← 辛普里丘

亚里士多德《论天》注释

§479.1-480.23

基于月相与日食对天体球形的论证

辛普里修阐释了亚里士多德的论证,即基于天体同质性的公理,通过月相(月牙形、二等分半月、双凸形)的观察以及日食时的掩食弧形,推证月亮及其他星体均为球形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41

" Ἔτι δέ, εἰ ὁμοίως μὲν ἅπαντα καὶ ἓν ἕως τοῦ ὅτι καὶ τὰ ἄλλα εἴη ἂν σφαιροειδῆ." Δεύτερον ἐπιχείρημα τοῦτο τοῦ σφαιρικοῦ τῶν ἀστέρων δεικτικὸν ἀξιώματι καὶ αὐτὸ προσχρώμενον τῷ λέγοντι ὁμοίως ἔχειν κατὰ τὸ σχῆμα ἓν ὁποιονοῦν τῶν ἄστρων καὶ πάντα, εἴπερ ἁπλῆς οὔσης τῆς αὐτῆς οὐσίας ἐστὶν ἅπαντα· εἰ οὖν ἡ σελήνη ἐκ τῶν ὁρωμένων αὐτῆς φωτισμῶν σφαιροειδὴς δείκνυται, δῆλον, ὅτι καὶ τὰ ἄλλα εἴη ἂν σφαιροειδῆ. εἰ γὰρ μὴ σφαιροειδὴς ἦν, ἀλλὰ τυμπανοειδής, εἰ τύχοι, ἢ φακοειδής, οὐκ ἂν οἱ φωτισμοὶ τοιοῦτοι ἐγίνοντο, ὡς αὐξανομένην, φησί, καὶ φθίνουσαν τὰ μὲν πλεῖστα μηνοειδῆ φαίνεσθαι ἢ ἀμφίκυρτον, ἅπαξ δὲ διχότομον.1 ἀλλ’ εἰ μὲν διχότομον τὴν πανσέληνον ἔλεγεν, ὡς διχόμηνον αὐτὴν ἐκάλεσεν Ἄρατος διὰ τὸ διχῇ τέμνειν τὸν μῆνα, καὶ τὰ ἄλλα συνεφώνει καὶ τὸ πλεονάκις μηνοειδῆ φαίνεσθαι· καὶ γὰρ αὐξανομένη καὶ φθίνουσα· καὶ ἀμφίκυρτος ὁμοίως. ἐπειδὴ δὲ μετ’ ὀλίγον διχότομον τὴν καὶ παρ’ ἡμῖν λεγομένην ὀνομάζει, ὅταν λέγῃ “τὴν γὰρ σελήνην ἑωράκαμεν διχότομον μὲν οὖσαν, ὑπελθοῦσαν δὲ τῶν ἀστέρων τὸν τοῦ Ἄρεος καὶ ἀποκρυβέντα μὲν κατὰ τὸ μέλαν αὐτῆς, ἐξελθόντα δὲ κατὰ τὸ φανερὸν καὶ λαμπρόν,” καλῶς ἐξηγοῦνται τὸ ἅπαξ διχότομον· καὶ γὰρ αὐξομένη καὶ φθίνουσα καὶ μηνοειδὴς καὶ ἀμφίκυρτος ἐπὶ χρόνον γίνεται πλείονα· ἔστι γὰρ τὸ μᾶλλον καὶ ἧττον ἐν τούτοις τοῖς σχήμασι· διχότομος δὲ κἂν γίνηται καὶ αὐτὴ καὶ αὐξομένης καὶ φθινούσης, ἀλλ’ οὐκ ἐπὶ χρόνον τινά, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἔστιν ἐν τούτῳ τῷ σχήματι, ἀλλ’ ἀκαριαῖός ἐστιν αὐτοῦ χρόνος, ὅπερ τὸ ἅπαξ δηλοῖ. τοῦ δὲ σφαιρικοῦ ἴδια τυγχάνει ταῦτα τὰ τῶν