← 辛普里丘

亚里士多德《论天》注释

§468.29-470.26

天球和谐音的不可感知性与诸星的球形

辛普利丘依据毕达哥拉斯学派的观点探讨了天球和谐之音与人类感觉的关系以及诸星可见却无声的原因,补充说明了雷霆凭借气息破坏物体的机制,并梳理了亚里士多德关于诸星呈球形且不自主作位移运动的结论的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38#3

μήποτε οὖν κατὰ τὴν τῶν ἀνδρῶν φιλοσοφίαν λυτέον τὴν ἔνστασιν λέγοντα, ὅτι οὐ πάντα ἀλλήλοις ἐστὶ σύμμετρα, οὐδὲ πᾶν παντί ἐστιν αἰσθητὸν οὐδὲ παρ’ ἡμῖν· δηλοῦσι δὲ οἱ κύνες ὀσφραινόμενοι τῶν ζῴων πόρρωθεν, ὧν οἱ ἄνθρωποι οὐκ ὀσφραίνονται. πόσῳ δὴ μᾶλλον ἐπὶ τῶν τοσοῦτον τῇ φύσει διεστηκότων, ὅσον τὰ ἄφθαρτα τῶν φθαρτῶν καὶ τὰ οὐράνια τῶν ἐπιγείων, ἀληθὲς εἰπεῖν, ὅτι ὁ τῶν θείων σωμάτων ἦχος ταῖς ἐπικήροις ἀκοαῖς οὐκ ἔστιν ἀκουστός. εἰ δέ τις καὶ τοῦτο τὸ σῶμα τὸ ἐπίκηρον ἐξηρτημένος τὸ αὐτοειδὲς αὐτοῦ καὶ οὐράνιον ὄχημα καὶ τὰς ἐν αὐτῷ αἰσθήσεις κεκαθαρμένας σχοίη1 ἢ δι’ εὐμοιρίαν ἢ δι’ εὐζωίαν ἢ πρὸς τούτοις διὰ ἱερατικὴν τελεσιουργίαν, οὗτος ἂν ἴδοι τὰ τοῖς ἄλλοις ἀόρατα καὶ ἀκούσοι τῶν τοῖς ἄλλοις μὴ ἀκουομένων, ὥσπερ ὁ Πυθαγόρας ἱστόρηται. θείων δὲ καὶ ἀύλων σωμάτων κἂν εἰ γίνηταί τις ψόφος, οὔτε πληκτικὸς οὔτε ἀποκναίων γίνεται, ἀλλὰ τῶν γενεσιουργῶν ἤχων διεγείρει τὰς δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὴν σύστοιχον αἴσθησιν τελειοῖ· καὶ ἀναλογίαν μὲν ἔχει τινὰ πρὸς τὸν ψόφον τὸν συνεδρεύοντα τῇ κινήσει τῶν ἐπικήρων σωμάτων, ἐνέργεια δέ τίς ἐστι τῆς ἐκείνων κινήσεως ἀπαθὴς τοῦ ψόφου παρ’ ἡμῖν γινομένου διὰ τὴν ἠχητικὴν τοῦ ἀέρος φύσιν· εἰ οὖν ἐκεῖ ἀὴρ παθητικὸς οὐκ ἔστι, δῆλον, ὅτι οὐδὲ ψόφος ἂν εἴη. ἀλλ’ ἔοικεν ὁ Πυθαγόρας οὕτω λέγεσθαι τῆς ἁρμονίας ἐκείνης ἀκούειν, ὡς εἰ καὶ τοὺς ἐν τοῖς ἀριθμοῖς ἁρμονικοὺς λόγους ἐννοῶν καὶ τὸ ἐν αὐτοῖς ἀκουστὸν ἀκούειν ἔλεγε τῆς ἁρμονίας. Ἀπορήσοι δὲ ἄν τις εἰκότως, διὰ τί αὐτὰ μὲν τὰ ἄστρα ταῖς ὁρατικαῖς ἡμῶν αἰσθήσεσιν ὁρᾶται, ὁ δὲ ἦχος αὐτῶν ταῖς ἀκοαῖς ἡμῶν οὐκ ἀκούεται. καὶ ῥητέον, ὅτι οὐδὲ τὰ ἄστρα αὐτὰ ὁρῶμεν· οὐδὲ γὰρ τὰ μεγέθη αὐτῶν οὔτε τὰ σχήματα οὔτε τὰ ὑπεραίροντα κάλλη, ἀλλ’ οὐδὲ τὴν κίνησιν, δι’ ἣν ὁ ψόφος, ἀλλ’ οἷον ἔκλαμψίν τινα αὐτῶν ὁρῶμεν τοιαύτην, οἷον καὶ τὸ τοῦ ἡλίου περὶ γῆν φῶς, οὐκ αὐτὸς ὁ ἥλιος ὁρᾶται. τάχα δὲ οὐκ ἂν εἴη θαυμαστὸν τὴν μὲν ὀπτικὴν αἴσθησιν ἅτε ἀυλοτέραν καὶ κατ’ ἐνέργειαν μᾶλλον ἱσταμένην ἤπερ κατὰ πάθος καὶ πολὺ τῶν ἄλλων ὑπερέχουσαν τῆς αἴγλης καὶ ἐκλάμψεως τῶν οὐρανίων ἀξιοῦσθαι, τὰς δὲ ἄλλας αἰσθήσεις μηδὲ πρὸς ταύτας ἐπιτηδείως ἔχειν. Ἀλλὰ τούτων μὲν καὶ τῶν τοιούτων εἴ τις ἄλλας πιθανωτέρας αἰτίας ἀποδιδοίη, φίλος ὤν, ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ. χρὴ δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν, πῶς αἱ βρονταὶ τοὺς λίθους καὶ τὰ καρτερώτατα τῶν σωμάτων διαρρηγνύουσι. διχῶς τοίνυν γινομένης τῆς βροντῆς ἢ κατὰ ῥῆξιν ἀθρόαν παχυτέρων νεφῶν ἢ κατὰ συγκρουσμόν, καθ’ ἑκάτερον τῶν τρόπων πνεῦμα βιαίως ἀπ’ ἐκείνων ἐκδίδοται τῶν νεφῶν· τοῦτο οὖν μετὰ ῥοίζου καὶ βίας φερόμενον διίστησι τὰ προσπίπτοντα. ὅσην δὲ δύναμιν ἔχει τὰ πνεύματα βιαίως κινούμενα, καὶ οἱ ἄνεμοι δηλοῦσι καὶ οἱ σεισμοὶ καὶ αἱ τῆς θαλάσσης ἀμπώτεις τε καὶ ἐπικλύσεις. Συμπεραινόμενος δὲ ὁ Ἀριστοτέλης τὰ περὶ τῶν ἄστρων εἰρημένα, ὅτι τε σφαιροειδῆ, φησίν, εἴρηται· τοῦτο δὲ καὶ μετ’ ὀλίγον ἀκριβέστερον ἀποδείξει· καὶ ὅτι οὐ κινεῖται δι’ ἑαυτῶν, τὴν μεταβατικὴν δηλονότι ταύτην κίνησιν τὴν ὁρωμένην, περὶ ἧς ἀποδεικνὺς διετέλεσε. καὶ δῆλον ἐντεῦθεν, ὅτι καὶ τὸ μὴ ψοφεῖν καὶ ὡς καθ’ αὑτὸ τοῖς προκειμένοις οἰκεῖον ὑπάρχον ἀπέδειξε καὶ μέντοι ὡς καὶ ἐκ τούτου τὸ μὴ κινεῖσθαι συλλογιζόμενος. συνήργησε δὲ αὐτῷ πρὸς τὸ ἀπὸ τοῦ μὴ ψοφεῖν τὸ μὴ κινεῖσθαι συναγαγεῖν τὸ τοὺς Πυθαγορείους, ὥς φησιν, ἢ οὐκ οἶδα τίνας· οὐ γὰρ σαφῶς τοῦτο περὶ τῶν Πυθαγορείων λέγει· δοκεῖν ἀναγκαῖον εἶναι2 τηλικούτων σωμάτων φερομένων γίνεσθαι ψόφον· εἰ οὖν κινούμενα ἀνάγκη ψοφεῖν, ἐὰν μὴ ψοφῇ, οὐδὲ κινεῖται. δῆλον δέ, ὅτι ὡς ἐκείνοις ἀκόλουθον ἐπῆκται τοῦτο τοῖς λέγουσι κινούμενα αὐτὰ ψοφεῖν· εἰ μέντοι μήτε μεταβατικήν τις αὐτὰ κίνησιν λέγοι κινεῖσθαι μήτε διὰ σωμάτων ψοφητικῶν, οὐκέτι ἀληθὲς εἰπεῖν, εἰ μὴ ψοφεῖ, μηδὲ κινεῖσθαι· καὶ γὰρ τὰς σφαίρας ὁ Ἀριστοτέλης κινεῖσθαι λέγων οὐ φησὶ ψοφεῖν οὐδὲ τὸ μὴ ψοφεῖν αὐτὰς τεκμήριον τοῦ μὴ κινεῖσθαι ποιεῖται διὰ τὸ ἐν αὑταῖς ἀλλὰ μὴ δι’ ἄλλου σώματος μεταβατικῶς κινεῖσθαι. καὶ οἱ ἀστέρες τοίνυν, εἰ ἐν αὑτοῖς ὁμοίως ταῖς σφαίραις κινοῖντο, οὐκ ἀναγκάζονται ψοφεῖν οὐδέ, εἰ μὴ ψοφοῦσιν, ἤδη διὰ τοῦτο οὐδὲ κινοῦνται.

