- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:472.12-473.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修考察了亚历山大关于行星运动的调和论点(必然与最善的结合),指出在固有的本性运动与外在阻碍方面疑难仍未化解。随后,他依据各天球实体的同类关系以及空气转变为水的水陆元素转变类比,提出了一种无需设定强迫运动的自身解决方案。
ἅμα οὖν καὶ ἡ κατὰ τὸ ἀναγκαῖον καὶ ἡ κατὰ τὸ ἄριστον αἰτία συνδεδραμήκασιν· ἀναγκαῖον γὰρ οὐ τὸ βίαιον μόνον· καὶ διότι μὲν ἄριστον οὕτως ἔχειν, ἑκουσίως, διότι δὲ πλησίον τῆς ἀντιφερομένης, ἐξ ἀνάγκης. οὐ γὰρ παρὰ φύσιν αὐταῖς αἱ ὑπ’ ἀλλήλων κινήσεις τῷ μηδὲ εἶναί τινα κίνησιν αὐταῖς παρὰ φύσιν, ὅτι μηδὲ ἐναντίον. οὖσαι δὲ αὐταῖς, ἃς κινοῦνται, πᾶσαι κατὰ φύσιν οὕτως ἂν εἶεν, ὡς τὰς μὲν ἐξ αὐτῶν γίνεσθαι, τὰς δὲ ὑπ’ ἀλλήλων·1 ὥστε καὶ ἐπὶ τῆς φορᾶς, ἣν φέρονται τῇ ἀπλανεῖ συγκινούμεναι, τὰ αὐτὰ ῥητέον, ὅτι οὐδὲ αὕτη παρὰ φύσιν αὐταῖς. Μήποτε δὲ ἔτι μένει τὸ ἄπορον. ἔστω γὰρ μήτε βίᾳ μήτε παρὰ φύσιν, ἀλλ’ ἑκουσίως κινεῖσθαι τὰς ὑπ’ ἀλλήλων κινήσεις· ἆρα οὐκ ἔδει πάντως καὶ οἰκείας ἔχειν κινήσεις κατὰ φύσιν τὰς σφαίρας ἐμψύχους οὔσας καὶ πράξεως μετεχούσας, ὡς αὐτὸς ἐρεῖ; εἰ δὲ δύο μέν εἰσιν αἱ κινήσεις, ἃς κινοῦνται, ἥ τε ἀπ’ ἀνατολῶν καὶ ἡ ἀπὸ δυσμῶν, ἐπεὶ τὴν μὲν ἀπ’ ἀνατολῶν τῆς ἀπλανοῦς οὖσαν κινοῦνται· ἐκείνῃ γὰρ αὐτὴν συμπεριφέρονται· τὴν δὲ ἀπὸ δυσμῶν καὶ αὐτὴν ὑπὸ τῆς ἀπλανοῦς κρατουμένην ἔχουσι καὶ ἀντικοπτομένην, τίνα ἂν ἔχοιεν οἰκείαν κατὰ φύσιν κίνησιν;2 ὥστε ὁ τοῦ Ἀριστοτέλους λόγος τὰς μὲν ἀπορίας οὐκ ἔλυσε, πῶς ἔτι ἀληθὲς τὸ τὸ μεῖζον σῶμα θᾶττον φέρεσθαι τὴν οἰκείαν φοράν, πῶς δὲ τὸ μὲν τῇ ἀπλανεῖ γειτνιάζον τῇ ταχίστην ἐχούσῃ τὴν κίνησιν καὶ συγγενέστερον δηλονότι πρὸς αὐτὴν ὑπάρχον· κατὰ γὰρ τὴν τῆς οὐσίας συγγένειαν ὁ τῶν τόπων ἀπεδόθη πλησιασμός· βραδυτέραν ἔχει τὴν κίνησιν, τὸ δὲ τῇ ἀκινήτῳ γῇ προσεχὲς θάττονα· ταῦτα