- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:470.27-472.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论天》卷二第十章开头(291a29)的注疏。辛普里丘概述了关于天球与行星方位、距离及大小的早期学说发展史,探讨了越靠近恒星天的行星其自身周转越慢这一疑难及其亚里士多德式的解决,并引用阿佛洛狄西亚的亚历山大的观点论证这种迟缓并非出于强迫或违背自然。
" Περὶ δὲ τῆς τάξεως αὐτῶν ἕως τοῦ ὥσπερ καὶ δεικνύουσιν οἱ μαθηματικοί." Τῷ περὶ τῶν οὐρανίων λέγοντι ἀναγκαῖον ἦν καὶ περὶ τῆς κατὰ τὴν θέσιν τάξεως τῶν τε σφαιρῶν καὶ τῶν ἀστέρων εἰπεῖν, τίνα μὲν πρότερα καὶ τῇ ἀπλανεῖ προσεχέστερα, τίνα δὲ ὕστερα καὶ περιγειότερα, καὶ ἔτι μέντοι πῶς ἔχει πρὸς ἄλληλα τοῖς ἀποστήμασι τοῖς ὡς πρὸς τὴν γῆν παραβαλλομένοις, ἐξ ὧν καὶ οἱ τῶν μεγεθῶν λόγοι καταλαμβάνονται. ταῦτα οὖν, φησίν, ἐκ τῶν περὶ ἀστρολογίαν θεωρείσθω· καὶ γὰρ ἐκεῖ περὶ τῆς τάξεως τῶν πλανωμένων καὶ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἀποδέδεικται Ἀναξιμάνδρου πρώτου τὸν περὶ μεγεθῶν καὶ ἀποστημάτων λόγον εὑρηκότος,1 ὡς Εὔδημος ἱστορεῖ τὴν τῆς θέσεως τάξιν εἰς τοὺς Πυθαγορείους πρώτους ἀναφέρων. τὰ δὲ μεγέθη καὶ τὰ ἀποστήματα Ἡλίου καὶ Σελήνης μέχρι νῦν ἔγνωσται ἀπὸ τῶν ἐκλείψεων τὴν ἀφορμὴν τῆς καταλήψεως λαβόντα, καὶ εἰκὸς ἦν ταῦτα καὶ τὸν Ἀναξίμανδρον εὑρηκέναι, καὶ Ἑρμοῦ δὲ καὶ Ἀφροδίτης ἀπὸ τῆς πρὸς τούτους μεταπαραβολῆς, ὧνπερ τὰ μεγέθη καὶ τὰ ἀποστήματα ὑπὸ τῶν μετὰ Ἀριστοτέλην πλέον ἠκριβώθη καὶ τελεώτατά γε ὑπὸ τῶν περὶ Ἵππαρχον καὶ Ἀρίσταρχον καὶ Πτολεμαῖον. κατὰ δὲ τὴν τῶν ἀποστημάτων, φησίν, ἀναλογίαν συμβαίνει γίνεσθαι τὰς κινήσεις διὰ τὸ θᾶττον μὲν κινεῖσθαι τὰ περιγειότερα, ὥσπερ τὴν Σελήνην, βραδύτερον δὲ τὰ πορρωτέρω κατὰ τὴν ἀναλογίαν τῶν ἀποστημάτων. τοῦτο τοίνυν οἰκείως ἐπαχθὲν τῷ περὶ τῆς τάξεως καὶ τῶν ἀποστημάτων λόγῳ ἀπορίαν ἐκίνει δικαίως, διὰ τί θᾶττον κινεῖται τὰ περὶ τὴν γῆν, βραδύτερον δὲ τὰ ἀνωτέρω καὶ μᾶλλον τῇ ἀπλανεῖ πλησιάζοντα, ὥσπερ ὁ τοῦ Κρόνου διὰ τριάκοντα ἐτῶν ἀποκαθιστάμενος τῆς Σελήνης