← 辛普里丘

亚里士多德《论天》注释

§486.19-488.9

大地邻近天体与运动数目的阶梯

辛普利丘探讨了亚里士多德关于“大地”及其附近天体的措辞解释,并结合天文学现象阐明了恒星天的单一运动、中间行星天球的多数运动以及太阳和月亮的少数运动之间的目的论阶梯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.44#2

καὶ εἰ μὲν γῆν λέγοι τὴν κυρίως γῆν, ἐγγὺς ἂν αὐτῆς λέγοι τὰ ὑπὲρ τὴν γῆν ὑποσέληνα στοιχεῖα, εἰ δὲ γῆν λέγοι τὸ ὑπὸ σελήνην πᾶν, ἐγγὺς ἂν εἴη λέγων τὴν σελήνην καὶ τὸν ἥλιον ὀλίγας κινουμένους κινήσεις, καὶ τοῦτο μᾶλλον οἰκεῖον τοῖς εἰρημένοις· περὶ γὰρ τούτων καὶ ἡ ἀπορία κεκίνηται, διὰ τί τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης οὐχὶ τὰ πορρώτερον αὐτῆς πλείονας ἀεὶ κινεῖται κινήσεις, ἥλιος καὶ σελήνη, ἀλλ’ οὗτοι μὲν ὀλίγας, τὰ δὲ μέσα πλείονας. εἰ οὖν τὸ ὀλίγας κινήσεις μὴ περὶ ἡλίου λέγοι καὶ σελήνης, ἐλλείποι ἂν τῇ λύσει τῆς ἀπορίας τὸ κυριώτατον· εἰ δὲ περὶ ἡλίου καὶ σελήνης λέγοι, σκληρὸν δοκεῖ τὸ οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον,1 εἰ μὴ ἄρα τοῦτο λέγοι, ὅτι οὐ παρισοῦται τῇ ἐκείνου παντελείᾳ μερικώτερα γινόμενα· ἐπεί, ὅτι μετέχει τῆς πρώτης ἀρχῆς κατὰ τὰ ἑαυτῶν μέτρα, σαφῶς εἶπε· μέχρι γὰρ οὗ δύναται, φησί, μετέχει τῆς θειοτάτης ἀρχῆς. Ὁ δὲ πρῶτος, φησίν, οὐρανὸς εὐθύς, τουτέστιν ἀμέσως, τυγχάνει τῆς πρώτης ἀρχῆς διὰ μιᾶς τῷ εἴδει κινήσεως, ὅτι ἡ μία αὕτη πασῶν ἐστι τῶν κινήσεων περιεκτικὴ καὶ ἀπογεννητικὴ καὶ συναιρετική· πρῶτος γὰρ κινηθεὶς ὁ πρῶτος οὐρανὸς τὸ παντελὲς τοῦ ἀκινήτου διὰ τῆς παντελοῦς κινήσεως ἐμιμήσατο, καὶ ὅπερ ἐστὶν ἐκεῖνο κατὰ τὸ αἰώνιον ἀεί, τοῦτο γίνεται οὗτος, φαίη ἂν ὁ Πλάτων, κατὰ τὸν σύμπαντα χρόνον τῶν ὑπ’ αὐτὸν μερισαμένων τὴν ἐκείνου ταὐτότητα.2 καὶ εἴ τῳ φίλον καὶ τοῖς θείοις ἐπαναπαύεσθαι μύθοις, ἐννοείτω κἀν τούτοις τὸν μετὰ τὸν πρῶτον οὐρανὸν τὸν μέγιστον Κρόνον διακρίσεως ἄρξαι καὶ μερισμοῦ. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. τὰ δὲ ἐν μέσῳ, φησί, τοῦ πρώτου καὶ τῶν ἐσχάτων, πρῶτον μὲν τὸν ἀπλανῆ λέγων οὐρανόν, ἔσχατα δὲ τὸν ἥλιον καὶ τὴν σελήνην· ταῦτα γὰρ ἄκρα τοῦ θείου σώματος· τὰ οὖν ἐν μέσῳ τούτων, φησίν, ὁλικώτερα ὄντα ἀφικνεῖται μὲν τῶν ἐσχάτων μᾶλλον πρὸς τὸ παντελὲς τῆς ἀρχῆς, διὰ μερισμοῦ δὲ τῶν κινήσεων ἀφικνεῖται καὶ οὐ διὰ μιᾶς κινήσεως, ὡς ὁ πρῶτος οὐρανός· διὰ πλειόνων οὖν τῶν τὴν μίαν μεριζομένων τελείως· διὸ καὶ ἀφικνεῖσθαι λέγονται, ὅπου καὶ ἡ μία κίνησις ἀνάγει. καί μοι δοκεῖ ὁ Ἀριστοτέλης τὰς οὐρανίας πάσας κινήσεις ἐπισκεψάμενος τὰς τὴν παντότητα διατεινούσας τῆς ἀκινήτου ἑνώσεως εὑρεῖν τὴν μὲν ἀπλανῆ μίαν κίνησιν κινουμένην πασῶν περιεκτικήν, τὰς δὲ μετ’ αὐτὴν πάσας μεμερισμένως, ἥλιον δὲ καὶ σελήνην οὐ πάσας· οὔτε γὰρ στηριγμοὺς οὔτε ὑποποδισμοὺς οὔτε φάσεις διαφόρους οὗτοι φαίνονται ποιούμενοι οὔτε προηγήσεις καὶ ἀκολουθήσεις, διὸ καὶ ἁπλουστέραις ὑποθέσεσιν ἠρκέσθησαν οἱ ἀστρονόμοι τῶν φαινομένων τὰς αἰτίας ἀποδιδόντες. πρακτικὰς οὖν τὰς κινήσεις ὑποθέμενος καὶ διὰ τὴν πρὸς τἀγαθὸν ὁμοίωσιν γινομένας τὸν μὲν πρῶτον οὐρανὸν διὰ μιᾶς παντελοῦς κινήσεως προσεχῶς τυγχάνειν φησὶ τῆς παντελοῦς πρὸς τὸ ἀκίνητον ὁμοιώσεως, τὰς δὲ μετ’ αὐτὸν σφαίρας διὰ πασῶν τῶν μεμερισμένων κινήσεων ἀφικνεῖσθαι πρὸς τὴν παντελῆ ὁμοίωσιν, τὸν δὲ ἥλιον καὶ τὴν σελήνην οὐ πάσας κινουμένους τὰς κινήσεις, ἐφ’ ὅσον δυνατόν, αὐτῆς μεταλαμβάνειν. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης τὴν λύσιν τῆς ἀπορίας ἀποδέδωκεν ἐνδοὺς τῇ ἀπορίᾳ καὶ συγχωρήσας τοὺς πλάνητας πολλὰς κινεῖσθαι κινήσεις τῷ εἴδει διὰ τοὺς φαινομένους αὐτῶν οὐ μόνον προποδισμούς, ἀλλὰ καὶ ὑποποδισμοὺς καὶ στηριγμοὺς καὶ φάσεις διαφόρους καὶ προηγήσεις καὶ ἀκολουθήσεις καὶ πολυειδεῖς ἀνωμαλίας· διὰ γὰρ τὸ ταύτας σώζεσθαι πλείονας καθ’ ἕκαστον κινήσεις παραλαμβάνουσιν, οἱ μὲν ἐκκέντρους καὶ ἐπικύκλους, οἱ δὲ ὁμοκέντρους τὰς ἀνελιττούσας καλουμένας ὑποτιθέμενοι.3

