 ...ἀτελὴς καὶ αὕτη 为止),构成条件句以表达这种讽刺性叹服(“倘若……[那他真是想出了何等聪明的见解]”)。

  2. 1.12συγγινωσκέτω δὲ πᾶς ὁ μετ’ ἐπιστάσεως ἐντυγχάνων, εἰ τηλικαύτας αὐτοῦ ῥήσεις καὶ ἐπ’ αὐτῆς αἱροῦμαι παραγράφειν τῆς λέξεως

    紧跟在 συγγινωσκέτω(“尚请见谅/宽恕”)之后的 εἰ 从句,起到了表达情感或道歉对象的从句功能(伴随表示情感动词的 εἰ 从句),意为“如果我选择逐字引述他如此冗长的言论[尚请见谅]”。

  3. 1.12εὐλαβείᾳ γὰρ τοῦτο ποιῶ τοῦ μηδὲ πιστευθῆναι ἐνίοτε τὸ τὰ τοιαῦτα τοῦτον ἐννοοῦντα τῷ Ἀριστοτέλει τολμᾶν ἀντιγράφειν

    这是一个复杂的嵌套不定词结构:属格带冠词不定词 τοῦ μηδὲ πιστευθῆναι(“以免甚至不被相信”)依附于表示原因的与格名词 εὐλαβείᾳ(“出于戒慎”),起到表示目的或防范的作用;而宾格带冠词不定词短语 τὸ ... τολμᾶν ἀντιγράφειν(“持有此类想法的人竟敢著书反驳亚里士多德”)则充当被动不定词 πιστευθῆναι 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:48.5-49.25