οὖν οὐκ ἔλυσεν, ὡς οἶμαι, ἀλλὰ ἄλλην αἰτίαν ἐπενόησε τὸ βίαιον οὐ τελέως ἐκφεύγουσαν. καὶ γὰρ τὴν ἀπ’ ἀνατολῶν κίνησιν τῇ ἀπλανεῖ συγκινούμεναι κἂν ἀλλοτρίαν ταύτην κινῶνται, ἀλλ’ οὐδὲν κωλύει ἑκουσίως αὐτὴν φέρεσθαι, διότι καὶ τὴν οἰκείαν κίνησιν τὴν κατ’ οἰκείαν ὁρμὴν γινομένην ἀνεμπόδιστον ἔχουσι καὶ κατὰ φύσιν προϊοῦσαν, ὡς εἰ μηδὲ συμπεριφέροιντο τῇ ἀπλανεῖ. εἰ δὲ ἡ οἰκεία καὶ κατὰ φύσιν ὡς ἀντικοπτομένη κρατεῖται, πῶς ἀβίαστος ἔσται; εἰ μὴ ἄρα λέγοι τις τὰς πλησιαζούσας τῇ ἀπλανεῖ,3 καθ’ ὅσον μὲν συγγενεῖς πρὸς αὐτήν εἰσιν, οἰκείαν ἔχειν καὶ αὐτὰς τὴν ἀπ’ ἀνατολῆς κίνησιν καὶ θᾶττον ἀεὶ φέρεσθαι τὴν μείζονα ἐν τῷ αὐτῷ λόγῳ τοῦ τε μεγέθους ὄντος καὶ τοῦ τάχους τῆς κινήσεως μιᾶς οὔσης πασῶν τῶν σφαιρῶν ἐν ἑνὶ τῷ σώματι τῷ οὐρανίῳ συνδέσεως, καθ’ ὅσον δὲ τῆς ἀντικινουμένης εἰσὶ φύσεως, αἱ μὲν ἐπ’ ὀλίγον εἰς αὐτὴν ὑπελθοῦσαι διὰ τὸ μένειν μᾶλλον ἐν τῇ τῆς ἀπλανοῦς ἰδιότητι τὴν μὲν ἐκείνῃ συγγενῆ κίνησιν θᾶττον κινοῦνται, τὴν δὲ τῆς ἀντιφερομένης φύσεως βραδύτερον * * * ἅτε μηδὲ εἰλικρινῶς πως κατ’ ἐκείνην ἱστάμεναι, ὥσπερ ἡ τῆς σελήνης σφαῖρα πορρωτέρα μὲν τῆς ἀπλανοῦς οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ οὐσίᾳ γενομένη, ἐγγυτέρα δὲ τῆς γενέσεως, τὴν μὲν τῆς ἀπλανοῦς κίνησιν βραδύτερον ὡς βραχυτέρα κινεῖται, τὴν δὲ ἀντιπεριφορὰν θᾶττον· ὡς εἰ νοήσαις ἐν τῷ ὑπὸ σελήνην σύστασιν οὐσίας τινὰ ἐξ ἀέρος εἰς ὕδωρ μεταβαλούσης· ἐν ταύτῃ γὰρ ἡ μὲν ἐπ’ ὀλίγον τοῦ ἀέρος ἐξελθοῦσα τὴν μὲν τῷ ἀέρι συγγενῆ κίνησιν τὴν ἐπὶ τὸ ἄνω θάττονα τῶν μᾶλλον ἐξελθουσῶν τοῦ ἀέρος ἔχει, τὴν δὲ ἐπὶ τὸ κάτω βραδυτέραν, καὶ ἐφεξῆς ἀνάλογον τῇ πρὸς τὸν ἀέρα συγγενείᾳ τὸ τάχος ἔχουσι καὶ τὴν βραδύτητα οὐδαμοῦ βίας ἐμφαινομένης, ἀλλὰ τῆς φύσεως αὐτῆς ἑκάτερον ἐχούσης.
