- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:467.3-468.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结道,由于必然伴随诸星自身运动而来的灾难性破坏并未发生,因而诸星并非由自身运动(无论出于自发还是受强迫),并引述亚历山大关于天球何以不发声以及亚里士多德摄理观的见解。他还陈述了亚历山大论证诸星不可能在天体中独立位移的论点,调和了柏拉图的自转学说,并指出了关于毕达哥拉斯听闻天界音乐这一传说的内在矛盾。
εἰ οὖν μὴ φαίνεται συμβαῖνον τὸ ἐξ ἀνάγκης ἂν ἀκολουθῆσον τῷ κινεῖσθαι τοὺς ἀστέρας καθ’ ἑαυτοὺς τὸ δεῦρό τε ἀφικνεῖσθαι τὸν ψόφον καὶ διακναίειν τὰ τῇδε,1 δῆλον, ὅτι ψεῦδος ἂν εἴη τὸ ἡγούμενον· ὥστε οὐκ ἂν καθ’ αὑτοὺς οἱ ἀστέρες κινοῖντο οὔτε καθ’ ὁρμὴν οἰκείαν, ὡς τὰ ἔμψυχα, οὔτε βίᾳ ῥιπτούμενα ὑπό τινος ἢ ὠθούμενα ἢ ἑλκόμενα. τοῦτο δέ, φησί, γέγονεν ὥσπερ τὸ μέλλον προνοούσης καὶ προαναλογισαμένης τῆς φύσεως, ὅτι2 μὴ τοῦτον τὸν τρόπον κινουμένων τῶν ἀστέρων, ὥσπερ νῦν κινοῦνται ἐν τοῖς οὐρανίοις σώμασι συγκινούμενοι, ἀλλὰ καθ’ αὑτοὺς κινουμένων, οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον, ὡς νῦν ἔχει, πάντων ὑπὸ τοῦ ψόφου καὶ τοῦ ῥοίζου τῆς κινήσεως διαφθαρέντων. Καλῶς δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος ἐφιστάνει, ὅτι τὸ νῦν εἰρημένον δεικτικόν ἐστι τοῦ εὐλόγως μηδὲ τὰς σφαίρας αὐτὰς κινουμένας ἦχον ποιεῖν· οὐδὲν γὰρ διαιροῦσι σῶμα τῇ κινήσει μένον αὐτό, δι’ οὗ κινεῖται· οὐδὲ γὰρ ἔστι τι σῶμα τοιοῦτον ἐκεῖ· ἀλλ’ αὐταὶ κινοῦνται ἐν ἑαυταῖς, ὡς πολλαχοῦ ὁ Ἀριστοτέλης εἶπεν, ἁπτόμεναι ἀλλήλων κατὰ τὴν ἐπιφάνειαν μηδενὸς μεσιτεύοντος ἄλλου σώματος οὐκ ἔχοντος τοῦ σώματος αὐτῶν ἀντιτυπίαν ἢ τραχύτητά τινα ἢ ὅλως ἐξοχήν. δεύτερον δὲ ἐφιστάνει καὶ τούτῳ καλῶς, ὅτι ἐκ τῶν ἐνθάδε λεγομένων δῆλός ἐστιν ὁ Ἀριστοτέλης πρόνοιαν ἐναργῶς καὶ τῶν ἐνταῦθα ἡγούμενος· τὴν γὰρ φύσιν φησὶ προνοουμένην τῶν τῇδε ποιεῖσθαι τὰς σφαίρας κινουμένας, ἀλλ’ οὐ τὰ ἄστρα· τὸ γὰρ ποιοῦν αἴτιον τοῦτο καὶ προνοεῖ. δῆλον δέ, ὅτι φύσιν νῦν τὸν θεὸν καλεῖ ὁ Ἀριστοτέλης· ἡ γὰρ κυρίως παρ’ αὐτοῦ λεγομένη φύσις ἡ ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ἔστιν, οὐ μόνον προνοεῖν οὐκ ἰσχύει, ἀλλ’ οὐδὲ νοεῖν ἢ γινώσκειν ὅλως πέφυκεν οὐδὲ αἰσθάνεσθαι ἐν τοῖς ἀναισθήτοις σώμασι πρώτως ἐμπεφυκυῖα. Ἐφεξῆς δὲ ὁ Ἀλέξανδρος καὶ δι’ οἰκείου ἐπιχειρήματος πειρᾶται δεικνύναι προσεχέστερον, ὅτι οὐ κινεῖται τὰ ἄστρα καθ’ αὑτὰ τῶν σφαιρῶν μενουσῶν. εἰ γὰρ κινεῖται, φησίν, οὕτως, ἤτοι