← 辛普里丘

亚里士多德《论天》注释

§482.1-483.21

关于天体之魂与运动多样性的第一疑难之解答

辛普里丘注解了亚里士多德《论天》卷二第十二章关于第一个疑难的解决,论证了天体不应被视为无灵魂的物体,而应被视为具有理性灵魂和实践生活的存在。随后,他借助身体获取健康的类比阐明了至善、恒星天、行星以及月下界的等级秩序,并利用掷骰子的比喻解释了为何更高的行星比太阳和月亮需要更多的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43#1

" Ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν ἕως τοῦ ἢ καὶ τὰ πολλὰ πάντα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἄριστον." Τὰ μὲν εἰρημένα μέχρι τοῦ νῦν περὶ τῶν δύο ἀποριῶν εἴρηται, ἐντεῦθεν δὲ ἐπὶ τὴν λύσιν τῆς προτέρας ὁρμήσας τὴν αἰτίαν πρῶτον λέγει, δι’ ἣν ἀπορώτατος ὁ λόγος δοκεῖ, καὶ ὅτι οὐ παρὰ τὸ ζητούμενον, ἀλλὰ παρὰ τοὺς ζητοῦντας. ὡς γὰρ περὶ σωμάτων ἀψύχων αὐτῶν καὶ οἷον τῶν ἐν τοῖς ἀριθμοῖς μονάδων τάξιν μόνον ἐχουσῶν πρὸς ἀλλήλας, ἀψύχων δὲ τὸ πάμπαν οὐσῶν, οὕτω περὶ τῶν οὐρανίων διανοούμενοι ἄλυτον τὴν ἀπορίαν νομίζομεν· καὶ γὰρ ἦν ἂν ἄλυτος οὕτως ἐχόντων μηδεμιᾶς ἀπ’ αὐτῶν ἀφορμῆς πρὸς λύσιν εὑρισκομένης. δεῖ δὲ ὡς περὶ ἐμψύχων αὐτῶν διανοεῖσθαι λογικὴν ψυχὴν ἐχόντων, ὥστε καὶ πράξεως καὶ ζωῆς πρακτικῆς μετέχειν· τὸ μὲν γὰρ ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ψυχῶν λέγομεν καὶ ἐπὶ τῶν ἀψύχων σωμάτων, τὸ δὲ πράττειν ἰδίως ἐπὶ τῶν λογικῶν ψυχῶν κατηγοροῦμεν. ἐὰν οὖν οὕτως αὐτὰ νοήσωμεν ἔχοντα, οὐδὲν παράλογον〈ἂν〉 δόξειεν εἶναι τὸ περὶ τὰς κινήσεις τῶν οὐρανίων συμβαῖνον. ἐπειδὴ γὰρ πρακτικὰ ταῦτά ἐστι, πᾶσα δὲ πρᾶξις διὰ κινήσεως τοῦ ἀγαθοῦ ἕνεκα γίνεται, δῆλον, ὅτι τῷ μὲν ἄριστα ἔχοντι καὶ ἢ αὐτοαγαθῷ ὄντι ἢ συνηνωμένῳ κατ’ οὐσίαν τῷ αὐτοαγαθῷ, οἷον τὸ πρῶτον κινοῦν· τοιοῦτος δὲ ὁ πολυτίμητος νοῦς· ταῦτα χωρὶς πράξεως καὶ κινήσεώς ἐστί τε καὶ ἔχει τὸ ἀγαθόν,1 ἤ, ὡς αὐτός φησι, τὸ μὲν ἔχει, τὸ δὲ μετέχει τοῦ ἀγαθοῦ προσεχῶς, τῷ δὲ ἐγγυτάτω δι’ ὀλίγης καὶ μιᾶς κινήσεως ὑπάρχει τὸ ἀγαθόν, ὥσπερ τῇ ἀπλανεῖ, τοῖς δὲ πορρωτέρω διὰ πλειόνων, ὡς τοῖς πλάνησι, τὰ δὲ οὐδὲ τυχεῖν ἀμέσως ἐκείνου δύναται, ἀλλὰ ἀγαπᾷ πλησιάζειν τοῖς τυγχάνουσιν, ὥσπερ ἡ γῆ, καὶ διὰ τοῦτο ἀκίνητός ἐστιν, ἢ καὶ τὸ ὑπὸ σελήνην πᾶν, εἴπερ ἡ μὲν ἐπ’ εὐθείας ἀτελῶν ὄντων ἐστίν, ἡ δὲ κύκλῳ τῷ πυρὶ καὶ τῷ ἄνω ἀέρι μετὰ τοῦ οὐρανοῦ. εἶτα παραδείγματι τῷ σώματι καὶ τῇ ὑγείᾳ χρησάμενος, τὸ μέν, φησί, σῶμα καὶ χωρὶς τοῦ γυμνάσασθαι εὖ ἔχει διὰ τὸ ἄριστα συνεστάναι, ὅπερ ἀναλογεῖ τῷ ἀκινήτῳ, τὸ δὲ μικρὰ περιπατῆσαν, ὅπερ τῇ ἀπλανεῖ προσείκασε, τῷ δὲ πλειόνων δεῖ γυμνασίων πρὸς τὸ ὑγιαίνειν οἷον δρόμου καὶ πάλης καὶ τῆς ἐν τῷ παλαίειν γυμναστικῆς διατριβῆς· τοιαύτη γὰρ ἡ κόνισις διὰ τὸ ἐν κόνει γυμνάζεσθαι τὰ παλαιστρικά· τοῦτο δὲ ὡς τῷ πλανωμένῳ ἀναλογοῦν παρείληπται· τῷ δὲ ἐσχάτως διακειμένῳ οὐδὲ ὁποσαοῦν πονοῦντι τὸ εἰλικρινὲς τῆς ὑγείας ἀγαθὸν ὑπάρχει, ὅπερ τῷ ὑπὸ σελήνην ἀπείκασεν ἀμέσως μετέχειν τῆς θείας ἀγαθότητος μὴ δυναμένῳ καὶ διὰ τοῦτο μὴ κινουμένῳ καθ’ αὑτό. Αἰσθανόμενος δὲ ἔτι ἐλλιπῶς τὸν λόγον ἔχειν· μὴ γὰρ εἰρῆσθαι τὴν αἰτίαν τῆς ἐν τῷ πλανωμένῳ διαφορᾶς, διὰ τί ἡ μὲν σελήνη καὶ ὁ ἥλιος ἐλάττους κινοῦνται κινήσεις, τὰ δὲ ἀνωτέρω πλείονας· ἀναπληροῖ τὸ λεῖπον λέγων τὰ τιμιώτερα πλείονα πράττειν διὰ τὸ πολλῶν τῶν εὖ δύνασθαι τυχεῖν, καὶ τούτοις μᾶλλον προσήκειν τὸ πολλὰ ἢ τὸ πολλάκις κατορθοῦν,2 ὅπερ ἐστὶ χαλεπώτατον· οἷον μυρίους ἀστραγάλους Χίους βαλεῖν ἀστραγαλίζοντα ἢ Κῴους·3 γράφεται γὰρ καὶ οὕτως ὡς μεγάλων ἀστραγάλων ἐν ἀμφοτέραις γινομένων ταῖς νήσοις· οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἀδύνατόν ἐστιν, ἀλλ’ ἕνα ἢ δύο ῥᾷον· τοῦτο δὲ τοῖς ἰσχυροτέροις προσήκει καὶ τὸ διὰ πλειόνων τοῦ τελικωτάτου ἀγαθοῦ τυγχάνειν, οἷον εἰ τοδὶ μὲν δέοι τοῦδε ἕνεκα ποιῆσαι, τοῦτο δὲ ἄλλου καὶ τοῦτο ἑτέρου, ὡς τὸ γράμματα μαθεῖν διὰ τὸ καὶ μαθημάτων δύνασθαι μετασχεῖν καὶ τοῦτο διὰ τὸ φιλοσοφῆσαι καὶ τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν· καὶ γὰρ ἐν μὲν ἑνὶ ἢ δυσὶ ῥᾴδιον καὶ τῷ ἀσθενεστέρῳ ἐπιτυχεῖν, ὅσῳ δ’ ἂν διὰ πλειόνων, χαλεπώτερον.

