← 辛普里丘

亚里士多德《论天》注释

§475.11-477.2

柏拉图论天球速度与滞后说的破除

辛普里丘考察了柏拉图《蒂迈欧》与《理想国》中的论述,探讨了柏拉图与亚里士多德在下层天球速度问题上的差异,并驳斥了行星运动仅是滞后于恒星日周运动(滞后说)的假说。他进一步指出,同周期运行的诸星(如太阳、金星、水星)的大小与速度比率问题在任何假说下皆仍未得到解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.39#4

λέγει γοῦν ἐν Τιμαίῳ· “κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν διὰ τῆς τοῦ αὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης τὸ μὲν μείζονα αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν,1 θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιίεται”· ἐν δὲ τῇ Πολιτείᾳ εἰπὼν περὶ τῆς τάξεως αὐτῶν καὶ πρώτην μὲν τάξας τὴν ἀπλανῆ, ὀγδόην δὲ τὴν σελήνην καὶ μεταξὺ τοὺς ἄλλους ἐπάγει “αὐτῶν δὲ τούτων τάχιστα μὲν τὸν ὄγδοον, δεύτερον δὲ καὶ ἅμα ἀλλήλοις τόν τε ἕβδομον καὶ ἕκτον καὶ πέμπτον, τρίτον δὲ φορᾷ ἰέναι τὸν τέταρτον, τέταρτον δὲ τὸν τρίτον καὶ πέμπτον τὸν δεύτερον.” ἀλλ’ ὁ μὲν Πλάτων δύναιτο ἂν θᾶττον λέγειν κινεῖσθαι τὰ κατωτέρω εἰς τὸν χρόνον μόνον τῆς ἀποκαταστάσεως ἀποβλέπων, ὅτι ἐν ἐλάττονι ἀποκαθίστανται, οὐ μέντοι καὶ πρὸς τὸν τοῦ μεγέθους λόγον· ἐὰν γάρ, ὡς εἴρηται, ὁ τοῦ μεγέθους λόγος ὑπεραίρῃ τὸν λόγον τοῦ χρόνου τῆς κινήσεως, δυνατὸν τὸν ἐν ἐλάττονι χρόνῳ ἀποκαθιστάμενον βραδύτερον εἶναι. ὁ μέντοι Ἀριστοτέλης ὡς αὐτῆς τῆς κινήσεως τῶν περιγειοτέρων θάττονος οὔσης οὕτω δοκεῖ τὴν λύσιν τῆς ἀπορίας ἐξευρίσκειν. εἰ γὰρ τὸ κρατεῖσθαι καὶ ἀντικόπτεσθαι ὑπὸ τῆς ἀπλανοῦς αὐτὴν ἐμποδίζει τὴν κίνησιν καὶ βραδυτέραν ποιεῖ, δῆλον, ὅτι καθ’ αὑτὴν καὶ οὐ διὰ τὴν ἀποκατάστασιν ἡ τῶν περιγειοτέρων κίνησις θάττων ἐστίν, εἰ μὴ ἄρα λέγοι τις, ὅτι τὴν μείζονα περιφορὰν θάττονα οὖσαν καὶ νῦν καὶ δυναμένην ὅσον ἐφ’ ἑαυτῇ συναποκαθίστασθαι τῇ ἐλάττονι οὐ ποιεῖ τοσοῦτον φαίνεσθαι θάττονα ἡ τῆς ἀπλανοῦς κράτησις,2 καὶ τούτου ἂν εἴη τὴν αἰτίαν ὁ Ἀριστοτέλης ἀποδούς,3 οὐ τοῦ βραδυτέρας ἁπλῶς εἶναι τὰς πλησίον τῆς ἀπλανοῦς, ἀλλὰ τοῦ βραδυτέρας φαίνεσθαι ἤπερ εἰσί· μέλλουσαι γὰρ ὅσον ἐφ’ ἑαυταῖς συναποκαθίστασθαι ταῖς ἐλάττοσιν, εἰ τύχοι, τοσοῦτον ἀπολείπονται τοῦ συναποκαθίστασθαι διὰ τὴν τῆς ἀπλανοῦς κράτησιν· οὕτω γὰρ καὶ ὁ λόγος ἀσάλευτος μένει τοῦ τὰ μείζονα θᾶττον φέρεσθαι τὴν κατὰ φύσιν κίνησιν καὶ τοσούτῳ, ὅσῳ ἂν ᾖ μείζονα. καὶ οὐδὲν ἄτοπον εἴδους τινὸς ἐπιτηδειότητα τοιαύτην εἶναι, ὡς δι’ ἑαυτὸ μὲν εἶναι τόδε, διὰ δὲ τὴν τοῦ κρείττονος κράτησιν τοιόνδε γίνεσθαι, ὥσπερ δι’ ἑαυτὸ μὲν πεπερασμένην ἔχει δύναμιν, διὰ δὲ τὸ ἀκίνητον αἴτιον ἐπ’ ἄπειρον ἔστι καὶ κινεῖται. Οἱ δὲ πάσας τὰς σφαίρας τὴν αὐτὴν λέγοντες κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινεῖσθαι καθ’ ὑπόληψιν,4 ὥστε τὴν μὲν Κρονίαν σφαῖραν συναποκαθίστασθαι καθ’ ἡμέραν τῇ ἀπλανεῖ παρ’ ὀλίγον, τὴν δὲ τοῦ Διὸς παρὰ πλέον καὶ ἐφεξῆς οὕτως, οὗτοι πολλὰς μὲν ἄλλας ἀπορίας ἐκφεύγουσι· καὶ γὰρ ἡ κίνησις ἀνάλογον ἕξει τὰ τάχη τοῖς μεγέθεσι, καὶ τῆς αὐτῆς οὐσίας ὄντα τὴν αὐτὴν ποιήσεται κίνησιν· ἀδύνατος δὲ ἡ τοιαύτη ὑπόθεσις ἐδείχθη· τὴν γὰρ τοῦ πλανωμένου περιφορὰν κατὰ κύκλον τε γίνεσθαι ἀνάγκη καὶ τοῦτον ἀεὶ τὸν αὐτόν, εἴπερ τεταγμένη ἔσται αὐτῶν ἡ κίνησις, ἵνα καὶ καταληπτὴ ᾖ. τοῦτον οὖν τὸν κύκλον, ἐφ’ οὗ ποιεῖσθαί φασι τῶν πλανωμένων ἕκαστον τὴν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησιν, πότερον ἕνα τῶν παραλλήλων ἐροῦσιν ἢ λοξὸν πρὸς αὐτούς; εἰ μὲν γὰρ ἦν τῶν παραλλήλων, οὐκ ἐχρῆν αὐτοὺς γίνεσθαι νοτιωτέρους καὶ βορειοτέρους οὐδὲ κατ’ ἄλλον καὶ ἄλλον τόπον τοῦ ὁρίζοντος ἀνατέλλειν τε καὶ δύνειν· εἰ δὲ λοξόν, ἀναγκαῖον ἦν ἕκαστον τῶν πλανωμένων ἑκάστης ἡμέρας φαίνεσθαι νοτιώτερον καὶ βορειότερον γινόμενον ἅτε πάντα τὸν λοξὸν κύκλον περιιόντα, ὥς φασι, καθ’ ἑκάστην τοῦ παντὸς περιφορὰν πλὴν τῶν μοιρῶν, ἃς ὑπολειπόμενα φαίνεται· ταῦτα δὲ ἄμφω παρὰ τὰ ἐναργῆ. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κατὰ πᾶσαν ὑπόθεσιν τὸ περὶ τῶν ἰσοδρόμων ἀστέρων ἀπορούμενον, πῶς αἱ περιέχουσαι καὶ περιεχόμεναι σφαῖραι, ταὐτὸν δὲ εἰπεῖν αἱ μείζονες καὶ ἐλάττονες, ἐν ἴσῳ χρόνῳ ἀποκαθίστανται, ἔτι μένει ἄπορον. εἴτε γὰρ καθ’ ὑπόληψίν τις ἀπὸ τῶν αὐτῶν καὶ τὴν ἀπλανῆ λέγει κινεῖσθαι καὶ τὰς πλανωμένας εἴτε τὰς πλησιαζούσας τῇ ἀπλανεῖ ὑπ’ αὐτῆς κρατουμένας βραδύτερον φέρεσθαι, οὐδετέρως σώζεται ἐπὶ τῶν ἰσοδρόμων ἡ τῶν μεγεθῶν πρὸς τὰ τάχη ἀναλογία μήτε τῶν πλησιαίτερον τῆς ἀπλανοῦς ἐν αὐτοῖς μήτε τῶν βραχυτέρων θᾶττον κινουμένων.