如果他所说的“大地”是指严格意义上的大地,那么他所说的靠近大地的就是大地之上的月下诸元素;但如果他所说的“大地”是指月下的全部领域,那么他所说的就是月亮和太阳靠近大地,作少数的运动;而这更切合已经陈述的那些话。因为难题正是就这些天体而提出的:何以当恒星天作单一运动时,离它较远的太阳和月亮并非始终作更多的运动,而是它们作少数运动,中间的天体却作较多的运动?因此,如果他所说的“少数运动”不是指太阳和月亮,那么解决难题的最核心之点就会缺失。但如果他是指太阳和月亮,“因为它没有到达终极”这一说法似乎显得严苛,除非他是指:它们由于变得更加局部,从而不能与那〔终极〕的完全性相匹敌。因为他明白说过,它们按照自身的尺度分有第一原理;正如他所说:“因为它在可能的限度内分有最神圣的原理”。 他说,而第一天则通过一种在形式上单一的运动,立刻、亦即直接获得了第一原理,因为这一单一运动包容、派生并统摄了一切运动。因为第一天作为首先被运动者,通过完全的运动模仿了不动者的完全性;而正如柏拉图可能会说的,那个不动者在永恒中始终是什么,这第一天便在全部时间中成为什么,而在它之下的诸天体则分割了那个不动者的同一性。如果有人愿意依凭神圣的神话,他也可以在神话中领悟到,紧随第一天之后的至大克洛诺斯开启了区分与分割。不过这些且留待他处讨论。 他说,至于处于第一者与最后者之间的中间之物——以恒星天为第一者,以太阳和月亮为最后者,因为这些是神圣物体的两端——,处于它们中间的事物更加普遍,比最后者更能到达原理的完全性,但它们是通过运动的分割而到达的,并非如第一天那样通过单一的运动;因此是通过完全分割那单一运动的较多运动到达的。正因如此,它们也被说成到达了那单一运动所导向的地方。在我看来,亚里士多德在考察了展开不动的统一之全备性的全部天空运动之后,发现恒星天以包容一切的单一运动而运动,紧随其后的诸天体以分割的方式作全部运动,而太阳和月亮则并不作全部运动。因为它们显然既不做留,也不做逆行,不做各种不同的相位变化,亦不做先行与追随,因此天文学家在解释现象的原因时,满足于较为简单的假说。因此,他假定这些运动是实践性的,且是为了同化于善而产生的,便说第一天通过单一的完全运动直接获得了对不动者的完全同化,而紧随其后的诸天球则通过一切被分割的运动到达完全同化,太阳和月亮虽不作全部运动,却在可能的范围内分享这种同化。 亚里士多德便是这样对难题给出了解决,他向难题让步,承认行星在形式上作繁多的运动,这是由于它们所显现的不仅有顺行,还有逆行、留、各种不同的相位变化、先行、追随以及多样的不规则运行。因为正是为了拯救这些现象,他们才为每颗行星引入了较多的运动,有些人假定了偏心圆与本轮,另一些人则假定了被称为反转球的同心球。

