← 辛普里丘

亚里士多德《论天》注释

§473.25-475.10

行星排列顺序与天球大小及速度之关系

辛普利丘将天体运动的比例解释为无相反性的流溢过程,并批判性地考察了阿历山大关于天球大小与运行速度的见解。他针对阿历山大将水星置于金星之上的排序,指出这或为抄本讹误或源于古柏拉图说,并援引托勒密天文学予以纠正;进而指出在未知天体间距与大小精确比率的情况下,仅凭外层天球较大并不能推证其复位速度的迟速关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.39#3

ἀλλ’ ἐνταῦθα μὲν καὶ κατὰ μεταβολὴν καὶ κατὰ ἐναντίωσιν ἡ τοιαύτη μῖξις τῆς οὐσίας ὑφίσταται, ἐκεῖ δὲ κατὰ πρόοδον καὶ ὕφεσιν καὶ εἴδους ἐξαλλαγὴν χωρὶς ἐναντιώσεως· ἐδείχθη γάρ, ὅτι οὐκ εἰσὶν ἐναντίαι κινήσεις ἥ τε ἀπὸ δυσμῶν ἥ τε ἀπ’ ἀνατολῶν· διὸ καὶ ἅμα ἄμφω δυνατὸν ἴσως ταύτας κινεῖσθαι τὰς κινήσεις τὸ αὐτὸ κατὰ μίαν τινὰ φύσιν τὴν κατὰ πρόοδον ὑφισταμένην, εἴπερ λέγει τι ἀληθὲς ἐν τοῖς ἀπορωτάτοις ὁ λόγος οὗτος· οὕτω γὰρ ἥ τε τοῦ μεγέθους πρὸς τὸ τάχος ἀναλογία ἀπὸ τῶν ἄνω μέχρι τῶν κάτω ὡς ἐν ἑνὶ τῷ ὅλῳ διασωθήσεται, καὶ ἡ τῶν πλανωμένων πάλιν ὡς πλανωμένων κίνησις οἰκεία καὶ αὐτὴ οὖσα οὐκέτι κατὰ τὸ μέγεθος ἕξει τὴν τοῦ τάχους ἀναλογίαν, ἀλλὰ κατὰ τὸ μᾶλλον ἢ ἧττον ἐμφαίνειν τοῦ πλανωμένου τὴν ἰδιότητα. Ὁ δὲ Ἀλέξανδρος τὸ ταχυτέρας μὲν εἶναι τὰς μείζονας σφαίρας κατὰ τὴν αὐτῶν φύσιν, βραδύτερον δὲ τὰς ἀνωτέρω κινεῖσθαι ὡς ὑπὸ τῆς ἀπλανοῦς ἐμποδιζομένας πιστοῦται καὶ ἐκ τοῦ τὰς τοῦ Ἄρεος καὶ τοῦ Ἑρμοῦ, ὥς φησι, σφαίρας ἀνωτέρας οὔσας, ὡς λέγει, τῆς Ἀφροδισιακῆς καὶ διὰ τοῦτο καὶ μείζονας ἰσοταχῶς ἀλλήλαις τε καὶ τῇ τῆς Ἀφροδίτης ἀποκαθίστασθαι·1 οὐκέτι γὰρ ὁμοίως ἐμποδιζόμεναι ὑπὸ τῆς ἐσχάτης περιφορᾶς αἱ ἐλάττους διὰ τὸ ἀπόστημα ἰσοταχῶς κινοῦνται ταῖς μείζοσιν αὐτῶν. ἀλλὰ τὸ μὲν τὴν τοῦ Ἑρμοῦ σφαῖραν ὑπὲρ τὴν Ἀφροδίτης εἰπεῖν ἢ γραφικόν ἐστι πταῖσμα ἀντὶ Ἡλίου τὸν Ἑρμῆν ἔχον ἢ κατὰ τὴν τῶν παλαιῶν εἴρηται δόξαν, καθ’ ἣν καὶ ὁ Πλάτων ἐν Πολιτείᾳ σφαιροποιεῖ λέγων ἕκτον μὲν ἄνωθεν τὸν τῆς Ἀφροδίτης δεύτερον ὄντα λευκότητι μετὰ τὸν Δία, ἕβδομον δὲ τὸν Ἥλιον καὶ ὀγδόην τὴν Σελήνην· ὥστε ὑπὲρ τὴν Ἀφροδίτην τετάχθαι τὸν Ἑρμῆν. ὅτι δὲ ὁ Ἑρμῆς ὑπὸ τὴν Ἀφροδίτην κατείληπται, δηλοῦσι καὶ αἱ τηρήσεις, ἐν αἷς ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ὑποδραμὼν τὸν τῆς Ἀφροδίτης ἱστόρηται. δέδεικται δὲ τοῦτο καὶ ἀπὸ τοῦ λόγου τῆς τῶν ἀπογείων καὶ περιγείων αὐτῶν ἀποστάσεως· τὸ γὰρ μέγιστον ἀπόστημα τῆς Ἀφροδίτης τὸ αὐτό πως δέδεικται τῷ τοῦ Ἡλίου ἀποστήματι, ὡς πλησίον εἶναι τοῦ Ἡλίου τὴν Ἀφροδίτην, καὶ τὸ μέγιστον δὲ τοῦ Ἑρμοῦ ἐγγύς πως τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης καὶ τὸ τῆς Σελήνης μέγιστον ἐγγὺς τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ· ταῦτα γὰρ δέδεικται ἐν τῇ Πτολεμαίου Συντάξει μεταφερομένου τοῦ λόγου τῆς τῶν ἀστέρων ἐκκεντρότητος εἰς τὸν λόγον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς. Ἀλλὰ τοῦτο μέν, ὡς εἴρηται, ἢ γραφικὸν πταῖσμα ὑπάρχον ἢ κατὰ παλαιοτέραν σφαιροποιίαν εἰρημένον οὐ πολλοῦ δεῖται λόγου· καὶ ἄλλην δὲ αἰτίαν ὁ Ἀλέξανδρος λέγει τοῦ τὰ πλησιαίτερον τῆς ἀπλανοῦς βραδύτερον ἀποκαθίστασθαι τὸ μείζονας εἶναι τὰς ἀνωτέρω σφαίρας. καὶ ὅτι μὲν μείζονες αἱ περιέχουσαι τῶν περιεχομένων, δῆλον· μὴ καταληφθέντων δὲ ἐκεῖ τῶν λόγων τῆς ἀποστάσεως καὶ τῶν μεγεθῶν2 οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῖς μεγέθεσιν ἀνάλογον ἔχουσι τὰ τάχη. ἐπειδὴ γὰρ ἡ μὲν τοῦ Κρόνου σφαῖρα ἐν τριάκοντα ἔτεσιν ἀποκαθίσταται, τουτέστιν ἐν μησὶ τριακοσίοις ἑξήκοντα, ἡ δὲ σελήνη ἐν ἑνὶ μηνὶ ὑποκείσθω παχυμερέστερον, εἴπερ ἦν τὸ μέγεθος τῆς Κρονίας σφαίρας μεῖζον ἢ τριακοσιεξηκονταπλάσιον τοῦ τῆς σεληνιακῆς, ἦν ἀποφήνασθαι, ὅτι θᾶττον ἡ τοῦ Κρόνου σφαῖρα κινεῖται3 τῆς σεληνιακῆς· τὸ γὰρ ἐν ἴσῳ χρόνῳ μεῖζον διάστημα κινούμενον ἀνάγκη θᾶττον κινεῖσθαι μάλιστα ἐν τοῖς ὁμαλῶς κινουμένοις. Οὐ μόνον δὲ ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ ὁ Πλάτων θᾶττον οἴεται κινεῖσθαι τὰ τοὺς ἐλάττονας κύκλους κινούμενα τῶν τοὺς μείζονας κινουμένων.