他在《蒂迈欧》中便说道:“于是依照‘异’的运行——它是倾斜的,穿行于‘同’的运行之中并受其支配——它们有些运动较大的圆周,有些运动较小的圆周,运动较小圆周者转行得较快,而运动较大圆周者转行得较慢”;在《理想国》中谈及它们的秩序,将恒星天排在第一,月亮排在第八,其余置于其间之后,他又接着说:“而在这些自身之中,第八层运动得最快,第二且彼此同时的是第七、第六和第五层,依照运行排在第三的是第四层,第四是第三层,第五是第二层。”然而,柏拉图可以说下层的天体运动得更快,这仅仅是着眼于复位的时间,因为它们在较短的时间内复位,却并非对照其大小的比例而言;因为正如所言,如果大小的比例超过了运动时间的比例,那么在较短时间内复位者运动得更慢也是可能的。然而,亚里士多德似乎正是将更靠近地球[下层]者自身的运动设定为更快,从而以此方式找出难题的解答的。因为如果受恒星天的支配与阻碍妨碍了运动本身并使其变慢,那么显然,更靠近地球者的运动是因其自身而非由于复位才更快的——除非有人主张,恒星天的支配并没有使那更大的周转显现得如此之快,而那更大的周转即使在当下也是更快的,并且就其自身而言有能力与较小的周转同时复位;亚里士多德所给出的乃是这一现象的原因,而不是恒星天附近的天体单单更慢的原因,而是它们显现得比实际更慢的原因;因为它们就其自身而言若有可能本欲与较小的周转同时复位,却因恒星天的支配而在同时复位上落后了这么多。因为唯有如此,较大者依照自然运动运行得更快且按其更大的程度相应更快这一论说才能保持不可动摇。某种形式的本性禀赋在自身而言为如此、却因更优越者的支配而变为这样,也绝非荒谬,正如在自身而言它具有有限的能力,却因不动的因而在无限的时间中存在并运动。另一方面,那些主张所有天球都依照滞后而作出自东而来的同一种运动的人——从而土星天球每日与恒星天同时复位仅差一点,木星天球差得更多,依此类推——这些人诚然避开了许多其他难题;因为运动的速度将与大小成比例,且由于属于同一实体,它们将作出相同的运动;但这种假说已被证明是不可能的。因为若它们的运动是有秩序的从而亦是可被把握的,那么行星的周转必然沿着圆周进行,且这圆周必须始终如一。那么,他们所说的每颗行星作出自东向西运动所沿着的这个圆周,他们究竟会说是平行圈之一,还是相对于平行圈倾斜的圆呢?因为如果是平行圈之一,它们便不应当变得偏南或偏北,也不应当在地平线的不同地点升起和落下;如果是倾斜的圆,那么由于如他们所说在整个宇宙的每一次周转中除却它显现为落后的度数之外巡行了整个倾斜圆,每颗行星便必然在每日都显现为变得更偏南和更偏北;但这两者都与显然的事实相违背。此外值得注意的是,在任何假说之下,关于等速运行的诸星——即包容的天球与被包容的天球,换言之较大的与较小的天球,为何在相等的时间内复位——这一难题仍未得到解决。因为无论有人说是由于滞后而恒星天与行星都从同一起点运动,还是说靠近恒星天者受其支配而运行得更慢,在等速运行的诸星上,大小对速度的比例在两种方式下都未得以保持,因为其中既不是更靠近恒星天者运动得更快,也不是较小者运动得更快。