语法注3 条
  1. 2.44τὸ οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον

    中性单数定冠词 τό 将接续的整句引文 οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον(引自亚里士多德原文)名词化,作为谓语 σκληρὸν δοκεῖ 的主语,意为“‘因为它没有到达终极’这一说法显得严苛”。

  2. 2.44τῶν ὑπ’ αὐτὸν μερισαμένων τὴν ἐκείνου ταὐτότητα

    属格独立结构。冠词统领的介词短语 τῶν ὑπ’ αὐτόν(“其下之物”)作分词 μερισαμένων(“分割了”)的逻辑主语,表现第一天在全时间中保持其状态,而其下诸天体则分取并分割其同一性的对比关系。

  3. 2.44οἱ μὲν ἐκκέντρους καὶ ἐπικύκλους, οἱ δὲ ὁμοκέντρους τὰς ἀνελιττούσας καλουμένας ὑποτιθέμενοι

    部分同格结构(schema per partes)。主格分词结构 οἱ μὲν ... οἱ δὲ ... ὑποτιθέμενοι 同格修饰定式动词 παραλαμβάνουσιν 的隐含第三人称复数主语(天文学家们)。在前半句(οἱ μέν)中,支配宾格 ἐκκέντρους καὶ ἐπικύκλους 的分词由后半句的 ὑποτιθέμενοι 承前省略补足。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:486.19-488.9