← 辛普里丘

亚里士多德《论天》注释

§46.11-48.5

圆心的现实性与完全性定义的辩护

辛普里丘指出了论敌主张圆的中心与极点仅在潜能中存在的荒谬性,阐明了直线与圆在几何学与自然学增大上的差异,并捍卫了亚里士多德关于完全性的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#6

ἀλλ’ εἰ μὲν εἰς γυμνασίαν ταῦτα προὔτεινε τοῖς νέοις, τάχα ἂν εἶχέν τινα λόγον οὐκ ἄχαριν· ἐπειδὴ δὲ ὡς δόγματα προφέρει ταῦτα κατὰ τῆς τοῦ οὐρανοῦ μακαριότητος οὕτως ὄντα σαθρά, ἐλεεινὸς αὐτός τε ἄν εἴη δικαίως καὶ τῶν ἐντυγχανόντων οἱ ἀπατώμενοι. πῶς γὰρ τὸ κέντρον τοῦ παντὸς δυνάμει φησὶν εἶναι, περὶ ὃ πᾶς ὁ οὐρανὸς κινεῖται τὴν ἀίδιον κίνησιν; καὶ δηλονότι καὶ τοὺς πόλους δυνάμει νομίζει μόνον εἶναι τοῦ οὐρανοῦ. ἡ δὲ αἰτία, δι’ ἣν εἵλετο ταῦτα λέγειν, ἔτι μᾶλλον αὐτοῦ διελέγχει τὴν ἄνοιαν. οὐ γάρ ἐστιν ἐνεργείᾳ, φησί, τὸ κέντρον τοῦ κύκλου, ἵνα μὴ τὸ συνεχὲς αὐτοῦ διακόπτηται. καίτοι εἴπερ κατὰ τὸν ἀποδοθέντα τοῦ συνεχοῦς ὁρισμὸν συνεχῆ ἐστιν, ὧν τὰ ἔσχατα ἕν, τὸ δὲ κέντρον ἓν ὂν κοινόν ἐστι τῶν ἀπ’ αὐτοῦ πρὸς τὴν περιφέρειαν φερομένων εὐθειῶν, πῶς ἂν ἐνεργείᾳ τοῦτο ὂν διαλύοι τὴν συνέχειαν; εἰ δὲ γραμμικός, φησίν, ὁ κύκλος, πρῶτον μὲν μαθηματικὸς ἔσται καὶ οὐ φυσικός, ἔπειτα οὐ μόνον τὸ κέντρον τοῦ τοιούτου κύκλου οὐκ ἔστιν λαβεῖν ἐνεργείᾳ, ἀλλ’ οὐδὲ τὸ μεταξὺ τῆς περιφερείας καὶ τοῦ κέντρου. καίτοι τίς γραμμικὸν ἀκούων κύκλον μεταξύ τι τῆς περιφερείας ἔτι καὶ τοῦ κέντρου ζητεῖ; ἀλλ’ ἐπὶ τοῦ γραμμικοῦ, ὅπερ εἶπον, ἐφ’ οὗ τὸν λόγον ὁ Ἀριστοτέλης ποιεῖται·1 γραμμικός γάρ ἐστιν ὁ τῆς κατὰ τὴν κίνησιν διαστάσεως· πᾶν μέρος καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, διὸ καὶ ὅλος δι’ ὅλου τέλειός ἐστιν ὁ κύκλος. εἶτα ἐνίσταται καὶ πρὸς τὸ τὴν πεπερασμένην εὐθεῖαν προσαύξειν δυνατὸν εἶναι τὴν διάμετρον τοῦ κόσμου παράγων καὶ τὴν Ἀλεξάνδρου ἐξήγησιν τὴν λέγουσαν τῷ γε λόγῳ μηδὲν κωλύειν πᾶσαν πεπερασμένην εὐθεῖαν αὔξειν ἐπινοίαις καὶ αὐτὸς ἀμυνόμενος κεναῖς. εἶπον δέ, ὅτι πρὸς τὴν φύσιν τῆς εὐθείας ἀπεῖδεν ὁ Ἀριστοτέλης μὴ συννευούσης πρὸς ἑαυτήν, ὥσπερ ὁ κύκλος, ἀλλ’ ὅσον ἐφ’ ἑαυτῇ πρὸς ἀοριστίαν ἐκχεομένης ὥσπερ καὶ ὁ τοῦδε τοῦ ἀνδρὸς λόγος. καὶ τῷ κύκλῳ γάρ, φησίν, εἴπερ σῶμα εἴη, καὶ ἔτι τῇ σφαίρᾳ ἐξ ἴσου πανταχόθεν σῶμα περιχεόμενον ἔξωθεν καὶ προσκρινόμενον μείζονα ποιεῖ. καὶ ὅρα, ὅτι οὐδὲ τὸν ὁρισμὸν οὗτος οἶδεν τοῦ κύκλου, εἴπερ σῶμα αὐτὸν ὑποτίθεται. καίτοι οὐδὲ ἐπίπεδον