语法注4 条
  1. 2.39τὸ μὲν μείζονα αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν

    引自柏拉图《蒂迈欧》36d。中性单数分词 ἰόν 与分配主语 τὸ μὲν ... τὸ δὲ ... 相致,修饰各天球或圆周,随后在句意上过渡为主格复数的 τὰ μὲν ... τὰ δὲ ... 作为谓语动词 περιίεται 的主语。

  2. 2.39εἰ μὴ ἄρα λέγοι τις, ὅτι τὴν μείζονα περιφορὰν θάττονα οὖσαν καὶ νῦν καὶ δυναμένην ὅσον ἐφ’ ἑαυτῇ συναποκαθίστασθαι τῇ ἐλάττονι οὐ ποιεῖ τοσοῦτον φαίνεσθαι θάττονα ἡ τῆς ἀπλανοῦς κράτησις

    ὅτι从句中的倒装结构(hyperbaton):主语位于句尾附近的 ἡ τῆς ἀπλανοῦς κράτησις(恒星天的支配),而动词 ποιεῖ 的宾语短语 τὴν μείζονα περιφορὰν θάττονα οὖσαν ...(那更大的周转……作为更快的存在)被置于句首,意为“恒星天的支配并没有使那更大的周转……显现得如此之快”。

  3. 2.39καὶ τούτου ἂν εἴη τὴν αἰτίαν ὁ Ἀριστοτέλης ἀποδούς

    由 ἄν + 希求法 εἴη 与不定过去时分词 ἀποδούς 构成的迂说法潜在结构,表示推测:“亚里士多德所给出的想必正是此事的原因”。τούτου 指代前文所述天体“显现得更慢”这一现象。

  4. 2.39καθ’ ὑπόληψιν

    古代天文学术语,意为“通过滞后”或“因落后于速度”。指一种天文学假说,即所有天体皆随同恒星天自东向西作日周运动,但行星因速度不足而相对落后,从而显现出自西向东的运行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:475.11-477.2