- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:485.3-486.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《论天》292b10的引文,讨论了对至善的具有与分有,以及不动的超越原理和理智的关系,并指出运动较少既可表示优越亦可表示劣等,以此解释从天体到静止大地在运动数目上的难问之解决。
" Τὸ μὲν οὖν ἔχει καὶ μετέχει τοῦ ἀρίστου ἕως τοῦ διὰ πλειόνων δὲ ἀφικνεῖται τῶν κινήσεων." Εἰπών, ὅτι χρὴ περὶ τῶν οὐρανίων μὴ ὡς περὶ ἀψύχων ἀλλ’ ὡς περὶ ἐμψύχων καὶ πρακτικῶν διανοεῖσθαι, καὶ τὰς διαφορὰς τῶν πραττόντων παραδοὺς ἐπὶ τὸ προκείμενον ἔρχεται τὴν λύσιν τοῦ ἀπορηθέντος ἀποδιδούς, ὡς μὲν ὁ Ἀλέξανδρος λέγει, τῷ πρώτῳ ῥηθέντι πρὸς τὴν τῆς αἰτίας ἀπόδοσιν χρώμενος τῷ τοῖς μὲν ἄριστα ἔχουσι μὴ δεῖν πράξεως, τοῖς δὲ ὀλίγης δεῖν πρὸς τὸ τυχεῖν τοῦ ἀρίστου, τοῖς δὲ πλείονος. μήποτε δὲ καὶ τὸν δεύτερον μίγνυσι διορισμὸν1 τὸν τὴν ὀλίγην κίνησιν μὴ ἀεὶ κρείττονα, ἀλλὰ καὶ χείρονά ποτε δεικνύντα τῆς πλείονος. λέγει οὖν, ὅτι τῶν ὄντων οὔτε τὸ πρῶτον δεῖται πράξεως οὔτε τὸ ἔσχατον, τὸ μὲν ἔσχατον, ὅτι μηδὲ τυγχάνει προσεχῶς τοῦ τέλους, τὸ δὲ πρῶτον, ὅτι οὐ διώρισται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ οὐσίαν ἔχει αὐτὸ καὶ μετέχει αὐτοῦ. καὶ εἴη ἂν τὸ μὲν ἔχειν ἐπὶ τῆς ὑπερουσίου λέγων ἀγαθότητος καὶ τοῦ ἑνός, τὸ δὲ μετέχειν ἐπὶ τοῦ νοῦ τοῦ προσεχῶς ἡνωμένου τῷ ἀγαθῷ καὶ μετέχοντος αὐτοῦ· τὸ μὲν γὰρ κατὰ τὴν ἑαυτοῦ τι προβεβλημένον οὐσίαν ἔχειν λέγεται, τὸ δὲ ἀπ’ ἄλλου λαμβάνον μετέχειν· ὅτι γὰρ ἐννοεῖ τι καὶ ὑπὲρ τὸν νοῦν καὶ τὴν οὐσίαν ὁ Ἀριστοτέλης, δῆλός ἐστι πρὸς τοῖς πέρασι τοῦ Περὶ εὐχῆς βιβλίου σαφῶς εἰπών, ὅτι ὁ θεὸς ἢ νοῦς ἐστιν ἢ καὶ ἐπέκεινά τι τοῦ νοῦ. τὸ δὲ δι’ ὀλίγων κινήσεων ἀφικνεῖται πρὸς τὸ ἑαυτοῦ τέλος· διττὸν δὲ τὸ τέλος, τὸ μὲν πάντων ἄριστον καὶ τελικώτατον, τὸ δὲ μερικώτερον· καὶ ἡ ὀλίγη κίνησις διττή, ἡ μὲν ὡς συνῃρηκυῖα τὸ πλῆθος τῶν κινήσεων καὶ ἐν αὑτῇ καὶ διὰ τοῦτο τοῦ κοινοῦ καὶ ὅλου τυγχάνουσα τέλους, ἡ δὲ μέρος οὖσα τῶν πολλῶν καὶ διὰ τοῦτο πρὸς μερικὸν ἀνατεινομένη. καὶ δῆλον, ὅτι ἡ μὲν κρείττων ἐστὶ τῶν πολλῶν κινήσεων, ἡ δὲ καταδεεστέρα, ὥστε τὸ διὰ πλειόνων πράξεων καὶ ἐνεργειῶν τυγχάνον τοῦ τέλους μέσον ἂν εἴη τοῦ δι’ ὀλίγων. καὶ διὰ τοῦτο λύεται ἡ ἀπορία· διὰ τί γὰρ τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης τὰ πορρώτερα αὐτῆς, ἥλιος καὶ σελήνη, ὀλιγωτέρας κινήσεις κινεῖται τῶν ἀνωτέρω καὶ τῇ ἀπλανεῖ μᾶλλον πλησιαζόντων, ταῦτα δὲ πλείονας; ὅτι τῶν ὀλίγας, φησί, κινήσεις κινουμένων τὰ μὲν κρείττονα τῶν πλείους κινουμένων ἐστί, τὰ δὲ καταδεέστερα· εἴρηται δέ, πότερα ποτέρως· τὸ δὲ ἔσχατον οὐδὲ ἐγχειρεῖ ἀμέσως τοῦ τέλους τυχεῖν, διὸ οὐδὲ κινεῖται, ἀλλ’ ἱκανὸν αὐτῷ εἰς τὸ ἐγγὺς τοῦ τέλους ἐλθεῖν. Εἶτα