← 辛普里丘

亚里士多德《论天》注释

§51.10-52.18

圆周运动与四元素中非本性意义的再检视

辛普利丘通过引入人工球以及随天道被带动旋转的行星运动批判了亚历山大的解难,并指出亚里士多德称圆周运动对四元素而言“违反本性”,应当理解为单纯的否定(“不合乎本性”),而非对立意义上的缺乏态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#2

ἀλλὰ τοῦτο μὲν ἑτοιμότερον ἦν, οἶμαι, λύειν, λέγοντα μὴ φυσικὴν εἶναι τὴν τοιαύτην κίνησιν1 μηδὲ ἁπλοῦ, ἀλλὰ τεχνητὴν καὶ συνθέτου, καὶ διὰ τοῦτο μήτε ταύτῃ κατὰ φύσιν μήτε ἄλλῳ τινί, ὥστε οὐδὲ παρὰ φύσιν, εἴπερ μηδὲ ἄλλῳ κατὰ φύσιν. πρὸς δὲ τὴν περὶ τοῦ ὑπεκκαύματος λύσιν ἐπαπορητέον τὸ πλανώμενον αὐτῷ παραφέροντα·2 καὶ γὰρ καὶ τοῦτο συμπεριφέρεται ὑπὸ τῆς ἀπλανοῦς, καὶ δῆλον, ὅτι οὐδέν ἐστιν ἐν τούτῳ κοῦφον ἢ βαρὺ οὐδὲ ἀναβαῖνον ἢ καταβαῖνον. καὶ κατὰ φύσιν μὲν οὐκ ἂν εἴη τούτῳ, εἴπερ ἄλλην ἔχει κατὰ φύσιν τὴν ἀπὸ δυσμῶν, μία δὲ ἑνὸς ἑκάστου τῶν ἁπλῶν ἡ κατὰ φύσιν κίνησις· παρὰ φύσιν δὲ οὐδὲ Ἀριστοτέλης συγχωρήσει μετ’ ὀλίγα λέγων καλῶς, ὅτι θαυμαστὸν καὶ παντελῶς ἄλογον τὸ συνεχῆ καὶ ἀίδιον οὖσαν κίνησιν παρὰ φύσιν εἶναι· τάχιστα γὰρ φθείρεται τὰ παρὰ φύσιν. ἀλλ’ εἴρηται πρότερον, ὅτι καὶ τῷ ὑπεκκαύματι καὶ τῷ πλανωμένῳ ἡ τοιαύτη κίνησις οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν ἐστί, καὶ οὕτως παρὰ φύσιν, ὡς κατὰ τὴν ἄλλου φύσιν τοῦ κρείττονος ζωτικὴν ἐνδιδόντος τὴν κίνησιν κατὰ ζωῆς ὑπέρτερα μέτρα. τὸ δὲ τοιοῦτον παρὰ φύσιν οὐκ ἔστιν ἐναντίον· οὔτε γὰρ κατὰ ἐναντίας ποιότητας ὑπάρχει, ὡς ἡ ἄνω καὶ ἡ κάτω, οὔτε μάχεται ἀλλήλοις· σώζεται γὰρ μᾶλλον ἀπὸ τοῦ ὑπὲρ φύσιν τὸ κατὰ φύσιν. ἀλλ’ αὐτὸν τὸν Ἀριστοτέλους λόγον ἐπισκεπτέον, πῶς εἶπε τὴν κύκλῳ κίνησιν ὑπάρχειν παρὰ φύσιν τοῖς ὑπὸ σελήνην στοιχείοις, ὧν τὴν γῆν καὶ τὸ πῦρ καὶ ὠνόμασεν· οὐδὲ γὰρ παρὰ φύσιν ὑπάρχει τῇ γῇ ἢ τῷ ὕδατι ἢ τῷ κάτω τοῦ ἀέρος ἡ κύκλῳ κίνησις. καίτοι καὶ ὁ Ἀλέξανδρος “ἔστι δέ, φησίν, ἡ κύκλῳ τοῖς τέσσαρσι σώμασιν παρὰ φύσιν, καὶ τὸ ἐπιχείρημα δὲ οὕτως εἰλῆφθαι δοκεῖ τὴν ἄλλῳ παρὰ φύσιν ἑτέρῳ κατὰ φύσιν λέγον καὶ τὰ παραδείγματα τῆς ἄνω καὶ κάτω καὶ πυρὸς καὶ γῆς, καὶ ὅτι τῶν δύο κινήσεων τούτων ἡ μὲν τῷ πυρί, ἡ δὲ τῇ γῇ παρὰ φύσιν καὶ κατὰ φύσιν ἐστί”. μήποτε οὖν τὸ ἐπειδὴ τούτοις παρὰ φύσιν, ἑτέρῳ κατὰ φύσιν οὐχ οὕτως εἴρηται ὡς τῆς γῆς ἢ καὶ τῶν ἄλλων ὑπὸ σελήνην στοιχείων παρὰ φύσιν μέν, κύκλῳ δὲ κινουμένων, ἀλλ’ ὡς ἀπόφασιν τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ἔλαβεν,3 ὡς εἰ ἔλεγεν· ‘ἐπειδὴ τοῖς τέσσαρσι στοιχείοις οὐ κατὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις φυσικὴ οὖσα καὶ ἁπλῆ, εἴτε ὡς μηδὲ ὅλως κινουμένοις αὐτήν (καὶ γὰρ τοῖς τοιούτοις οὐ κατὰ φύσιν ἀληθὲς εἰπεῖν) εἴτε ὡς κινουμένοις μὲν αὐτήν, οὐ μέντοι κατὰ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἄλλου, ἀνάγκη ἑτέρου τινὸς αὐτὴν εἶναι κατὰ φύσιν· κινουμένου γὰρ ἡ κίνησις’. οὕτως γὰρ καὶ προφαινομένην ἔνστασιν λύσομεν τὴν λέγουσαν, πῶς ἀνωτέρω μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν εἰπὼν ὑπάρχειν τοῖς τέσσαρσι στοιχείοις τὴν κύκλῳ κίνησιν ἐνταῦθα παρὰ φύσιν αὐτοῖς εἶναί φησιν, εἴπερ ἐκεῖ μὲν παρὰ φύσιν εἴληπται τὸ στερητικῶς τῷ κατὰ φύσιν ἀντικείμενον, διὸ καὶ δύο ἑνὶ ἐναντία συνήχθη, ἐνταῦθα δὲ ἡ ἀπόφασις.

