- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:483.21-485.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过将天体的多样运动比作人类多样的实践行为来加以解释,以第二格三段论形式证明了处于至善状态者(目的自身)无需行动,并对亚里士多德关于植物活动及行动目标的文句提出了两种解释。
ὡς οὖν ἐν τοῖς γενητοῖς ζῴοις αἱ τοῦ ἀνθρώπου πράξεις πλεῖσταί εἰσι διὰ τὸ πολλῶν τῶν εὖ δύνασθαι τυγχάνειν τὸν ἄνθρωπον, ὅς γε πολλὰ πράττει καὶ ἄλλων ἕνεκα πολιτευόμενος καὶ τὸ ἐκείνων ἀγαθὸν εἰς ἑαυτὸν ἀναφέρων, οὕτω δεῖ νομίζειν καὶ τὴν τῶν ἄστρων πρᾶξιν καὶ κίνησιν ποικιλωτέραν εἶναι πολλάκις ἄλλων παρ’ ἄλλα διὰ τὸ πλειόνων ἀγαθῶν δύνασθαι τυγχάνειν· καὶ γὰρ καὶ ὁ ἄνθρωπος τιμιώτερόν ἐστι τῶν ἄλλων ζῴων τῷ πλείονα πράττειν. Εἴη δ’ ἂν ὁ πᾶς λόγος τοιοῦτος· εἰ μὲν τιμιώτερα εἴη τὰ πλείω κινούμενα, διὰ τὸ πλείω κατορθοῦν πλείω κινοῦνται, εἰ δὲ καταδεέστερα, διὰ τὸ μὴ δύνασθαι δι’ ἁπλῆς κινήσεως τοῦ ἀρίστου τυχεῖν· ὥστε κἂν τοῖς αὐτοῖς τἀναντία κἂν τοῖς ἐναντίοις τὰ αὐτὰ ὑπάρχῃ, οὐκ ἀπορήσομεν λύσεως, ἀλλὰ προσφόρως τοῖς πράγμασι τὰς αἰτίας ἀποδώσομεν. λέγει οὖν ταῦτα ὁ Ἀριστοτέλης οὐ διαιτῶν τῇ ἀξίᾳ τῶν θεῶν·1 ἐπισφαλὴς γὰρ ὁ λόγος· ἀλλὰ ἀφορμὰς διδοὺς λύσεως, καθ’ ἅς, κἂν τὰ τιμιώτερα ἧττον ἐνεργῇ, οὐ θαυμασόμεθα, κἂν τὰ καταδεέστερα. Εἰπὼν δὲ περὶ τοῦ ἀνθρώπου, ὅτι πολλὰ πράττει καὶ οὕτω πολλά, ὥστε καὶ ἄλλων ἕνεκα πράττειν, ἵνα μὴ τοῦτο τὸ ἄριστόν τις ὑπολάβῃ, ἐπήγαγε τῷ δὲ ἴσως ἄριστα ἔχοντι οὐδὲν δεῖ πράξεως καὶ τὴν αἰτίαν προστέθεικε, μᾶλλον δὲ καὶ τὴν ὅλην ἀπόδειξιν, εἰπών, ὅτι τὸ ἄριστα ἔχον τοῦτό ἐστιν, ᾧ τὸ εἶναι τοῦτό ἐστι τὸ οὗ ἕνεκα εἶναι·2 τὸ γὰρ ἄριστον τὸ πάντων τέλος ἐστὶ καὶ οὗ ἕνεκα πάντα, τὸ δὲ πρᾶττον ἄλλο ἐστὶ παρὰ τὸ οὗ ἕνεκα. καὶ ταύτης πάλιν τῆς προτάσεως τὴν