但在此处[月下界],实体的此类混合是依照变化与相反性而成立的,而在彼处[天界]则是依照流溢、减弱以及形式的变化而无相反性地成立的;因为已经表明,自西而来的运动与自东而来的运动并不是相反的运动。因此,若这一论述在最感困惑的事务中说出了某种真理,那么同一种事物按照依流溢而成立的某种单一自然本性同时作出这两种运动或许也是可能的。因为以此方式,大小与速度的比例关系便会在整个整体中如一地从上层直至下层得以保持,而行星作为行星的运动亦因其自身亦是固有的,不再按照大小具有速度的比例,而是按照或多或少地显现出行星的特质而具有比例。另一方面,亚历山大为了证实较大的天球依照自身的自然本性更快、而较高层的天球因受到恒星天的阻碍而运动得更慢,还援引了这一事实,即如他所说,火星和水星的天球——如他所言——由于在金星天球之上,且因此更大,却彼此之间以及与金星天球以相等的周转速度复位;因为较小的天球不再同样受到最外层周转的阻碍,由于其间距而以与比它们更大的天球相等的速度运动。然而,说水星的天球在金星天球之上,要么是把太阳错写成水星的抄写错误,要么是依照古人的见解所言;柏拉图在《理想国》中亦依照该见解构建天球,称自上而下第六层是在白色上仅次于木星而居第二的金星天球,第七层是太阳,第八层是月亮;从而水星被置于金星之上。然而,水星被理解为处于金星之下,这在观测中亦得以明证,在那些观测中记载了水星从金星下方穿过。并且这一点亦从它们远地点与近地点距离的比率中得到了证明;因为金星的最大距离已被证明在某种程度上与太阳的距离相同,从而金星靠近太阳,而水星的最大距离在某种程度上靠近金星的最小距离,月亮的最大距离靠近水星的最小距离;因为这些在托勒密的《大集》中得到了证明,其中诸星离心率的比率被转换为距地心距离的比率。不过,正如所言,这无论是抄写错误,还是依照较古老的天球构造学说所言,都无需赘述。亚历山大还提出了更靠近恒星天的天体复位更慢的另一个原因,即较高层的天球更大。诚然,包容者大于被包容者是显然的;但在彼处距离与大小的比率尚未被确切把握的情况下,不可能断言它们的速度与大小成比例。因为既然土星的天球在三十年中复位,也就是在三百六十个月中,而月亮——粗略假定——在一个月中复位,那么如果土星天球的大小大于月亮天球大小的三百六十倍,便可以断定土星天球比月亮天球运动得更快;因为在相等的时间内运动较大间距者必然运动得更快,尤其在匀速运动的事物中更是如此。而且不仅亚里士多德,柏拉图亦认为运动较小圆周者比运动较大圆周者运动得更快。