“但我们把它们仅仅当作物体”直至“或者所有许多事物都是通向至善的道路”。 直到目前为止所说的话是关于这两个疑难而言的;从这里开始,他转向前一个疑难的解决,首先道出了该论证为何看似极其困难的原因,并且指出这并非由于被探究的对象,而是由于探究者们自己。因为正是通过把天体设想为无灵魂的物体,就如同数中的单位一样彼此之间仅仅具有某种次序,却全然没有灵魂,我们才认为这个疑难是无法解决的。事实上,若它们果真处于这种状态,疑难确实就是无法解决的,因为从它们自身中找不到任何通向解决的线索。但是,应当把它们设想为有灵魂的、具有理性灵魂的存在,以至于它们也分有行动和实践的生活。因为“制作”我们既用于无理性的灵魂也用于无灵魂的物体,而“行动(实践)”我们则专门用来述说理性灵魂。因此,如果我们设想它们是处于这种状态,那么发生在天体运动上的事情就不会显得有任何不合理之处。因为既然它们是能够实践的,而一切经由运动的行动都是为了善而发生,那么显然,对于处于至善状态并且要么是善自身、要么在本质上与善自身合一的事物而言——例如第一推动者,而备受崇敬的理智正是如此——,它们无需行动和运动便存在并且拥有善,或者如他自己所说,前者拥有善,后者直接分有善;而对于最近者而言,则如恒星天那样,通过微少而单一的运动便具有善;对于更远者而言,则如行星那样,通过更多的运动才具有善。另一些事物甚至根本无法直接获得那善,而仅仅满足于接近那些获得善者,如同大地那样,因此大地是不动的;或者整个月下界也是如此,如果说直线运动属于不完全者,而圆周运动则是火和上层空气随同天界一起进行的。随后他以身体和健康为例说,有一种身体无需锻炼便处于良好状态,因为它具有最佳的体质,这相当于不动者;另一种身体则只需稍作散步便处于良好状态,他将此比作恒星天;而另一种身体为了健康则需要更多的锻炼,例如奔跑、摔跤以及摔跤中的体操操练——因为“沙尘操练”便是这种类型,这是因为摔跤项目是在沙尘中训练的——,这被引入作为与游移星体相当之物;然而对于处于最差状态的身体而言,无论它如何劳作,都绝不会拥有纯粹的健康之善,他将此比作月下界,因为它无法直接分有神圣的善性,并且因此并不依其自身而运动。 但他察觉到这一论证仍有欠缺——因为游移星体之间的差异原因尚未阐明,即为何月亮和太阳以较少的运动来运动,而更高的星体却以更多的运动来运动——,便补充了不足之处,他说更尊贵者之所以能做更多的事情,乃是因为能够获得许多善好,对它们而言,在许多事物上或许多次获得成功更为相宜,而这是极其困难的;例如掷骰子的人掷出一万个希俄斯或科斯式的骰子——因为也有这样写的,鉴于这两个岛屿都出产大型骰子——,这不仅困难,而且是不可能的,但掷出一个或两个则较为容易。而对于较强健者而言,这以及通过更多的步骤来达成终极之善是相宜的,正如若必须为了那而做这,为了另一事物而做那,又为了再一事物而做该事物;正如为了能够参与学问而学习读写,为了从事哲学而参与学问,又为了同化于神而从事哲学。事实上,通过一两个步骤,即便是较弱者也容易成功,但步骤越多,就越为困难。