然而据我认为,解决这个问题本该更为简便:只需指出这类运动既非自然的亦不属于简单[物体],而是人造的且属于复合[物体],并且为此缘故,它既不对此[球]合乎本性,亦不对任何其他事物合乎本性,以致只要它不对任何其他事物合乎本性,也就决非违反本性。然而针对关于引火物的解答,则必须提出进一步的疑难,向他提出行星的例子:因为这一[行星]同样被恒星[天]所带动旋转,而且显然其中毫无轻者或重者,亦无上升者或下降者。而如果说它拥有另一种来自西方的合乎本性的运动,且每一简单[物体]的合乎本性的运动只有一种,那么这一[带动旋转的运动]对它而言就不可能是合乎本性的;另一方面,亚里士多德亦不会同意它是违反本性的,正如他稍后恰当地指出:持续且永恒的运动是违反本性的,乃是一件奇特且完全不合常理之事;因为违反本性之物会最迅速地毁灭。但是正如前文所述,无论对于引火物还是对于行星而言,这种运动既非合乎本性亦非违反本性,而是超乎本性的;若说它是违反本性的,亦仅意味着它是依照另一者的本性,即由那更为高贵者依照生命的更高尺度而赋予生命性的运动。而这种所谓的“违反本性”并不是相反者;因为它既非依照相反的性质而存在(如向上与向下),亦非相互冲突;因为合乎本性者反而是由超乎本性者所维系保全的。然而必须考察亚里士多德自身的论述:他如何说圆周运动违反本性地属于月下诸元素(其中他还指名了土和火)?因为圆周运动对于土、水或低层的气而言,甚至谈不上是违反本性地具有的。尽管亚历山大亦说:“圆周运动对四种物体而言是违反本性的,而且这一论辩似乎也是这样理解的,即主张对某一事物违反本性者对另一事物合乎本性,并且运用了向上与向下以及火与土的例子,以及在这两种运动中,一种对火、另一种对土是违反本性与合乎本性的。”因此,也许“既然对这些事物是违反本性的,就对另一事物是合乎本性的”这句话,并不是指土或其他月下元素是在违反本性地作圆周运动,而是他将“违反本性”理解为了对“合乎本性”的否定,正如他若这样说:‘既然圆周运动作为一种自然且简单的运动,对四元素而言不是合乎本性的——无论是因为它们根本不以这种运动而运动(因为对这类事物说“非合乎本性”亦是真实的),还是因为它们虽然以这种运动而运动,却并非依照自身的本性而是依照另一者的本性——那么它就必然对某种别的事物是合乎本性的;因为运动是运动着之物的运动。’因为这样一来,我们亦能解决浮现出来的反对意见,即:既然他在上文中曾说圆周运动对四元素而言既非合乎本性亦非违反本性,为何在此处却说对它们是违反本性的?——如果确实在那边“违反本性”被理解为了在缺乏意义上与“合乎本性”对立者(由此推导出了对单一事物存在两种相反者),而在此处则被理解为了单纯的否定。

语法注3 条
  1. 1.14λέγοντα μὴ φυσικὴν εἶναι τὴν τοιαύτην κίνησιν

    宾格分词 λέγοντα 在非人称结构 ἦν λύειν(“本该更容易解决”)中,充当未明指的动作主体(或注疏者自身)在逻辑上的宾格主语/修饰语。

  2. 1.14ἐπαπορητέον τὸ πλανώμενον αὐτῷ παραφέροντα

    配合动词性形容词 ἐπαπορητέον 使用的宾格分词 παραφέροντα,表示非人称必然句构中隐含的宾格动作主体,而 τὸ πλανώμενον 则是其直接宾语。

  3. 1.14ὡς ἀπόφασιν τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ἔλαβεν

    此句为动词 ἔλαβεν 的双宾格结构,其中 τὸ παρὰ φύσιν(“违反本性”)为直接宾语,ἀπόφασιν(“否定”)为表语性宾格。辛普利丘在此将 παρὰ φύσιν 解读为单纯的否定(οὐ κατὰ φύσιν),而非相反意义上的缺乏(στέρησις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:51.10-52.18