- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:488.10-489.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明行星的逆行与留等现象只是为了通过均匀圆周运动“拯救现象”而设立的假说,由此反思了亚里士多德将多重运动归于实体本身的论证前提;随后他驳斥了阿芙洛狄西亚的亚历山大关于月下四元素及静止大地为无灵魂的观点,论证静止亦是一种充满生机的有灵魂活动。
ὁ δέ γε ἀληθὴς λόγος οὔτε στηριγμοὺς αὐτῶν ἢ ὑποποδισμοὺς αὐτῶν οὔτε προσθέσεις ἢ ἀφαιρέσεις τῶν ἐν ταῖς κινήσεσιν ἀριθμῶν παραδεχόμενος, κἂν οὕτω φαίνωνται κινούμενοι, οὐδὲ τὰς ὑποθέσεις ὡς οὕτως ἐχούσας προσίεται, ἀλλὰ ἁπλᾶς καὶ ἐγκυκλίους καὶ ὁμαλεῖς καὶ τεταγμένας τὰς οὐρανίας κινήσεις ἀπὸ τῆς οὐσίας αὐτῶν τεκμαιρόμενος ἀποδείκνυσι· μὴ δυνάμενοι δὲ δι’ ἀκριβείας ἑλεῖν, πῶς αὐτῶν διακειμένων φαντασία μόνον ἐστὶ καὶ οὐκ ἀλήθεια τὰ συμβαίνοντα, ἠγάπησαν εὑρεῖν,1 τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ τεταγμένων καὶ ἐγκυκλίων κινήσεων δυνήσεται διασωθῆναι τὰ περὶ τὰς κινήσεις τῶν πλανᾶσθαι λεγομένων φαινόμενα.2 καὶ πρῶτος τῶν Ἑλλήνων Εὔδοξος ὁ Κνίδιος, ὡς Εὔδημός τε ἐν τῷ δευτέρῳ τῆς Ἀστρολογικῆς ἱστορίας ἀπεμνημόνευσε καὶ Σωσιγένης παρὰ Εὐδήμου τοῦτο λαβών, ἅψασθαι λέγεται τῶν τοιούτων ὑποθέσεων Πλάτωνος, ὥς φησι Σωσιγένης, πρόβλημα τοῦτο ποιησαμένου τοῖς περὶ ταῦτα ἐσπουδακόσι, τίνων ὑποτεθεισῶν ὁμαλῶν καὶ τεταγμένων κινήσεων διασωθῇ τὰ περὶ τὰς κινήσεις τῶν πλανωμένων φαινόμενα. Εἰ οὖν ὑποθέσεις εἰσὶν αἱ πλείονες καθ’ ἕκαστον τῶν πλανωμένων πλειόνων οὖσαι σωμάτων κινήσεις καὶ οὐχ ὡς κατὰ ἀλήθειαν οὕτως ἔχουσαι ἀποδείκνυνται, ὡς δηλοῖ τὸ ἄλλον ἄλλως αὐτὰς ὑποθέσθαι, τίς ἀνάγκη ὡς κατὰ ἀλήθειαν πλειόνων ὄντων σωμάτων περὶ ἕκαστον τῶν ἀπλανῶν καὶ διὰ τοῦτο πλειόνων κινήσεων οὕτως αἰτίαν ζητεῖν, διὰ τί οἱ προσεχεῖς τῇ ἀπλανεῖ πλάνητες πλείονας φέρονται φορὰς τῶν ἐσχάτων; μήποτε δέ, εἰ χρὴ τολμᾶν ὅλως ἡμᾶς τοιαύτας ποιεῖσθαι συγκρίσεις, οὐ πρὸς τὴν τῶν τόπων διαφορὰν τὰς ἀξίας αὐτῶν ἀφορίζειν ἀνάγκη, ἀλλ’ ἐκεῖ λέγειν ἕκαστον τετάχθαι, ἔνθα λυσιτελεῖ τῷ παντί. τῶν οὖν ὑπὸ σελήνην μὴ ἐχόντων οἰκεῖον φῶς, ἀλλ’ ἔξωθεν φωτιζομένων, εἰκότως, φαίη ἄν τις, οἱ δύο τοῦ κόσμου φωστῆρες ὑπὲρ αὐτὰ προσεχῶς ἐτάχθησαν τὸ ἁπλοῦν ἴσως τῶν κινήσεων κατὰ τὸ κρεῖττον ἔχοντες τοῦ συνθέτου. Ὁ δέ γε Πλάτων ἐν μὲν τοῖς Νόμοις δοκεῖ λέγειν, ὅτι φαίνονται μὲν οὕτω ποικίλως κινούμενοι οἱ πλάνητες, οὐ μὴν κατὰ ἀλήθειαν οὕτω κινοῦνται, ἐν δὲ τῷ Τιμαίῳ ποικιλωτέραν αὐτῶν εἶναι τὴν κίνησιν συγχωρεῖ ὡς μέσων ὄντων τῶν τε πάντῃ τεταγμένων καὶ τῶν πάντῃ ἀτάκτων καὶ διὰ τοῦτο τεταγμένην ἐχόντων ἀνωμαλίαν. διὸ καὶ ἐν τοῖς Νόμοις καταβοᾷ τῶν μόνην πλάνην αὐτῶν κατηγορούντων καὶ μὴ οἰομένων καὶ ταύτην τάξεως μετέχειν καὶ εἶναι κατὰ φύσιν αὐτοῖς. Ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις ἀνέδην ἄψυχα τὰ τέσσαρα στοιχεῖά φησιν εἶναι τὰ ὑπὸ σελήνην καὶ πράξεως ἄμοιρα, τίς οὐκ ἂν θαυμάσοι, εἰ τὰ μὲν ἐξ ἐλαχίστης αὐτῶν μοίρας συγκείμενα ζῷα ἔμψυχά ἐστιν ἐφήμερον ἔχοντα τὴν οὐσίαν καὶ εἰς βραχὺ κομιδῇ συνεσταλμένην, αἱ δὲ τηλικαῦται τοῦ παντὸς μοῖραι ἀΐδιοι οὖσαι ταῖς ὁλότησιν οὐκ ἂν ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κατηξιώθησαν; κἂν γὰρ ἁπλᾶ ᾖ, οὐκ ἦν ἀνάγκη ἄψυχα αὐτὰ εἶναι, εἴπερ καὶ ὁ οὐρανὸς ἁπλοῦς ὢν ἐψύχωται, ὁπότε καὶ τούτων ἕκαστον ἐκ τῶν τεσσάρων συγκείμενον κατ’ ἐπικράτειαν ἑνός ἐστι τοῦτο, ὃ λέγεται. εἰ δὲ διὰ τοῦτο πράξεως οὐ μετέχει, ὅτι μὴ ἄλλοτε ἄλλα ἐνεργεῖ ὥσπερ τὰ μερικὰ ζῷα, καὶ ὁ οὐρανὸς ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν τῶν ἐνεργειῶν· εἰ δέ, ὅτι κατὰ τόπον ἀκίνητος ἡ γῆ, διὰ τοῦτο ἄζως αὐτῷ δοκεῖ καὶ ἄψυχος, πρῶτον μὲν αἰσχύνεσθαι δεῖ, εἰ τὰ μὲν φυτὰ τὰ ὑπὸ τῆς γῆς ζωούμενα ζῆν λέγομεν καὶ ἔμψυχα εἶναι, αὐτὴν δὲ τὴν γῆν ἄζων καὶ ἄψυχον· ἔπειτα ζῆν λέγων καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ὁ Ἀριστοτέλης οὐκ ἀναγκάζει κατὰ τόπον αὐτὰ κινεῖσθαι· κἂν ἕστηκεν ἡ γῆ ἑστία τοῦ παντὸς οὖσα, ταύτην ἔχει πρᾶξιν καὶ ἐνέργειαν·3 ὡς γὰρ τὸ κινεῖσθαι ζωτικῶς, οὕτως καὶ τὸ ἑστάναι ζωτικῶς πρᾶξίς ἐστι καὶ ἐνέργεια ἔμψυχος· διὸ τὰ μὲν οὐράνια κινεῖται, ἡ δὲ γῆ ἕστηκε, τὰ δὲ μερικὰ ζῷα καὶ κινεῖται καὶ ἕστηκε.