φωτισμῶν σχήματα, διότι ἡμισφαιρίου ἀεὶ φωτιζομένου, ὅταν μὲν κατὰ τὴν αὐτὴν οὖσα μοῖραν ὑποτρέχῃ τὸν ἥλιον ἡ σελήνη, τὸ μὲν πρὸς τῷ ἡλίῳ μέρος αὐτῆς φωτίζεται, τὸ δὲ πρὸς ἡμᾶς σκιερόν ἐστιν, ἀφισταμένης δὲ τοῦ ἡλίου τὸ φωτιζόμενον ἀεὶ ἡμισφαίριον, ὅσον ἀπολείπει τοῦ ἄλλου μέρους, τοσοῦτον ἀπολαμβάνει τοῦ πρὸς ἡμᾶς· διὸ μέχρι μὲν τοῦ ἡμίσεως μηνοειδὴς φαίνεται, τοῦ δὲ ἡμίσεως τοῦ ἄνω καὶ τοῦ ἡμίσεως τοῦ πρὸς ἡμᾶς φωτιζομένου διχότομος ὁρᾶται, ὅταν τετραγωνικὴν διάστασιν ἀποστῇ τοῦ ἡλίου, τὸ δὲ ἐκεῖθεν μέχρι τῆς διαμέτρου ἀμφίκυρτος φαίνεται· διαμετρήσασα δὲ τὸ μὲν πρὸς ἡμᾶς ὅλον ἡμισφαίριον ἔχει πεφωτισμένον,2 τὸ δὲ ἄνω νεῦον ἀφώτιστον, καὶ πάλιν προσιοῦσα τῷ ἡλίῳ ἀμφίκυρτόν τε ἴσχει πρὸς ἡμᾶς καὶ διχότομον καὶ μηνοειδὲς καὶ ἐν τῇ συνόδῳ σκιερόν. αἴτιον δέ, ὅπερ εἶπον, τὸ ἡμισφαίριον αὐτῆς ἀεὶ φωτίζεσθαι σφαιρικῆς οὔσης· ὡς, εἴ γε τυμπανοειδὴς ἢ φακοειδὴς ἦν, ἐν μὲν ταῖς συνόδοις καὶ ταῖς πανσελήνοις ὁμοίως ἂν εἶχεν ὥσπερ καὶ νῦν, ἀποστᾶσα δὲ ὁσονοῦν τοῦ ἡλίου ἐφ’ ἑκάτερα οὐκέτι μηνοειδὴς ἢ διχότομος ἢ ἀμφίκυρτος ἦν, ἀλλ’ ὅλον ἐφωτίζετο τὸ πρὸς ἡμᾶς διὰ τὸ μηδὲν εἶναι τὸ ἀντιβαῖνον ταῖς ἀκτῖσιν ἐπὶ τοῦ τυμπανοειδοῦς· ἐπὶ δὲ τοῦ φακοειδοῦς ὀλίγου τοῦ ἐν μέσῳ ἀναστήματος ὄντος ἀλλοῖον ἂν ἐγίνετο τὸ σχῆμα τοῦ φωτισμοῦ. Εἶτα καὶ ἄλλην ἀπόδειξιν ἀπὸ τῆς ἀστρονομίας ἐπάγει, ὅτι οὐκ ἂν ἦσαν αἱ τοῦ ἡλίου ἐκλείψεις μηνοειδεῖς, ὥσπερ νῦν ὁρῶνται, εἰ μὴ σφαιροειδὴς ἦν ἡ ὑποτρέχουσα αὐτὸν σελήνη. δέδεικται γάρ, ὅτι, ὅταν σφαῖρα ὑπὸ σφαίρας ἐπισκοτῆται, τοιαῦται γίνονται αἱ ἀποτομαί. μήποτε δὲ καὶ τὰ ἄλλα κυκλοτερῆ σκιάζοντα, οἷον τυμπανοειδῆ καὶ φακοειδῆ, μηνοειδεῖς τὰς ἀποτομὰς ποιοῦσιν· εἰ μέντοι κινεῖσθαι ὑποτεθείη περὶ τὰ ἑαυτῶν κέντρα, οὐκέτι κατὰ πᾶσαν θέσιν τὰ τυμπανοειδῆ ἢ φακοειδῆ τὰς ἀποτομὰς ποιήσεται.