ἐν τῷ βάθει τῶν σφαιρῶν ὄντα κινεῖται ἢ ἐν τῇ ἐπιφανείᾳ· ἀλλ’ εἰ ἐν τῷ βάθει, ἢ δι’ αὐτοῦ τοῦ οὐρανίου σώματος κινεῖται διαιροῦντα τὸ ἐπιπροσθοῦν αὐτοῦ ἢ δι’ ἄλλου γενητοῦ τινος σώματος ὄντος ἐκεῖ ἢ διὰ κενοῦ τοῦ ἐνυπάρχοντος. ἀλλὰ κενὸν μὲν οὔτε ἀλλαχοῦ οὔτε πολλῷ μᾶλλον ἐν τῷ οὐρανῷ δυνατὸν εἶναι· ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα φθαρτόν ἐστιν ἐν τῷ θείῳ καὶ ἀιδίῳ σώματι· παρὰ φύσιν γὰρ ἂν εἴη· εἰ οὖν δι’ αὐτοῦ τοῦ οὐρανίου σώματος κινεῖται τέμνον αὐτό, τὸ δὲ μετὰ τὴν τομὴν συγχεῖται πάλιν, παθητόν τε ἂν εἴη τὸ σῶμα διαιρούμενον καὶ μέντοι καὶ ὑγρόν· αὕτη γὰρ ὑγροῦ φύσις. εἰ οὖν τὸ ὑγρὸν ξηρῷ ἐναντίον, ἡ δὲ αὐτὴ ὕλη τῶν ἐναντίων, δυνήσεται αὐτὴ καὶ τὸ ξηρὸν δέξασθαι· εἰ δὲ τοῦτο, οὐκ ἀίδιον οὐδὲ ἄφθαρτον τῇ αὑτοῦ φύσει τὸ οὐράνιον σῶμα. εἰ δὲ ἐπικείμενα ἐν τῇ ἐπιφανείᾳ τῶν οἰκείων σφαιρῶν καὶ ἐξέχοντα κινεῖται, τῶν παρακειμένων τὸ ἐπιπροσθοῦν ἀεὶ διαιρεῖ ἢ φθαρτόν τι σῶμα ἢ οὐράνιον ἢ διὰ κενοῦ χωρεῖ, καὶ πάλιν οἱ αὐτοὶ λόγοι ῥηθήσονται· εἰ δὲ εἴη ἄλλο τι ἐκεῖ σῶμα, οὐκ ἔσται σφαιρικὸν ἔτι καθ’ αὑτὸ τὸ θεῖον σῶμα οὐδέ, ὡς αὐτὸς ἔφη, πρὸς ἀκρίβειαν ἔντορνον. Δῆλον δέ ἐστιν, ὅτι καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου λεγόμενα πρὸς τοὺς λέγοντας αὐτὰ καθ’ αὑτὰ τὰ ἄστρα μεταβατικὰ κινεῖσθαι τὴν ὑπάντησιν ποιεῖται, καὶ οὐδὲν τῶν Πλάτωνος ἐνοχλοῦσι λόγων τῶν λεγόντων καὶ τοὺς ἀστέρας ὁμοίως ταῖς ὅλαις σφαίραις περὶ τὰ ἑαυτῶν κέντρα κυκλικῶς περιφέρεσθαι· οὔτε γὰρ μετὰ τῶν σφαιρῶν καὶ ἐν ταῖς σφαίραις περιφερόμενοι ψοφήσουσιν οὔτε ἐν ἑαυτοῖς κινούμενοι ὥσπερ αἱ σφαῖραι· οὐδὲ γὰρ αἱ σφαῖραι ψοφοῦσι κατ’ αὐτούς. οἱ δὲ Πυθαγόρειοι ἐναρμόνιον ἦχον ἀπὸ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως ἔλεγον ἀποτελεῖσθαι καὶ ἐκ τῆς τῶν ἀποστημάτων αὐτῶν ἀναλογίας μετ’ ἐπιστήμης συνελογίζοντο, εἴπερ οὐ μόνον Ἡλίου καὶ Σελήνης καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων ἀστέρων οἱ λόγοι τῶν ἀποστημάτων ὑπ’ αὐτῶν κατελήφθησαν. Ἡ μέντοι τοῦ μὴ ἀκούειν ἡμᾶς ἀποδοθεῖσα αἰτία ἡ διὰ συντροφίαν καὶ συνήθειαν λέγουσα θαυμάζω εἰ τοῖς Πυθαγορείοις ἐπιπρέπει τὸν Πυθαγόραν ἱστοροῦσιν ἀκοῦσαί ποτε τῆς τοιαύτης ἁρμονίας·3 καίτοι καὶ ἐκείνῳ σύντροφος ἦν, ὥσπερ τοῖς ἄλλοις ἀνθρώποις.
