← 辛普里丘

亚里士多德《论天》注释

§477.3-478.32

星体的球形与缺乏运动器官之论证

辛普里修讨论了亚里士多德关于星体为球形的第一条论证(由缺乏运动器官进行的推论),批评了亚历山大消除循环论证嫌疑的辩解,同时将其作为基于相互可换位命题的正当论证加以维护,并澄清了被否定的乃是借助器官的空间位移而非自转。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40

" Τὸ δὲ σχῆμα τῶν ἀστέρων ἑκάστου ἕως τοῦ δῆλον, ὅτι σφαιροειδῆ ἂν εἴη τὸν ὄγκον." Εἶπε μὲν καὶ ἤδη σφαιροειδῆ εἶναι τὰ ἄστρα, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ οὐρανίῳ σώματι, καὶ διὰ τοῦ σφαιροειδῆ εἶναι ἀκίνητα αὐτὰ ἐδείκνυ τὴν μεταβατικὴν κίνησιν, μᾶλλον δὲ ἐξ ὑποθέσεως ἐλάμβανε τὸ σφαιροειδῆ αὐτὰ εἶναι, διὸ καὶ οὕτως εἶπεν “ἔτι δέ, ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ οἵ τε ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον.” οὐχ ὑποθετικῷ δὲ ἁπλῶς, ἀλλὰ παρασυναπτικῷ τῷ ἐπεὶ χρησάμενος1 εἰκότως τὴν προχειροτέραν πίστιν ἐπήγαγε διὰ τοῦ “εἴπερ ἐξ ἐκείνου γε τοῦ σώματος γεννῶσιν.” ἐκεῖ οὖν διὰ τὴν κίνησιν μνημονεύσας νῦν προηγουμένως δείκνυσιν, ὅτι σφαιρικὰ τὰ ἄστρα, δυσὶ χρώμενος ἐπιχειρήμασιν, ὧν τὸ δεύτερόν ἐστι διπλοῦν. πρῶτον δέ ἐστι τὸ ἐκ τοῦ μὴ κινεῖσθαι τὴν δι’ αὑτῶν κίνησιν· ταύτην δὲ λέγει τὴν δι’ ἑαυτῶν μεταβατικὴν ἀπὸ τόπου εἰς τόπον, οἵα ἐστὶν ἡ πορευτική. λαβὼν οὖν ἀξίωμα πάλιν τὸ τὴν φύσιν μηδὲν ἀλόγως ποιεῖν καὶ προαποδεδειγμένον ἔχων, ὅτι ἀκίνητα τὰ ἄστρα τὴν δι’ ἑαυτῶν μεταβατικὴν κίνησιν, συλλογίζεται δυνάμει οὕτω· τὰ ἄστρα ἀκίνητά ἐστι τὴν δι’ ἑαυτῶν μεταβατικὴν κίνησιν· τὰ τοιαῦτα οὐδὲν ἔχει ὄργανον πρὸς τὴν τοιαύτην κίνησιν διὰ τὸ μηδὲν ἀλόγως τὴν φύσιν ποιεῖν· τὰ δὲ μηδὲν ὄργανον ἔχοντα πρὸς κίνησιν ἅτε μηδεμίαν ἐξοχὴν ἔχοντα σφαιρικά ἐστιν· ὥστε δῆλον, ὅτι σφαιροειδῆ ἂν εἴη τὰ ἄστρα τὸν ὄγκον, τουτέστι τὸ σῶμα. Ἀλλ’ εἰ πρότερον τὸ μὴ κινεῖσθαι μεταβατικῶς διὰ τοῦ σφαιροειδῆ εἶναι ἔδειξεν ἐκ διαιρέσεως τὴν τῶν σφαιρικῶν οἰκείαν κίνησιν ἐπισκεψάμενος, νῦν δὲ ἐκ τοῦ μὴ κινεῖσθαι τὸ σφαιρικὰ εἶναι δείκνυσι, πῶς οὐ διάλληλος ἡ δεῖξις; λέγουσιν οὖν πρὸς τοῦτο, ὅτι οὔτε τὸ μὴ κινεῖσθαι διὰ μόνου τοῦ σφαιροειδοῦς ἔδειξεν οὔτε τὸ σφαιροειδὲς διὰ μόνου τοῦ μὴ κινεῖσθαι, ἀλλὰ καὶ ἐκεῖνο καὶ τοῦτο διὰ πλειόνων δέδεικται λόγων· καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, οὐκ ἔστι διάλληλος ἡ δεῖξις. πῶς δὲ ταύτην τὴν ἀπόδειξιν ποιεῖ μὴ εἶναι διάλληλον τὸ καὶ δι’ ἄλλων ἐπιχειρημάτων τὸ αὐτὸ συνἦχθαι συμπέρασμα; τοῦ μὲν γὰρ μὴ ἀνατρέπεσθαι τοὺς λόγους τεκμήριον ἂν εἴη καὶ αἴτιον2 τὸ μὴ διὰ τούτων μόνον τῶν διαλλήλων, ἀλλὰ καὶ δι’ ἄλλων ἀποδεδεῖχθαι, τοῦ δὲ μὴ εἶναι διαλλήλους ταύτας τὰς δείξεις πῶς ἂν εἴη τοῦτο τεκμήριον ἢ αἴτιον; μήποτε οὖν ὡς ἀντιστρέφοντα λαβὼν ὁ Ἀριστοτέλης τὸ σφαιρικὸν καὶ τὸ μὴ ἔχον ὄργανον πρὸς τὴν μεταβατικὴν κίνησιν, ᾧ ἕπεται ἐξ ἀνάγκης τὸ μὴ κινεῖσθαι μεταβατικῶς, εἰκότως ἀφ’ ἑκατέρου τὸ ἕτερον ἀπέδειξεν, ὡς εἴ τις ἐκ τοῦ τετοκέναι τὸ γάλα ἔχειν συλλογίζοιτο καὶ ἐκ τοῦ γάλα ἔχειν τὸ τετοκέναι ἢ ἐκ τοῦ ζῷον λογικὸν θνητόν, ὅτι ἄνθρωπος, καὶ ἐκ τοῦ ἀνθρώπου τὸν ὁρισμόν· αἱ γὰρ οὕτω διάλληλοι δείξεις οὐκ εἰσὶν ἀπόβλητοι. Ἐπιστῆσαι δὲ χρὴ καὶ ἐκ τούτων, τίνα κίνησιν ἀποφάσκει τῶν ἄστρων ὁ Ἀριστοτέλης, ὅτι τὴν τοῖς σφαιρικοῖς σχήμασιν ἀνοίκειον τὴν δι’ ὀργάνων μεταβατικήν· τὴν γὰρ τοιαύτην κίνησιν ἥκιστα κινητικὸν εἶναί φησι τὸ σφαιρικὸν σχῆμα καὶ τὴν αἰτίαν προστίθησι διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν· ἐπεὶ τὴν ἐν ἑαυτῷ κίνησιν τῶν σφαιρικῶν οἰκειοτάτην ἔλεγεν, οὐ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῶν ἄστρων, ὅτε ταῦτα ἔγραφε· “διὸ καὶ εὐλόγως ἂν δόξειεν ὅ τε ὅλος οὐρανὸς σφαιροειδὴς εἶναι καὶ ἕκαστον τῶν ἄστρων. πρὸς μὲν γὰρ τὴν ἐν ἑαυτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον· οὕτω γὰρ ἂν καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον. πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν ἀχρηστότατον· ἥκιστα γὰρ ὅμοιον τοῖς δι’ αὑτῶν κινουμένοις· οὐδὲν γὰρ ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥσπερ τὸ εὐθύγραμμον.” καὶ συμφωνεῖ τούτοις καὶ τὰ ἐνταῦθα λεγόμενα τὴν μὲν φαινομένην ταύτην κατὰ τόπον μετάβασιν μὴ δι’ ἑαυτῶν λέγοντος τοῦ Ἀριστοτέλους ποιεῖσθαι τοὺς ἀστέρας, τὴν δὲ ἐν ἑαυτοῖς ὡς οἰκείαν τοῦ σφαιρικοῦ σχήματος σαφῶς διδόντος. διὸ καὶ ἀμφότερα λέγει περὶ τοῦ σφαιρικοῦ σχήματος, καὶ ὅτι ἥκιστά ἐστι κινητικὸν τὴν δι’ ἑαυτοῦ μεταβατικὴν κίνησιν, καὶ ὅτι πρὸς τὴν ἐν ἑαυτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον.

