- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:480.24-481.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了亚里士多德在《论天》291b24中提出的两个疑难(为何越靠近第一天球的行星运动并非越简单,以及为何与行星天球不同、唯独恒星天中存在无数星体),考察了月掩火星的观测记录,并讨论了亚历山大对亚里士多德论及探究冒险性之文句的解读。
" Δυοῖν δ’ ἀποριῶν οὐσῶν ἕως τοῦ οὐδὲν ἂν ἄλογον εἶναι δόξειε τὸ νῦν ἀπορούμενον." Δύο λοιπὰς ἀπορίας περὶ τῶν οὐρανίων ἀπορωτάτας ὄντως προβάλλεται, ὧν ἡ πρώτη τοιαύτη· διὰ τί τῆς ἀπλανοῦς μίαν κινουμένης φορὰν τὸ πλησιαίτατον αὐτῆς, οἷον ἡ τοῦ Κρόνου σφαῖρα, οὐκ ἐλαχίστας κινεῖται κινήσεις, οἷον δύο, τὸ δὲ μετ’ ἐκείνην τρεῖς ἢ κατ’ ἄλλην τινὰ τῶν ἀριθμῶν ἀνάλογον τάξιν, ὥστε ἀεὶ τὰ πορρώτερον πλείονας κινεῖσθαι, ἀλλὰ τοὐναντίον συμβέβηκεν.1 ὁ γὰρ ἥλιος καὶ ἡ σελήνη κατωτέρω τῶν ἄλλων ὄντες· καὶ γὰρ καὶ αὐτὸς τὸν ἥλιον προσεχῶς ὑπὲρ τὴν σελήνην ὑποτίθεται, ὥσπερ καὶ ὁ Πλάτων· ἐλάττους κινοῦνται κινήσεις ἢ τῶν πλανωμένων ἄστρων ἔνια· καὶ γὰρ ἁπλουστάτη μὲν ἐν τοῖς πλανωμένοις ἡ τοῦ ἡλίου κίνησις, ἡ δὲ τῆς σελήνης τῶν ἄλλων ἁπλουστέρα. καίτοι ἐχρῆν τοὺς ἀνωτέρω πορρώτερον ὄντας τοῦ μέσου καὶ πλησιαίτερον τῆς ἀπλανοῦς, ἣν πρῶτον σῶμα καλεῖ, ἁπλουστέρας τοῦ ἡλίου καὶ τῆς σελήνης ἔχειν τὰς κινήσεις. καὶ ὅτι τῶν ἄλλων κατωτέρω ἐστὶν ἡ σελήνη, δείκνυσιν ἐκ τῶν ἱστορημένων αὐτῆς ὑποδρομῶν, ὧν μίαν καὶ αὐτὸς ἑωρακέναι φησὶ τὴν τοῦ Ἄρεος· διχότομον γὰρ οὖσαν ὑπελθεῖν φησι τὸν τοῦ Ἄρεος, καὶ ἀποκρυφθῆναι μὲν αὐτὸν κατὰ τὸ μέλαν αὐτῆς, ἐξελθεῖν δὲ κατὰ τὸ λαμπρόν, ὡς αὐξομένην αὐτὴν εἶναι διχότομον.2 ἀλλὰ τοῦτο μὲν αὐτὸς ἐθεάσατο, καὶ περὶ τοὺς ἄλλους δὲ ἀστέρας τὸ αὐτὸ συμβὰν τοὺς ἀνωτέρω ἐτήρησαν Αἰγύπτιοί τε καὶ Βαβυλώνιοι, ὡς πολλὰς αὐτῶν περὶ ἑκάστου τῶν ἀστέρων τηρήσεις παραδεδόσθαι. Εἶτα καὶ τὴν δευτέραν ἀπορίαν ἐπάγει, διὰ τίνα ποτὲ αἰτίαν ἐν μὲν τῇ ἀπλανεῖ τοσοῦτόν ἐστιν ἀστέρων πλῆθος, ὥστε τῶν ἀναριθμήτων εἶναι δοκεῖν, ἐν ἑκάστῃ δὲ τῶν ὑπ’ αὐτὴν σφαιρῶν οὐ φαίνεται πλέον ἑνὸς ὑπάρχον ἄστρου. καὶ τότε πρὸς τὸ παράβολον τῆς ζητήσεως ἀπιδὼν καὶ φοβερὰν αὐτὴν εἶναι διὰ τὸ μέγεθος τῶν ἀποριῶν λογισάμενος παραμυθεῖται λέγων περὶ μὲν δὴ τούτων ζητεῖν μὲν καλῶς ἔχει καὶ τὴν ἐπὶ πλέον σύνεσιν ἀποδέχεσθαι ἢ μᾶλλον ἀπαιτεῖν·3 τούτῳ γὰρ μᾶλλον ἐλλείπειν τὸν λόγον οἴεται ὁ Ἀλέξανδρος, διότι τὸ ἐπιφερόμενον τούτῳ μᾶλλον κατάλληλον εἶναι δοκεῖ. μήποτε δὲ οὐκ ἐλλειπτικῶς ὁ λόγος εἴρηται· οὐδὲ γὰρ εἴωθεν ὁ Ἀριστοτέλης, κἂν βραχύλογος ᾖ, ἐλλειπτικῶς ἑρμηνεύειν· ἀλλὰ τοὺς μάλιστα συνετούς φησι δεῖν τὰ τοιαῦτα ζητεῖν καὶ οὐ τοὺς τυχόντας καὶ μὴ ἀποδειλιᾶν, κἂν μικρὰς ἔχωσιν ἀφορμὰς περὶ αὐτῶν καὶ πλέον τῆς κατὰ τόπον διαστάσεως, ὡς εἶπεν ἀλλαχοῦ, τῶν περὶ αὐτὰ συμβεβηκότων ἀφεστήκωσιν· ὅμως δέ, κἂν τοῦτο οὕτως ἔχῃ, ἐκ τῶν ῥηθησομένων λογισμῶν οὐκ ἂν ἄλογον δόξοι τὸ νῦν ἀπορούμενον.