语法注3 条
  1. 2.43δῆλον, ὅτι τῷ μὲν ἄριστα ἔχοντι καὶ ἢ αὐτοαγαθῷ ὄντι ἢ συνηνωμένῳ κατ’ οὐσίαν τῷ αὐτοαγαθῷ, οἷον τὸ πρῶτον κινοῦν· τοιοῦτος δὲ ὁ πολυτίμητος νοῦς· ταῦτα χωρὶς πράξεως καὶ κινήσεώς ἐστί τε καὶ ἔχει τὸ ἀγαθόν

    ὅτι从句开头引入了与格短语(τῷ μὲν ἄριστα ἔχοντι ...),但在插入解释之后,转向以复数主语 ταῦτα 为主语的动词结构(ἐστί τε καὶ ἔχει),构成了句法上的破格(anacoluthon)。开头的与格充当了后文对照(τῷ δὲ ἐγγυτάτω... τοῖς δὲ πορρωτέρω...)的起点,而句末的 ταῦτα 则以主格概括重述了所指事物。

  2. 2.43καὶ τούτοις μᾶλλον προσήκειν τὸ πολλὰ ἢ τὸ πολλάκις κατορθοῦν

    此处 μᾶλλον 修饰 προσήκειν(“对它们更为相宜”),而选言连词 ἤ(“或”)连接两个带冠词的不定词短语(τὸ πολλὰ [κατορθοῦν] 与 τὸ πολλάκις κατορθοῦν)充当主语(改写自亚里士多德《论天》292a28–29)。前一短语的动词 κατορθοῦν 承后省略。

  3. 2.43οἷον μυρίους ἀστραγάλους Χίους βαλεῖν ἀστραγαλίζοντα ἢ Κῴους

    宾格分词 ἀστραγαλίζοντα 充当不定词 βαλεῖν 的逻辑主语。Χίους 是指骰子特定点数(一点/最差点数)的传统术语,并列记录了异文 Κῴους。句法上,以该对格不定词短语构成的整体作为主语,连接主句谓语 οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἀδύνατόν ἐστιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:482.1-483.21