διὰ μηνὸς περιούσης. καὶ ἡ ἀπορία διχόθεν ἂν ὁρμηθείη ἀπό τε τοῦ μεγέθους· τὸ γὰρ μεῖζον σῶμα θᾶττον φέρεται τὴν οἰκείαν φοράν, ὡς αὐτὸς εἶπεν ὁ Ἀριστοτέλης, μεῖζον δὲ ἀεὶ τὸ περιέχον τοῦ περιεχομένου· πῶς οὖν οὐ θᾶττον μᾶλλον αἱ ἐξώτεραι κατὰ λόγον τοῦ μεγέθους καὶ τοῦ ἀποστήματος, ἀλλὰ τοὐναντίον βραδύτερον φέρονται; καὶ μέντοι καὶ ἀπὸ τῆς πρὸς τὴν ἀπλανῆ γειτνιάσεως ἢ ἀποστάσεως ἀπορεῖν ἀνάγκη· εἰ γὰρ ταχίστην κίνησιν πασῶν τῶν σφαιρῶν ἡ ἀπλανὴς κινεῖται, ἀκόλουθον τὰ προσεχέστερα αὐτῇ θᾶττον κινεῖσθαι τῶν πορρωτέρω κατὰ τὸν λόγον τῆς ἀποστάσεως, καὶ εἰ ἡ γῆ ἀκίνητος κατὰ φύσιν ἐστί, βραδύτερα ἐχρῆν εἶναι τὰ μᾶλλον τῇ γῇ πλησιάζοντα τῶν μᾶλλον διεστηκότων καὶ τοῦτο πάλιν κατὰ τὸν λόγον τῆς ἀποστάσεως. ταύτας οὖν τὰς ἀπορίας εὐμηχάνως λύων λέγει, ὅτι τῆς ἀπλανοῦς μίαν καὶ ταχίστην κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινουμένης, τῶν δὲ πλανωμένων ταύτην τε καὶ τὴν ἐναντίαν, εὔλογον ἦν τὸ μὲν ἐγγυτάτω τῆς ταχίστης περιφορᾶς ἐν πλείστῳ χρόνῳ διιέναι τὴν ἐναντίαν αὐτῇ περιφορὰν2 ἅτε κρατούμενον ὑπ’ αὐτῆς καὶ ἀντικοπτόμενον, τὸ δὲ πορρώτατον πάντων ἥκιστα κρατούμενον διὰ τὴν ἀπόστασιν θᾶττον κινεῖσθαι τῶν ἄλλων, τὰ δὲ μεταξὺ κατὰ λόγον ἤδη τῆς ἀποστάσεως, ὥσπερ καὶ δεικνύουσιν οἱ μαθηματικοί. τί οὖν; βιαζόμεναι ὑπὸ τῆς ἀπλανοῦς αἱ πλησιάζουσαι μᾶλλον αὐτῇ βραδύτερον κινοῦνται; καίτοι εἰ βίᾳ, πάντως καὶ παρὰ φύσιν· ὥστε ἄμφω τὰς κινήσεις καὶ τὴν ἀπ’ ἀνατολῶν, ἣν τῇ ἀπλανεῖ συμπεριφέρονται, καὶ τὴν ἀπὸ δυσμῶν τὴν οἰκείαν αὐτῶν βίᾳ καὶ παρὰ φύσιν κινηθήσονται. καλῶς δὴ πρὸς ταύτην τὴν ἀπορίαν ὑπήντησεν ὁ Ἀλέξανδρος λέγων, ὅτι ἡ τῆς ἀπλανοῦς ταχίστη κίνησις αἰτία μέν ἐστι τῇ τοῦ Κρόνου σφαίρᾳ τῆς βραδυτέρας ἀποκαταστάσεως, οὐκ ἀκούσῃ μέντοι οὐδὲ αὐτῇ·3 καὶ γὰρ προαιροῖτο ἂν καὶ βούλοιτο ἂν ταῦτα· οὐδὲν γὰρ ἦν αὐταῖς βέλτιον οὐδὲ αἱρετώτερον τῆς τοιαύτης διακοσμήσεως.