“关于每颗星的形状”直至“显然,它们的体积当是球形的”。 他此前已经说过星体是球形的,因为它们与天体属于同一实体,且通过它们是球形的,他表明了它们在位移运动上是不动的,或者更确切地说,他是出于假说而假定了它们是球形的,所以他也这样说道:“此外,由于星体是球形的,正如其他人所说且为我们所赞同的那样。”他使用“由于”并非单纯作为假定性的,而是作为前提连接性的,因而合情合理地通过“如果他们确实由那个物体生成〔它们〕”引出了更现成的确信。因此,在彼处他因运动而提及此事,而此处他则作为主要议题来表明星体是球形的,使用了两条论据,其中第二条是双重的。第一条是基于它们并不作出由它们自身而来的运动;而他所说的这种由它们自身而来的运动,是指由它们自身从一处到另一处的位移运动,如同行进运动那样。于是,他再次设定“自然不做任何无理之事”这条公理,并且预先已论证了星体在其自身由来的位移运动上是不动的,他实质上作出了这样的推论:星体在其自身由来的位移运动上是不动的;此类事物为了此类运动并不具有任何器官,因为自然不做任何无理之事;而在运动上不具有任何器官的事物,由于没有任何突出部分,乃是球形的;从而显然,星体在体积上、即在物体上当是球形的。 然而,如果此前他是通过它们是球形的、从区分中考察了球形事物的本有运动而表明了它们并不作位移运动,而现在又由不运动表明它们是球形的,这一论证岂不是循环论证吗?对此,人们便说,他既非单单通过球形表明其不运动,亦非单单通过不运动表明其为球形,而是前者与后者都已通过多条论证得以证明;亚历山大说,正因如此,该证明并非循环论证。但是,同一结论也通过其他论据被推导出来,这又如何能使得这一证明不成为循环论证呢?因为,并非单单通过这些相互循环的论据、而是也通过其他论据得以论证,诚然可以说是这些论说不被颠覆的证据与原因,但这又如何能成为这些证明并非循环论证的证据或原因呢?因此,莫非亚里士多德是将球形与“不具有位移运动的器官”视为相互可换位的——由此必然随之产生不作位移运动——从而合情合理地由彼此的一方证明另一方,正如有人由生产推论出具有乳汁、由具有乳汁推论出生产,或者由“有理性的会死的动物”推论出“人”、由“人”推论出定义那样?因为如此相互循环的证明并非是应当被排斥的。 人们还应当从这些讨论中注意到,亚里士多德对于星体所否定的究竟是何种运动,即对于球形形状而言不相宜的、借助器官进行的位移运动;因为他说球形形状最不可能作出此类运动,并补充了原因,即因为它不具有任何用于运动的器官;因为当他写下这些话时,他曾说球形事物在其自身之内的运动是最本有的,不仅属于天,而且属于星体:“因此,整个天以及每颗星体显现为球形乃是合乎情理的。因为就其自身之内的运动而言,球形在诸形状中是最有用的;因为唯有如此,它才能运动得最快且最好地保持在同一位置。而对于向前的运动而言,它是最无用的;因为它最不像那些由自身运动的事物;因为它没有任何像直线图形〔所具有〕那样的悬垂的或突出的部分。”而此处所说的与这些话是一致的,亚里士多德虽然说星体并非由自身进行这种表观上的空间位移,却明确赋予了其自身之内的运动作为球形形状所本有的运动。因此,关于球形形状,他两方面都说了:它最不可能作出由自身而来的位移运动,以及对于其自身之内的运动而言,球形在诸形状中是最有用的。