αὐτὸν ὁ Ἀλέξανδρος ὑποθέμενος συμφώνως, οἶμαι, τῷ Ἀριστοτέλει τὴν ἐξήγησιν ἐποιήσατο.2 πῶς δὲ ἂν προστίθεσθαι τῷ κύκλῳ ἢ τῇ σφαίρᾳ λέγοιτο τὸ ἔξωθεν περιχεόμενον οὐκ ἀφανιζομένης τῆς προτέρας ἐπιφανείας; ὥσπερ ἐπὶ τῆς εὐθείας, ὅταν αὐτὴν προσαυξήσωμεν, τὸ πρῶτον αὐτῆς πέρας ἀφανίζοντες ἀντὶ διπήχους τριπήχη μίαν ποιοῦμεν εὐθεῖαν, ἐπὶ δὲ τοῦ κύκλου κύκλον περὶ κύκλον καὶ σφαῖραν περὶ σφαῖραν περιβάλλομεν. ἀλλὰ πολλά, φησί, κυκλικὰ καὶ σφαιρικὰ ἐν ζῴων σώμασιν ὑπὸ τῆς τροφῆς τῆς εἰσιούσης προσαύξεται, ὡς τὸ τῆς ἀνθρώπου κεφαλῆς καὶ ὁ τοῦ κερατοειδοῦς χιτῶνος ἐν ὀφθαλμῷ κύκλος. οἱ δὲ ταῦτα ἀποροῦντες οὔπω τῆς Ἀριστοτέλους ἐννοίας περὶ τούτων ἐφίκοντο. τὴν γὰρ πεπερασμένην εὐθεῖαν ἀτελῆ φησιν, ὅτι ἐστίν τι ἐκτὸς αὐτῆς, εἰς ὃ προσαύξεται αὐτὴ μένουσα καὶ μόνον τὸν διορισμὸν ἀπολέσασα· ὁ δὲ ὑπὸ τροφῆς αὐξόμενος κύκλος ἢ σφαῖρα ἔνδοθεν αὔξεται, οὐ προσθήκης ἔξωθεν αὐτῷ γινομένης ὥσπερ ἐπὶ τῆς εὐθείας· διὸ καὶ λέγεται εἶναί τι ἐκτός· ἀλλ’ ὅλου τοῦ εἴδους ἐπιδιδόντος· διὸ οὐ λέγεται τούτῳ προστίθεσθαι τὸ προσιόν· οὐ γὰρ ὑπομένει τὸ δεχόμενον τὴν προσθήκην ὡς ἡ εὐθεῖα. κἂν αὐξηθῇ οὖν ἡ τοῦ παντὸς διάμετρος, οὐχ ὁμοίως αὐτῇ προσαύξεται ἡ σφαιρικὴ ἐπιφάνεια, ἀλλὰ τῆς μὲν εὐθείας μένει τὸ πρότερον μέρος τὴν προσθήκην δεχόμενον, διὸ καὶ ἀτελὲς ἐκεῖνο δοκεῖ, τῆς δὲ σφαιρικῆς ἐπιφανείας ἢ τοῦ κύκλου οὐδὲν μένει τῶν προτέρων· ἄλλη γὰρ ἡ περιαγωγὴ γίνεται τῆς περιφερείας· ὥστε οὐχ ὁμοίως ἐπί τε τοῦ κύκλου καὶ τῆς εὐθείας τὴν αὔξησιν ἐπινοητέον, ἀλλ’ ὅπου μὲν κατὰ πρόσθεσιν, ἡ δὲ πρόσθεσις κατὰ τὸ ἐλλεῖπον, ὅπου δὲ ἐκ τελείου τελείου πάλιν γινομένου καὶ ὡρισμένου. μεμφόμενος δὲ καὶ τὸν ἀποδοθέντα τοῦ τελείου ὅρον εἰς πολλὴν ἐκπίπτειν ψυχρότητά φησι τὸν πειρώμενον χεῖρα ἢ γλῶτταν ἢ γῆν ἢ πῦρ ἤ τι τῶν ἄλλων μορίων εἰς ἀρχὴν καὶ μέσον καὶ ἔσχατον διαιρεῖν. καίτοι κἂν μὴ βούλοιτό τις τοῦτο τέλειον εἶναι τὸ ἔχον ἀρχὴν καὶ μέσα καὶ ἔσχατα, ἀλλὰ πᾶν γε σῶμα, ᾧ μηδὲν ἐλλείπει, πάντως ἐκ τούτων συμπεπλήρωται. καὶ γὰρ χειρὸς πρῶτον μὲν ἂν εἴη μέρος, καθ’ ὃ τῷ ὅλῳ συμπέφυκεν, ἔσχατον δὲ τὸ πρὸς τοῖς δακτύλοις, μέσος δὲ ὁ ἀγκών, καὶ γλώττης ὁμοίως· καὶ σφαῖραι δὲ τὴν ἀρχὴν κατά τι μὲν ἐν τοῖς κέντροις, κατά τι δὲ ἐν ταῖς περιφερείαις ἔχουσιν, τὰ δὲ ὁμοιομερῆ, ἂν ᾖ τέλεια, ἔχει πάντως καὶ τὰ ἄλλα.