语法注3 条
  1. 2.39ἐκ τοῦ τὰς τοῦ Ἄρεος καὶ τοῦ Ἑρμοῦ, ὥς φησι, σφαίρας ἀνωτέρας οὔσας, ὡς λέγει, τῆς Ἀφροδισιακῆς καὶ διὰ τοῦτο καὶ μείζονας ἰσοταχῶς ἀλλήλαις τε καὶ τῇ τῆς Ἀφροδίτης ἀποκαθίστασθαι

    在介词 ἐκ 引导的带冠词不定式结构 τοῦ 之下,宾格 σφαίρας 作为不定式 ἀποκαθίστασθαι 的逻辑主语,构成 πιστοῦται 的证据从句。分词短语 ἀνωτέρας οὔσας ... καὶ μείζονας 为修饰主语 σφαίρας 的表语性分词。重复出现的插入语 ὥς φησι 与 ὡς λέγει 表明辛普利丘特意强调这是阿历山大本人的说法,与这一反常的行星排序保持距离。

  2. 2.39μὴ καταληφθέντων δὲ ἐκεῖ τῶν λόγων τῆς ἀποστάσεως καὶ τῶν μεγεθῶν

    带否定词 μή 的属格独立结构,充当主句 οὐκ ἔστιν εἰπεῖν 的条件或原因从句。副词 ἐκεῖ(彼处)指代与月下界相对的天界,属格名词短语 τῶν λόγων τῆς ἀποστάσεως καὶ τῶν μεγεθῶν 充当其逻辑主语。

  3. 2.39εἴπερ ἦν τὸ μέγεθος τῆς Κρονίας σφαίρας μεῖζον ἢ τριακοσιεξηκονταπλάσιον τοῦ τῆς σεληνιακῆς, ἦν ἀποφήνασθαι, ὅτι θᾶττον ἡ τοῦ Κρόνου σφαῖρα κινεῖται

    使用过去直说法的与现在事实相反的虚拟条件句。归结句中非人称表达 ἦν 搭配不定式(ἀποφήνασθαι)省略了 ἄν,这符合古典希腊语中表示可能、义务或能力的动词过去时省略 ἄν 表达反事实含义的惯用法(意即“本来是可以断定的[但实际上不能]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:473.25-475.10