那么,我们难道不应当按照那些人的哲学来化解这一异议,即指出并非一切事物都彼此相称,亦并非每一事物对每一事物都是可感觉的,即便在我们之中亦非如此?实际上,猎犬通过从远处嗅到人类嗅不到的动物便表明了这一点。那么,对于在自然本性上相隔如此悬殊的事物——正如不可毁灭者与可毁灭者、天上之物与地上之物相隔那般——,说神圣天体的声响对于可毁灭的听觉是不可听闻的,岂不是真实得多的说法吗?而如果某人在连带着这具可毁灭身体的同时,因着幸运、因着优良的生活、或在此之外因着祭司阶层的秘仪仪式,使其同形的[或光状的]天上载具及其中所含的感觉保持洁净,此人便能看见他人所不能见之物,听见他人所不能听之声,正如关于毕达哥拉斯所记载的那样。再者,神圣且非质料的天体即便产生某种声响,既非击打性的亦非粉碎性的,而是唤醒司生成的声响的能力与现实活动,并使相对应的感觉达至完善;虽然它与伴随可毁灭物体运动的声响具有某种类比关系,但它是那些天体运动的某种无受动的现实活动,而我们这里的声响则是由于空气的发声本性而产生的;因此,如果那里不存在受动性的空气,显然亦不会有声响。然而毕达哥拉斯似乎是以这样的方式被说成听见了那等和谐,就好像他领悟了数中的和谐比例,并在领会其中的可听之物时说自己听见了那等和谐。 不过,有人可能会合情合理地提出疑难:为何诸星本身能被我们的视力所见,而它们的声响却不能被我们的听觉所闻?应当回答说,我们甚至根本没有看见诸星本身;因为我们既未看见它们的大小,亦未看见它们的形状,未看见它们超凡的美,甚至未看见声响由之而产生的运动,而是看见了来自它们的一种闪光,正如见到了太阳环绕大地的光芒,而非太阳本身被看见一样。或者,视感觉由于更为非质料,更多地处于现实活动之中而非受动之中,并且远远凌驾于其他感觉之上,因而得以领受天体的光辉与闪光,而其他感觉甚至面对这些亦不具备适宜的承受能力,这或许亦并不足为奇。 然而,关于这些以及诸如此类的事情,若有人作为朋友而非仇敌给出其他更为可信的原因,其观点便能立足。但亦不应当放过那一点:雷霆是如何劈裂石头以及最坚固的物体的。雷霆是以两种方式产生的,要么依据较厚重云层的骤然破裂,要么依据其碰撞,在这两种方式中,气息都从那些云层中被暴力地释放出来;因此,它伴随着呼啸与暴力被运送,劈开撞击到的物体。被暴力驱动的气息具有何等巨大的力量,风、地震以及海洋的潮汐与海啸皆表明了这一点。 亚里士多德在总结关于诸星所论述的内容时说,它们是球形的,这一点已经被述及——而对此他稍后亦将更精确地加以论证——;并且它们不因自身而运动,显然是指他一直在论证的这种可见的位移运动。由此显而易见的是,他论证它们不发声响,不仅视其为所设定论题本身固有的特性,而且确实亦借此推论出它们不运动。有助于他从不发声响推导出不运动的前提在于,正如他所言,毕达哥拉斯学派或者我不知道是些什么人——因为对于毕达哥拉斯学派他并没有明确地说出这一点——认为,如此巨大的物体在被运送时产生声响乃是必然的;因此,如果运动之物必然发声,那么若不发声,便亦不运动。但显然,这是作为随那些声称天体运动时发声之人的观点而来的必然结论而被引出的;然而,如果有人主张诸星既不作位移运动,亦不穿过发声的物体运动,那么若不发声便亦不运动的说法便不再为真;因为亚里士多德自己虽然说诸天球运动,却并未说它们发声,亦未将它们不发声作为不运动的证据,因为它们乃是在自身之内运动,而非穿过另一物体作位移运动。因此,诸星如果同样像诸天球那样在自身之内运动,亦不必然发声;即使它们不发声,亦不会因此便根本不运动。