“有两个疑难”直至“现在所疑难的事情似乎并非没有道理”。 他提出了关于天体的剩下两个确实最为困难的疑难,其中第一个是这样的:为何在恒星天以一种运行运动时,距离它最近的球(例如土星的球)并不以最少的运动(例如两种)运动,其后的球并不以三种,或并不按照某种其他相应的数目次序运动,以至于较远的球总是以更多的运动来运动,反而发生了相反的情况?因为太阳和月亮处于比其他星体更低的位置——因为他自己也和柏拉图一样,假定太阳紧邻于月亮之上——,它们所作的运动却少于游移的星体中的某些星体。事实上,在游移的星体中,太阳的运动是最为单一的,而月亮的运动也比其他星体更为单一。然而,那些处于更高处、距离中心更远而更靠近恒星天(他称其为第一物体)的星体,本应当具有比太阳和月亮更为单一的运动。并且,月亮处于其他星体之下,他是由其被记载的穿行(掩星)来证明的,其中一次关于阿瑞斯之星(火星)的掩星,他说他自己也曾目睹过;因为他说,当月亮二等分时,它运行到了阿瑞斯之星下方,阿瑞斯之星在其黑暗部分被遮蔽,在其明亮部分显露出来,这表明月亮是在渐盈时成为二等分的。他自己目睹了这一现象,但关于其他更高的星体,埃及人和巴比伦人也观察到了同样事情的发生,因此他们关于每颗星体的诸多观测记录被传承了下来。 随后他又引出了第二个疑难:究竟是出于何种原因,在恒星天中星体数量如此之多,以至于看似属于不可计数之列,而在其下的各个天球中,显现出来的却都不多于单个星体?那时,他鉴于探究的冒险性,并考虑到由于疑难的重大而使其令人畏惧,便劝导说,就这些事情进行探究,并且接纳、或者不如说要求进一步的理解,是好的。因为亚历山大认为这句话更是省减了这个〔词〕,因为紧接着的内容似乎与此更为契合。不过,或许这句话并非省减地说出的;因为亚里士多德即便言简意赅,也不习惯于作省减的表达;相反,他说应当是由最为聪慧的人、而非随便什么人来探究此类事情,并且不应胆怯,即便关于它们仅有微少的手头线索,并且如他在别处所说,他们与发生于它们之上的诸偶性相隔的距离比空间上的距离还要遥远;然而,即使情况如此,根据将要陈述的推论,现在所疑难的事情也决不会显得没有道理。
- 2.42ὥστε ἀεὶ τὰ πορρώτερον πλείονας κινεῖσθαι, ἀλλὰ τοὐναντίον συμβέβηκεν
由 ὥστε 加不定式引导的结果从句(ὥστε ... κινεῖσθαι,“以至于较远的球总是以更多的运动来运动”)被连词 ἀλλά 及直陈式完成时动词(ἀλλὰ τοὐναντίον συμβέβηκεν,“反而发生了相反的情况”)打断并形成转折,转为对事实相反情况的陈述。整个句段构成了由 διὰ τί(为何)统摄的间接疑问从句。
- 2.42ὡς αὐξομένην αὐτὴν εἶναι διχότομον
连词 ὡς 搭配宾格加不定式(αὐξομένην αὐτὴν εἶναι διχότομον),引出从前面掩星细节(在黑暗部被隐蔽而在光亮部显露)得出的说明性或推论性补充(即月亮在二等分时处于渐盈阶段)。
- 2.42τὴν ἐπὶ πλέον σύνεσιν ἀποδέχεσθαι ἢ μᾶλλον ἀπαιτεῖν
亚里士多德原文(《论天》292a14–15)至 καὶ τὴν ἐπὶ πλεῖον σύνεσιν 即告停顿而无另一不定式;辛普利丘补入“接纳、或者不如说要求”(ἢ μᾶλλον 意为表修正的“或者不如说”),指出注疏家亚历山大认为此处省减的更是 ἀπαιτεῖν(“要求”)而非 ἀποδέχεσθαι(“接纳”),而辛普利丘则认为该句并非省减,而是着眼于探讨此类天体问题所要求的探究者极高智力标准。