διὰ τοῦ τῆς ὑγείας παραδείγματος σαφηνίσας τὰ εἰρημένα, ἐν ᾧ τὸ ἰσχνανθῆναι τὸ ἀπέριττον γενέσθαι δηλοῖ, καὶ εἰπών, ὅτι ἄριστον μέν ἐστι τὸ τοῦ τελικωτάτου τέλους τυχεῖν, εἰ δὲ μή, τοῦ ὡς ὅτι ἐγγυτάτω ἐκείνου,2 ἐφαρμόττει λοιπὸν τὰ προκείμενα τοῖς εἰρημένοις ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα χωρῶν καὶ τότε τὰ μέσα περιλαμβάνων· διὰ τοῦτο γάρ φησιν ἡ μὲν γῆ ὅλως οὐ κινεῖται, οὐ διὰ τὴν αὐτὴν αἰτίαν ἔχουσα τὸ ἀκίνητον, δι’ ἣν τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα· ἐκεῖνο μὲν γὰρ ἦν τὸ οὗ ἕνεκα κινεῖται τὰ κινούμενα καὶ οὐκ ἐδεῖτο ἐπ’ αὐτὸ κινεῖσθαι, ἡ δὲ γῆ ἐσχάτη οὖσα οὐκ ἐκείνου πέφυκεν ἀμέσως μετέχειν, ἀλλὰ διὰ τὸ πλησιάζειν τοῖς ἐκείνου προσεχῶς μετέχουσιν, ὡς δυνατὸν αὐτῇ, ἐκείνου μεταλαμβάνει. τὰ δὲ ἐγγὺς τῆς γῆς ὀλίγας κινήσεις κινεῖται, διότι οὐκ ἀφικνεῖται πρὸς τὸ ἔσχατον τέλος, τουτέστι τὸ πρῶτον καὶ τὸ παντελὲς ἀγαθόν, ἀπομερισθέντα αὐτοῦ, ἀλλὰ μέχρι τοσούτου κινεῖται, μέχρις οὗ δύναται μετασχεῖν τῆς θειοτάτης ἀρχῆς· δύναται δὲ μερικῶς.
“因此,一者具有并分有至善”至“而通过较多的运动到达”。 在谈到对于天体不可当作无灵魂之物、而必须当作有灵魂且具有行动能力之物来思考,并且指出了行动者之间的差异之后,[亚里士多德]通过对所提出的难题给出解答而进入眼前的课题:正如亚历山大所说,他将首先陈述的说法用于给出原因,即处于最佳状态者不需要行动,而某些事物为了获得至善只需要少量的行动,另一些事物则需要较多的行动。然而,或许他也掺入了第二种界定,即表明微少的运动并非总是优于较多的运动,有时甚至劣于较多的运动。因此他说,在存在者之中,既非第一者亦非最后者需要行动:最后者是因为它甚至无法直接获得目的,而第一者则是因为它与善并不分离,而是按照其自身的本质具有善并分有善。或许可以说,他所说的“具有”是指超本质的善性与太一,而“分有”是指直接与善结合并分有善的理智;因为按照自身本质而产生某物者被称为“具有”,而从他者接受者被称为“分有”。因为亚里士多德甚至设想了某种超越理智和本质的存在,这从他在《论祈祷》一书末尾明确说“神或者就是理智,或者甚至是超越理智的某种东西”中便显而易见。 而另一者通过少数运动到达其自身的目的。但目的是双重的:一种是万物中最好和最究竟的目的,另一种是较为局部的目的。而微少的运动也是双重的:一种是在自身之中统摄了运动的繁多性,因而获得共同且全体的目的,另一种是作为繁多运动的一部分,因而指向局部的目的。显而易见,前者优于繁多的运动,而后者劣于繁多的运动,因此,通过较多的行动和活动获得目的者,将处于通过少数运动获得目的者之中间。难题正因此得以解决:因为当恒星天作单一运动时,何以离它较远的太阳和月亮比位置更高、更接近恒星天的星体作更少的运动,而这些[中间的星体]却作更多的运动?他说,这是因为在作少数运动的星体中,有些优于作较多运动的,有些则劣于作较多运动的;而哪一类以何种方式如此,已经作了解释。另一方面,最后者甚至根本不企图直接获得目的,因此它甚至不运动,而对于它来说,只要来到目的附近就足够了。 随后,他通过健康的例子阐明了所言之事——在其中变得消瘦意味着变得没有多余体液——,并且说明最好是获得最究竟的目的,若不能,则获得尽可能接近那个目的之物,此后他便将眼前的事物应用到所说的话上,从最后者走向第一者,进而包揽中间者。他说,正因如此,大地全然不运动,而大地具有不动性,并非出于与善及目的具有不动性相同的原因;因为那个善是运动之物为了它而运动的目的,并不需要向着自身运动,而大地作为最后者,本性上并不适于直接分有那个善,而是通过接近那些直接分有它的事物,在自身可能的范围内分润那个善。而接近大地的事物作少数的运动,乃是因为它们与终极目的——即第一且完全的善——相隔离而无法到达它,只是运动到其能够分有最神圣原理的限度;而它们能够部分地分有。
- 2.44μήποτε δὲ καὶ τὸν δεύτερον μίγνυσι διορισμὸν
μήποτε 搭配直陈式现在时(μίγνυσι),是表示审慎推测或温和断言的习惯用法(“或许他也掺入了……”)。在此语境中,辛普里丘以此委婉地提出自己的观点:亚里士多德在亚历山大所指出的第一种界定之外,还融合了第二种界定(即运动少亦可代表劣等)。
- 2.44τοῦ ὡς ὅτι ἐγγυτάτω ἐκείνου
紧承前文 τὸ τοῦ τελικωτάτου τέλους τυχεῖν 的省略结构。冠词属格 τοῦ 或者顺应 τυχεῖν 的支配,或者将整个副词短语名词化(指“[获得]尽可能接近那个目的之物”)。ὡς ὅτι 与最高级副词 ἐγγυτάτω 连用,加强“尽可能最……”的语气。