αἰτίαν ἐπήγαγεν εἰπών· ἡ γὰρ πρᾶξις ἐν δυσίν, ὅταν καὶ οὗ ἕνεκα ᾖ καὶ τὸ τούτου ἕνεκα. εἰ γὰρ πᾶν τὸ πρᾶττον δι’ ἀγαθοῦ ἔφεσιν πράττει, ὃ πράττει, ἄλλο ἂν εἴη τὸ ἀγαθὸν καὶ ἄλλο τὸ πρᾶττον· συνάγεται οὖν ἐν δευτέρῳ σχήματι,3 ὅτι τὸ ἄριστα ἔχον οὐ δεῖται πράξεως, εἴπερ τὸ μὲν ἄριστα ἔχον τὸ οὗ ἕνεκά ἐστι, τὸ δὲ πρᾶττον οὐκ ἔστι τὸ οὗ ἕνεκα. καὶ εἰπὼν διὰ μέσου τὰ περὶ τοῦ ἀρίστου συνάπτει τῷ περὶ τοῦ ἀνθρώπου προειρημένῳ τὸ καὶ δὴ καὶ τῶν ἄλλων ζῴων ἐλάττους καὶ τὰ ἑξῆς. Μικρὰν δὲ λέγει τὴν τῶν φυτῶν πρᾶξιν καὶ μίαν τὴν περὶ τὴν τροφὴν ἴσως ὡς μὴ δυναμένων αὐτῶν ἐν πολλοῖς κατορθοῦν. κοινότερον δὲ τὴν ἐνέργειαν τοῦ φυτοῦ πρᾶξιν ἐκάλεσεν, ἐπεὶ ἥ γε κυρίως πρᾶξις κατὰ λόγον ἐνέργειά ἐστι. τὸ δὲ ἐφεξῆς τὸ ἢ γὰρ ἕν τί ἐστιν, οὗ τύχοι ἂν ἢ οὐ περὶ τῶν φυτῶν λέγοι ἄν,4 ἀλλὰ καθόλου περὶ τῶν πρασσόντων, ὅτι ἢ ἕν τί ἐστι τῷ πράσσοντι προκείμενον, οὗ καὶ τύχοι ἄν, ὥσπερ καὶ ὁ ἄνθρωπος τῶν αὐτῷ προκειμένων πλειόνων ὄντων, ἢ εἰ καὶ μὴ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ προκείμενα, ὡς καὶ τῷ ἀνθρώπῳ, ἀλλ’ οὖν τὰ πολλὰ ταῦτα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἄριστον τῷ πάντα τὰ ἄλλα πρὸς ἐκεῖνο νεύειν καὶ δι’ ἐκεῖνο αἱρετὰ εἶναι. δύναται δὲ τὸ ἢ γὰρ ἕν τί ἐστι καὶ ἐπὶ τῶν φυτῶν εἰρῆσθαι πρὸς τὸ μικρά τις καὶ μία ἴσως ἀποδιδόμενον καὶ λέγον, ὅτι· ἢ γὰρ ἕν τί ἐστιν ἀγαθὸν τοῦ φυτοῦ, οὗ τύχοι ἄν, ὥσπερ καὶ ὁ ἄνθρωπος ἑκάστου τῶν πολλῶν ἑαυτοῦ ἀγαθῶν, ἢ εἰ καὶ πολλὰ εἶναι δοκεῖ τὰ ἀγαθὰ αὐτοῦ, οἷον τὸ τρέφεσθαι, τὸ αὐξάνεσθαι, τὸ γεννᾶν, πάντα ταῦτα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἓν αὐτοῦ καὶ τελικώτατον ἀγαθὸν ἀπεστενωμένον ὂν πρὸς τὸ ἀνθρώπινον.