然而,如果他是为了训练青年人而提出这些观点,它们或许还具有某种并非无趣的理路;但既然他是作为教条提出来反对天的福乐状态,且它们又是如此脆弱,那么他本人以及受欺骗的读者理当都是可怜的。因为他怎能说宇宙的中心是在潜能中的,而全天正围绕着它作其永恒的运动?显然,他亦认为天的诸极点仅是在潜能中的。而他之所以选择说出这些话的原由,更是驳斥了他的愚蠢。“因为,”他说,“圆的中心并非在现实中存在,以免它的连续性被中断。”然而,假若依照所给出的连续之定义,端点为一者即是连续的,而中心是一,且对于从其引向圆周的诸直线而言是共同的,那么中心即使在现实中存在,又怎会消除其连续性呢?“但如果,”他说,“圆是线性的,首先它将是数学的而非自然的,其次,不仅不能在现实中把握这样一个圆的中心,而且甚至不能把握圆周与中心之间的部分。”然而,谁在听到线性的圆时,还会去寻找圆周与中心之间的某种事物呢?但是,正如我所说的那样,亚里士多德正是在线性的圆上建立其论证的——因为顺应运动的广延之圆即是线性的——在它之中,每一个部分都是开端、居中与终结,因此圆通体都是完全的。随后,他又反对有限直线能够被增大的观点,引述宇宙的直径,并且他自己也以空洞的构想来抵制亚历山大的阐释,即该阐释说至少在理路上没有任何事物妨碍增大任何有限的直线。但我说过,亚里士多德着眼于直线的自然本性,它不像圆那样向自身聚合,而是就其自身而言向无限定处散溢,正如这个人的论证一样。“因为,”他说,“对于圆而言,如果它是物体,进一步对于球而言,从外部四面八方均等地散布其上并附着其上的物体,会使之变得更大。”请看,如果他假定圆是一个物体,他甚至不知道圆的定义。不过,亚历山大将其假定为平面,据我看亦并未作出与亚里士多德相协调的阐释。但是,在原有的表面未曾消亡的情况下,怎能说从外部散布其上的东西是被添加到圆或球之上的呢?正如在直线的情形中,当我们增大它时,通过消除它的第一个端点,使之由二肘变为三肘的一条直线,而在圆的情形中,我们乃是将圆套在圆外,将球套在球外。“然而,”他说,“在动物身体中的许多圆形与球形之物,都是由于摄入的营养而增大的,例如人的头部以及眼中的角膜圆。”但是,提出这些疑难的人,尚未领会亚里士多德关于这些问题的思想。因为他说有限的直线是不完全的,乃是由于在其外部存在着某种事物,[直线]自身持存而仅失去限定并向其增大;相反,由营养而增大的圆或球则是从内部增大的,并非像直线的情形那样由于从外部对其有所增添——因此才说有某种事物在外部——而是由于整个形式在进展;因此所汇入之物不被称为添加到它之上;因为接受增添之物并不像直线那样持存下来。因此,即便宇宙的直径被增大,球形表面亦并非以类似的方式增大,而是直线的前一部分在接受增添的同时持存下来,因此那〔前一部分〕亦显得是不完全的,而对于球形表面或圆而言,先前的事物无一持存;因为圆周的运转变成了另一回事;因此,绝不可在圆和直线上以同样的方式来构想增大,而是在一处依照增添,而增添是依照欠缺的,在另一处则是从完全者再度生成完全且被限定者。此外,在指责所给出的完全之定义时,他说,试图将手、舌、土、火或任何其他部分区分为开端、居中与末端的人,乃是陷入了极大的荒谬。然而,即便有人不愿承认具有开端、居中与诸端点之物是完全的,但凡是无所欠缺的任何物体,无论如何都是由这些要素构成的。因为对于手而言,它与整体结合的部分是第一部分,朝向手指的部分是末端,肘部是居中,对于舌亦是如此;而球在某种意义上在中心具有开端,在另一种意义上在圆周具有开端,均质的部分若是完全的,无论如何亦完全具备其他要素。