因此,出于必然的原因与出于最善的原因同时汇聚在一起;因为必然者不仅是受强迫者。并且,由于这样处于最佳状态,因而是自愿的;而由于靠近朝相反方向运送的天体,因而是出于必然。因为它们相互施加的诸运动对它们而言并非违反自然本性,这是由于对它们而言不存在任何违反自然本性的运动,因为根本不存在相反者。而既然它们所作的诸运动全部符合自然本性,它们便会是以这样一种方式存在,即某些运动产生于自身,而另一些运动则由相互作用产生;因此,对于它们随恒星天一起运动而运送的运行,亦必须说同样的话,即这对于它们而言亦绝非违反自然本性。 然而,疑难或许依然存在。因为即便假定它们在相互施加的诸运动中既非出于强迫亦非违反自然本性,而是自愿地被运动;但天球既然如他自己将要说的那样是有生命的并分有实践,它们难道无论如何不都应当具有符合自然本性的固有运动吗?但如果它们所作的运动共有两种,即自东而来的运动和自西而来的运动,既然自东而来的运动属于恒星天而它们却在运动——因为它们随那个天球一起在其中周转——,而自西而来的运动本身又被恒星天压制并阻碍着,那么它们还能拥有何种符合自然本性的固有运动呢?因此,亚里士多德的论述并未化解这些疑难:较大的物体在其固有运行中运送得更快这一命题如何依然为真;以及,紧邻具有最快运动的恒星天且显然与它更为同类者——因为位置的接近乃是依据实体的同类关系而分配的——为何具有较慢的运动,而靠近不动地球者为何具有较快的运动。因此,据我认为,他并未化解这些疑难,而是构想了另一个并未完全摆脱强迫性质的原因。因为即使它们随恒星天一起运动时将自东而来的运动当作外来的运动而运动,但由于它们依固有冲动产生的固有运动毫无阻碍且符合自然本性地进行着,仿佛它们根本未曾随恒星天一起周转一般,因而没有什么妨碍〔它们〕在这运动中自愿运送。但如果固有且符合自然本性的运动因受到阻碍而被压制,它又如何能不受强迫呢? 除非有人会说,靠近恒星天的天体,就其与恒星天同类而言,自身亦将自东而来的运动作为固有运动,并且在单一的天体中所有天球联结为一体、大小的比例与运动速度的比例相同的情况下,较大的天体总是运送得更快;而就其属于作相反运动的自然本性而言,那些仅在微小程度上进入该本性之中的天体,由于较多地保留在恒星天的特性中,将与恒星天同类的运动运动得更快,而将相反方向的自然本性的运动运动得更慢[……],因其并未纯粹地依照那一特性确立;正如月亮的天球不仅在位置上、而且在实体上都变得距离恒星天更远,且距离生成更近,因而由于周长较短而将恒星天的运动运动得更慢,却将反向周转运动得更快;这犹如人们设想在月下界中某种实体的构成从空气转变为水一样。因为在这种构成中,仅在微小程度上偏离空气的部分,其与空气同类的向上运动比那些较多偏离空气的部分更快,而其向下运动则更慢,并且依序按照与空气的同类程度而成比例地拥有其速度与迟缓,处处未见任何强迫,而是自然本性本身拥有这两者。
- 2.39οὖσαι δὲ αὐταῖς, ἃς κινοῦνται, πᾶσαι κατὰ φύσιν οὕτως ἂν εἶεν, ὡς τὰς μὲν ἐξ αὐτῶν γίνεσθαι, τὰς δὲ ὑπ’ ἀλλήλων
其句法骨干为 οὖσαι δὲ πᾶσαι κατὰ φύσιν [κινήσεις], ἃς κινοῦνται, αὐταῖς οὕτως ἂν εἶεν, ὡς...。先行词“诸运动”未显性格位,而融入关系从句 ἃς κινοῦνται 之中;分词短语 οὖσαι... 具有假设条件性质,引向主句的主动词潜能希求法 οὕτως ἂν εἶεν ὡς...(“它们将以如此方式存在,即……”)。
- 2.39εἰ δὲ δύο μέν εἰσιν αἱ κινήσεις, ἃς κινοῦνται, ἥ τε ἀπ’ ἀνατολῶν καὶ ἡ ἀπὸ δυσμῶν, ἐπεὶ τὴν μὲν ἀπ’ ἀνατολῶν τῆς ἀπλανοῦς οὖσαν κινοῦνται· ἐκείνῃ γὰρ αὐτὴν συμπεριφέρονται· τὴν δὲ ἀπὸ δυσμῶν καὶ αὐτὴν ὑπὸ τῆς ἀπλανοῦς κρατουμένην ἔχουσι καὶ ἀντικοπτομένην, τίνα ἂν ἔχοιεν οἰκείαν κατὰ φύσιν κίνησιν;
在条件从句 εἰ δὲ δύο μέν εἰσιν... 之后,由原因连词 ἐπεὶ 引导出两个对称分句(τὴν μὲν ἀπ’ ἀνατολῶν... τὴν δὲ ἀπὸ δυσμῶν...),以此作为理由引出主句的反问句 τίνα ἂν ἔχοιεν...(“它们还能拥有何种固有的自然运动呢?”)。
- 2.39εἰ μὴ ἄρα λέγοι τις τὰς πλησιαζούσας τῇ ἀπλανεῖ
由习语 εἰ μὴ ἄρα(“除非有人说……”)引出,辛普里修通过一个长篇的带不定式的宾格句式(主语:τὰς πλησιαζούσας,不定式:οἰκείαν ἔχειν 与 θᾶττον ἀεὶ φέρεσθαι)展开了他对前述疑难的替代性解决方案,一直贯穿至该大句结束。