“此外,如果一切与一个都是相似的”直至“其他星体也当是球形的”。 这是表明星体是球形的第二条论据,它同样额外采用了这样一条公理,即星体中的任意单个星体与所有星体在形状上都是相似的,如果它们确实都属于相同的单一实体的话。因此,如果月亮由其被观察到的照亮相位而被表明是球形的,显然其他星体也当是球形的。因为如果它不是球形的,而是碰巧如鼓形或透镜状的,照亮相位就不会是这样的,即如他所说,在渐盈与渐亏时大半显现为月牙形或双凸形,而只有一次是二等分的。然而,一方面,如果他所说的“二等分”是指满月——正如阿拉托斯因其将月分为二而称其为“二分月”那样——,其他诸点以及它更常显现为月牙形就会是一致的;因为渐盈和渐亏时都是如此,双凸形亦同样如此。但另一方面,由于他在不久之后把在我们这里也被如此称呼的命名为“二等分”,当他说道“因为我们曾看见月亮在二等分时,运行到星宿中属于阿瑞斯的星之下,该星在其黑暗部分被遮蔽,而在其明显光亮的部分显露出来”时,人们便对“一次是二等分”作出了出色的解释。因为在渐盈与渐亏时,它成为月牙形与双凸形持续了较长的时间;因为在这些形状中存在着更多与更少之分;但是二等分,即使在渐盈与渐亏时自身都会产生,却并不持续一段时间,在这一形状中也不存在更多与更少,相反,它的时间是刹那间的,这正是“一次”所表明的。照亮相位的这些形状之所以恰好是球形所特有的,是因为半球总是被照亮的;当月亮处于同一度数而运行到太阳之下时,其朝向太阳的部分被照亮,而朝向我们的部分则是阴暗的;但随着它离开太阳,始终被照亮的半球离开另一部分多少,便收纳朝向我们的部分多少。因此,直到一半为止,它显现为月牙形;当上方部分的一半与朝向我们的部分的一半被照亮时,即当它与太阳保持直角距(四分相)时,便被看作是二等分的;从那里直至对冲(直径位置),它显现为双凸形;在对冲之后,它朝向我们的整个半球是处于被照亮状态,而朝向上方的部分未被照亮;再次接近太阳时,它朝向我们保持为双凸形、二等分、月牙形,并在合相时处于阴暗。正如我所说,其原因在于它因是球形的而始终有一个半球被照亮。因此,如果它确实是鼓形或透镜状的,在合相和满月时诚然会与现在相似,但一旦离开太阳无论多少而转向两边,便不再是月牙形或二等分或双凸形,而是由于在鼓形上没有任何阻挡光线之物,朝向我们的整个部分都会被照亮;而在透镜状上,因中间的隆起较小,照亮的形状便会变成另一种样子。 随后,他又从天文学引出了另一项证明:如果运行于太阳之下的月亮不是球形的,日食就不会像现在所见到的那样是月牙形的。因为已经论证过,当一个球体被另一个球体遮蔽时,被截断的部分会呈现为这种形态。不过,其他具有圆周的遮蔽物体,诸如鼓形和透镜状,或许也能产生月牙形的截断;然而,如果假定它们围绕其自身的中心运动,鼓形或透镜状就不再能在每个位置都产生这样的截断了。

语法注2 条
  1. 2.41ἅπαξ δὲ διχότομον

    副词 ἅπαξ(一次)在此被解释为指缺乏持续时间:月牙形(μηνοειδής)与双凸形(ἀμφίκυρτος)都在一段时间内存在程度的渐变(τὸ μᾶλλον καὶ ἧττον),而几何上严格的半月(二等分)只是一个没有持续维度的瞬间(ἀκαριαῖος χρόνος)。

  2. 2.41διαμετρήσασα δὲ τὸ μὲν πρὸς ἡμᾶς ὅλον ἡμισφαίριον ἔχει πεφωτισμένον

    分词 διαμετρήσασα 为天文学用法,指月亮(ἡ σελήνη)到达与太阳对冲的位置(位于天球直径的两端,距角180度)。接下来的 ἔχει πεφωτισμένον 构成迂回表态句式,表示朝向我们的半球处于被完全照亮的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:479.1-480.23