“关于它们的秩序……”直至“正如数学家们所表明的那样”。 对于谈论天体的人而言,亦必然要谈论天球与诸星依据方位的秩序,即哪些在先且更接近恒星天,哪些在后且更靠近地球;进一步地,它们在与地球相比的距离上彼此处于何种关系——从这些距离中,它们大小的比例亦得以被把握。因此他说,这些事应当从关于天文学的著作中去考察;因为在那里,关于行星的秩序以及关于大小和距离已经作出了论证,而阿那克西曼德是最早发现关于大小和距离的学说的人,正如欧德谟在将方位的秩序追溯至最早的毕达哥拉斯学派时所记载的那样。太阳和月亮的大小与距离直到如今都为人所知,它们从日月食中获得了把握的出发点,阿那克西曼德亦很可能发现了这些;而水星和金星的那些,则是通过与这些天体的相互比较而获知的,它们的大小和距离在亚里士多德之后的学者手中变得更为精确,并且在喜帕恰斯、阿里斯塔克和托勒密等人那里达到了最为完备的程度。他说,诸运动乃是依据距离的比例发生的,因为更靠近地球的天体运动得较快,如月亮,而更遥远的天体则依据距离的比例运动得较慢。因此,作为固有内容被引入关于秩序与距离的论述中的这一说法,理所当然地激起了一个疑难:为何靠近地球的天体运动得较快,而更高且更接近恒星天的天体运动得较慢,正如土星三十年才复位一次,而月亮一个月就完成运行一样?这一疑难可以从两方面出发:其一来自大小;因为较大的物体在其固有的运行中运送得更快,正如亚里士多德自己所说,并且包容者总是大于被包容者;那么,为何更外侧的天体没有依其大小和距离的比例反而运送得更快,相反却运送得更慢?而且,亦必然从它们对恒星天的接近或距离中产生疑难;因为如果恒星天以所有天球中最快的运动运动,那么依其距离的比例,更接近它的天体比更遥远的天体运动得更快便是必然的推论;且如果地球在自然本性上是不动的,那么更接近地球的天体应当比距离较远的天体更慢,这同样是依据距离的比例。因此,他在巧妙地化解这些疑难时说,由于恒星天作自东而来的单一且最快的运动,而行星则兼作这一运动与相反的运动,因而最接近最快周转的天体,因被其压制并受到阻碍,在最长的时间内完成与之相反的周转;而距离最远的天体由于距离的缘故最少受到压制,因而比其余天体运动得更快,中间的天体则依次依据距离的比例运动,正如数学家们所表明的那样。那么怎样呢?难道更靠近恒星天的天体是由于受到其强迫才运动得更慢吗?然而如果出于强迫,就完全是违反自然本性的;从而它们在两种运动中,即它们随恒星天一起旋转的自东而来的运动,以及它们固有的自西而来的运动,都将出于强迫且违反自然本性地被运动。亚历山大确实很好地回应了这一疑难,他说,恒星天最快的运动对于土星的天球而言固然是较慢复位的原因,但对于该天球本身而言绝非出于不情愿;因为该天球亦会选择并意愿这些;因为对于它们而言,没有什么比这种井然的秩序更好、更值得选择的了。
- 2.39Ἀναξιμάνδρου πρώτου τὸν περὶ μεγεθῶν καὶ ἀποστημάτων λόγον εὑρηκότος
属格独立结构,为主句“在天文学中……已作出论证”提供历史背景和补充说明。它与随后的分词从句“ὡς Εὔδημος ἱστορεῖ τὴν τῆς θέσεως τάξιν εἰς τοὺς Πυθαγορείους πρώτους ἀναφέρων”相呼应,将大小和距离研究的开创者(阿那克西曼德)与方位秩序的开创者(毕达哥拉斯学派)作对比记述。
- 2.39τὸ μὲν ἐγγυτάτω τῆς ταχίστης περιφορᾶς ἐν πλείστῳ χρόνῳ διιέναι τὴν ἐναντίαν αὐτῇ περιφορὰν
由非人称谓词 εὔλογον ἦν 所支配的带不定式的宾格从句的核心。不定式的逻辑主语是实体化的副词短语 τὸ ἐγγυτάτω τῆς ταχίστης περιφορᾶς(最接近最快周转者),διιέναι 的直接宾语为 τὴν ἐναντίαν αὐτῇ περιφορὰν。它构成与后文 τὸ δὲ πορρώτατον πάντων ... 及 τὰ δὲ μεταξὺ ... 相并列对照的三项结构之首项。
- 2.39οὐκ ἀκούσῃ μέντοι οὐδὲ αὐτῇ
与格形容词短语,作表语性修饰,与前文的间接宾语/利益与格 τῇ τοῦ Κρόνου σφαίρᾳ(土星的天球)保持性数格一致。该用法将无生命的天球拟人化为拥有意志的能动主体,意为“对于该天球本身而言亦绝非不情愿的”。