语法注2 条
  1. 1.12ἀλλ’ ἐπὶ τοῦ γραμμικοῦ, ὅπερ εἶπον, ἐφ’ οὗ τὸν λόγον ὁ Ἀριστοτέλης ποιεῖται

    承接前句的修辞反问(“谁在听到线性的圆时,还会去寻找圆周与中心之间的某种事物呢?”),此处主句的谓语有所省略。介词短语 ἐπὶ τοῦ γραμμικοῦ[κύκλου]与下文的 πᾶν μέρος καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος[ἐστίν]相呼应,结构上理解为“正是在亚里士多德作为讨论对象的线性圆上,每一个部分才既是开端、居中又是终结”。

  2. 1.12καίτοι οὐδὲ ἐπίπεδον αὐτὸν ὁ Ἀλέξανδρος ὑποθέμενος συμφώνως, οἶμαι, τῷ Ἀριστοτέλει τὴν ἐξήγησιν ἐποιήσατο

    否定词 οὐδέ 修饰整句并与分词从句 ὑποθέμενος 结合,意为“即便是亚历山大将其假定为平面,亦未曾作出与亚里士多德相调和的解释”。在批评论敌将圆误设为物体的语境中,辛普里丘顺带对前代注疏家亚历山大的平面假定亦提出了保留意见。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:46.11-48.5