语法注2 条
  1. 2.38εἰ δέ τις καὶ τοῦτο τὸ σῶμα τὸ ἐπίκηρον ἐξηρτημένος τὸ αὐτοειδὲς αὐτοῦ καὶ οὐράνιον ὄχημα καὶ τὰς ἐν αὐτῷ αἰσθήσεις κεκαθαρμένας σχοίη

    分词 ἐξηρτημένος 为中动完成时分词,作及物用法(“将这具可毁灭的身体连带/系于自身”),支配直接宾格 τοῦτο τὸ σῶμα τὸ ἐπίκηρον。随后的动词 σχοίη 支配宾语 τὸ αὐτοειδὲς αὐτοῦ καὶ οὐράνιον ὄχημα 以及宾语补足语 κεκαθαρμένας(“使其天上的载具及其中所含的感觉保持洁净”)。

  2. 2.38συνήργησε δὲ αὐτῷ πρὸς τὸ ἀπὸ τοῦ μὴ ψοφεῖν τὸ μὴ κινεῖσθαι συναγαγεῖν τὸ τοὺς Πυθαγορείους, ὥς φησιν, ἢ οὐκ οἶδα τίνας· οὐ γὰρ σαφῶς τοῦτο περὶ τῶν Πυθαγορείων λέγει· δοκεῖν ἀναγκαῖον εἶναι

    主干动词 συνήργησε 的语法主语是带有冠词的不定式短语 τὸ ... δοκεῖν ἀναγκαῖον εἶναι(“……被认为乃是必然的这一事实”)。在此结构中,插入了不定式的宾格逻辑主语 τοὺς Πυθαγορείους ... ἢ οὐκ οἶδα τίνας 以及插入句 ὥς φησιν ... λέγει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:468.29-470.26