语法注2 条
  1. 2.40οὐχ ὑποθετικῷ δὲ ἁπλῶς, ἀλλὰ παρασυναπτικῷ τῷ ἐπεὶ χρησάμενος

    此处讨论连词 ἐπεὶ 在论证结构中的功能。作者指出亚里士多德并非将其作为 ὑποθετικόν(假设性的条件,即单纯假定“如果”),而是作为 παρασυναπτικόν(前提连接性的/因果性的,即表达公认前提的“既然/由于”)。随后的分句解释了为何亚里士多德合情合理地通过“如果他们确实由那个物体生成〔它们〕”这一现成的凭据(πίστις)来进一步支持这一前提。

  2. 2.40τοῦ μὲν γὰρ μὴ ἀνατρέπεσθαι τοὺς λόγους τεκμήριον ἂν εἴη καὶ αἴτιον τὸ μὴ διὰ τούτων μόνον τῶν διαλλήλων, ἀλλὰ καὶ δι’ ἄλλων ἀποδεδεῖχθαι, τοῦ δὲ μὴ εἶναι διαλλήλους ταύτας τὰς δείξεις πῶς ἂν εἴη τοῦτο τεκμήριον ἢ αἴτιον;

    这是一个对称的对比句式:前半句以冠词加不定式 τὸ ... ἀποδεδεῖχθαι 为主语,τεκμήριον ἂν εἴη καὶ αἴτιον 为表语,支配限制属格短语 τοῦ μὴ ἀνατρέπεσθαι τοὺς λόγους;后半句中 τοῦτο 为主语,πῶς ἂν εἴη 为谓语,τεκμήριον ἢ αἴτιον 为表语,前置的属格短语 τοῦ δὲ μὴ εἶναι διαλλήλους ταύτας τὰς δείξεις 为其所支配的对象。辛普里修以此对比指出:同一结论另有证明虽可作为论点不被推翻的凭据,却不能成为这两条证明本身不构成循环的凭据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:477.3-478.32