因此,正如在被生成的动物中,人的行为最多,是因为人能够获得许多善好——人甚至为了他人而做许多事,过着城邦公民的生活并将他们的善归于自身——,同样也应当认为,星辰的行为和运动由于能够获得更多的善,彼此相比往往更为多样;因为人也正是由于从事更多的行为而比其他动物更为尊贵。 整个论证大概如下:如果运动较多者是更尊贵的,它们正是因为成功达成较多事物而运动得较多;但如果它们是较劣等的,[它们运动得较多]则是因为无法通过单一的运动达成至善。因此,无论相同的事物具有相反的属性,还是相反的事物具有相同的属性,我们都不会缺少解决方案,而是能切合实际地指出原因。亚里士多德说这些话,并不是要裁判诸神的高下品第——因为这种说法是充满风险的——,而是提供解决的线索,根据这些线索,无论更尊贵者活动较少,还是较劣等者活动较少,我们都不会感到诧异。 在谈到人从事许多行为、多到甚至为了他人而行动之后,为了不让人把这当成“至善”,他接着说:“而对于处于最佳状态者而言,或许根本不需要行动”;并且他补充了原因,或者说补充了整个证明,他说处于最佳状态者就是“对其而言,其存在正是‘目的本身’的存在者”;因为至善是万物的终点和万物所为了的目的,而行动者不同于目的。他又为这个前提补充了原因,说:“因为行动存在于二者之中,即当既有目的、又有为了此目的之物时。”因为如果一切行动者都是出于对善的欲求而从事其所做之事,那么善是一回事,行动者则是另一回事。于是在第二格推论中便得出结论:处于最佳状态者不需要行动,既然处于最佳状态者是目的,而行动者不是目的。 在中间插入叙述了关于至善的事情之后,他把“而在其他动物中则更少”等等句式,接续到先前关于人所说的话上。 他说植物的行动是微小的,或许只是关于滋养的单一行动,因为它们无法在许多事情上都取得成功。他是在较宽泛的意义上把植物的活动称为“行动”的,因为严格意义上的行动乃是合乎理性的活动。随后的句子“因为或者存在某种它能够获得的一”,可以理解为不是关于植物说的,而是普遍地关于一切行动者说的:即对于行动者而言,或者摆在它面前、并且它能够获得的是某种单一之物,正如人尽管摆在面前的事物较多也〔能获得〕;或者即使摆在面前的并非一件事物而是较多的事物(正如人也是如此),然而这许多事物也都是通向至善的道路,因为所有其他事物都指向那至善,并为了它而是值得选择的。不过,“因为或者存在某种一”这句话也可以说是针对植物而言的,用以呼应“或许微小而单一”,意思是说:或者存在植物所能获得的某种单一的善,正如人获得自己许多善中的每一项一样;或者即便它的善看似有许多——例如吸取养分、生长和繁衍——,所有这些也都是通向其单一而终极之善的道路,这一终极之善与属人的善相比是被收窄了的。
- 2.43οὐ διαιτῶν τῇ ἀξίᾳ τῶν θεῶν
与格 τῇ ἀξίᾳ 是表示基准的与格,修饰分词 διαιτῶν(“并非依据诸神的尊严/品第来加以裁决”)。动词 διαιτάω 原意为仲裁、评判,在此指对神明等级的高下进行武断裁判之举。
- 2.43ᾧ τὸ εἶναι τοῦτό ἐστι τὸ οὗ ἕνεκα εἶναι
关系代词与格 ᾧ 为所属与格。从句的主语是 τὸ εἶναι(“其存在/本质”),述语是 τοῦτό ἐστι τὸ οὗ ἕνεκα εἶναι(“正是这回事:作为目的本身而存在”),构成了对其本质即等于终极目的者的界定。
- 2.43συνάγεται οὖν ἐν δευτέρῳ σχήματι
此处指出了第二格三段论(具体为 Cesare 式)的结构:小前提“处于最佳状态者是目的(全称肯定)”,大前提“行动者不是目的(全称否定)”,由此得出结论“处于最佳状态者不需要行动/不是行动者(全称否定)”。
- 2.43τὸ δὲ ἐφεξῆς τὸ ἢ γὰρ ἕν τί ἐστιν, οὗ τύχοι ἂν ἢ οὐ περὶ τῶν φυτῶν λέγοι ἄν
此处亚里士多德引文中的连词 ἤ 与辛普里丘自身的句式结构发生重叠。第一个 ἤ 属于被引用的亚里士多德经文;随后的 ἢ οὐ περὶ τῶν φυτῶν λέγοι ἄν 提出了第一种解释方案,与后文的 δύναται δὲ ... καὶ ἐπὶ τῶν φυτῶν εἰρῆσθαι(第二种解释方案)形成对应。