然而,真正的言说既不承认它们的留或逆行,也不承认运动中数量的增加或减少——即便它们表现为如此运动——,甚至不接受这些假说是实际存在的,而是从它们的天性出发进行推证,证明天空的运动是单纯、圆周、均匀且有序的。但由于他们未能精确把握:它们处于何种状态才使得所发生的事情仅仅是表象而非真理,他们便满足于去发现:在设定了何种前提的情况下,通过均匀、有序且圆周的运动,关于所谓漫游之星[行星]之运动的现象能够被拯救。在希腊人中,据说客尼多斯的欧多克索斯是第一个着手此类假说的人——正如欧德谟在《天文学史》第二卷中所记述,且索西戈奈斯从欧德谟那里获悉的一样——因为正如索西戈奈斯所说,柏拉图曾向钻研这些事物的人提出了这一问题:在设定了何种均匀且有序的运动的前提下,关于漫游之星运动的现象才能被拯救? 因此,如果对于每颗漫游之星而言,属于更多物体的更多运动仅仅是假说,而并未被证明为在真理中实际如此——不同的人以不同的方式假定它们,正说明了这一点——,那么何须当作在真理中每颗恒星周围都有更多的物体,并因此有着更多的运动,而如此去探求其原因:为何紧邻恒星天的行星比最后者[太阳和月亮]作更多的运动呢?相反,如果说我们究竟应当敢于作出此类比较,难道不应是不根据位置的差异去限定它们的价值,而是应当说每一者都被安置在对整体有益的地方吗?由于月下之物没有自身固有的光,而是从外部被照亮,因此有人可能会合理地主张,宇宙的两大发光体[太阳和月亮]直接被安置在它们之上,其运动的单一性或许是以一种优于复合性的方式存在的。 而柏拉图在《法律篇》中似乎主张,行星虽然看起来如此多样地运动,但实际上并非如此运动;在《蒂迈欧篇》中,他则承认它们的运动更为多样,因为它们介于完全有序者与完全无序者之间,并因此具有一种有序的不规则性。正因如此,他在《法律篇》中也谴责了那些仅指责它们漫游、而不认为这种漫游亦分有秩序且对其而言是符合自然的人。 然而,亚历山大在这些段落中断言月下的四元素完全是无灵魂的且无分于行为,对此谁能不感到惊异呢:如果由它们最小的一部分所构成的动物是有灵魂的——尽管拥有转瞬即逝且极为短暂收缩的本质——,难道宇宙中如此巨大的部分、在其全体中作为永恒者存在的事物,竟不会被造物主赋予灵魂吗?因为即使它们是单纯的,也并无必然性认为它们是无灵魂的,倘若天体作为单纯者亦是有灵魂的,况且这些元素中的每一者都是由四者构成,并依某一者的主导而被称为该名称的。如果因为并不像个别动物那样在不同时间施行不同的现实活动,就因此无分于行为,那么天体亦始终保持着相同的活动秩序。再者,如果因为大地在位置上是不动的,就因此在他看来是无生命的和无灵魂的,那么首先,如果我们说由大地赋予生命的植物是活着且有灵魂的,却称大地本身是无生命和无灵魂的,这理当令人感到羞愧;其次,亚里士多德在说理智和灵魂活着时,并未强迫它们在位置上运动。而且,即使大地作为整体的壁炉[祭坛]而静止,它亦将这种静止作为行为与现实活动而拥有;因为正如充满生命力地运动一样,充满生命力地静止亦是一种行为与有灵魂的现实活动。因此,天体运动,大地静止,而个别动物则既运动又静止。
- 2.44μὴ δυνάμενοι δὲ δι’ ἀκριβείας ἑλεῖν ... ἠγάπησαν εὑρεῖν
句法由前一分句的单数主语(ὁ ἀληθὴς λόγος,“真正的言说”)转为指代古代天文学家或研究者的复数省略主语。复数分词 μὴ δυνάμενοι 与主节动词 ἠγάπησαν 的主语相一致,构成表原因或伴随状况的从属分词结构(“因为他们未能精确把握……他们便满足于去发现”)。
- 2.44τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ τεταγμένων καὶ ἐγκυκλίων κινήσεων δυνήσεται διασωθῆναι τὰ περὶ τὰς κινήσεις τῶν πλανᾶσθαι λεγομένων φαινόμενα
τίνων ὑποτεθέντων 为带有疑问代词的属格独立结构,表条件(“在假定了何种事物的前提下”)。整个间接疑问句(τίνων ... δυνήσεται διασωθῆναι ...)作不定式 εὑρεῖν 的宾语。下文的 πρόβλημα ... τίνων ὑποτεθεισῶν ... διασωθῇ 亦为相同结构,再现了归于柏拉图名下的“拯救现象”的经典表述。
- 2.44κἂν ἕστηκεν ἡ γῆ ἑστία τοῦ παντὸς οὖσα, ταύτην ἔχει πρᾶξιν καὶ ἐνέργειαν
此处借用了动词 ἕστηκεν(“静止/伫立”)与名词 ἑστία(“壁炉/祭坛”)之间的词源及语音对应。对应于让步从句 κἂν ἕστηκεν,主节为 ταύτην ἔχει πρᾶξιν καὶ ἐνέργειαν;指示代词 ταύτην 作宾语,回指前述的“静止这一状态”,表明静止本身即是一种“行为与现实活动”。