因此,如果必然伴随诸星由自身运动而来的后果——即声响传达至此处并击碎此处的诸物——显现为并未发生,显然前件便应当是假的;以至于诸星不可能由自身运动,既非出于自身的冲动(如具灵魂之物那样),亦非被某物暴力地抛掷、推动或牵引。他说,这件事情的发生,仿佛是自然预见并预先计算了未来:如果诸星并非以这种方式运动——正如它们如今在天体中一同运动那样——,而是由自身运动,此处周围的事物将没有任何一样能保持如现今这般的状态,因为一切都会被运动的声响与呼啸所摧毁。在此亚历山大恰当地指出,现今所言表明,诸天球本身在运动时不发出声响亦是合乎情理的;因为它们在运动中并未劈开任何自身静止的、供其穿过的物体;因为在那里根本没有这样的物体;相反,它们乃是在自身之内运动,正如亚里士多德在多处所言,它们在表面上彼此相触,没有任何其他物体介于其间,它们的天体没有任何阻抗、粗糙或任何突起。其次,他亦恰当地指出了这一点:由在此所言显然可见,亚里士多德明明白白地认为对这里的事物亦存在摄理;因为他说自然出于对此处之物的摄理,使诸天球运动,却不使诸星运动;因为作为产生原因者亦实施摄理。然而显而易见的是,亚里士多德在此是将神称为“自然”;因为由他严格意义上所称的自然,即在它所在之处的运动与静止的本原,不仅没有能力施行摄理,而且由于它首要地固生于无感觉的物体之中,按本性根本无法思辨、认识,甚至无法感觉。随后,亚历山大亦试图通过自身的论证更直接地表明,在诸天球静止的情况下诸星并不由自身运动。因为他说,如果它们以这种方式运动,要么是在诸天球的深度之中运动,要么是在表面上运动。但若在深度之中,它们要么穿过天体本身运动,劈开位于其前方之物;要么穿过存在于那里的某种其他生成的物体;要么穿过存在于其内部的虚空。但虚空既不可能在别处存在,更不可能在天界存在;在神圣且永恒的天体中亦不可能存在任何其他可毁灭的物体;因为这将是违背本性的。因此,如果它穿过天体本身运动,将其剖开,而天体在剖开后又重新融合,那么被切开的天体将是可受动的,而且确实是流体;因为这正是流体的本性。因此,如果流体与干燥相对立,而对立者的质料是同一的,那么该质料亦将能够接受干燥;如果这样,天体按其自身本性而言便既非永恒亦非不可毁灭。另一方面,如果它们附着于各自天球的表面并突出地运动,它们将始终切开相邻之物中位于前方之物——要么是某种可毁灭的物体,要么是天体,要么是在虚空中穿行——,同样的论点将再次被述说;而如果那里存在某种其他物体,神圣天体就其自身而言将不再是球形的,亦不再如他自己所说的那样精准如镟床削出。显然,亚历山大所言亦是对那些声称诸星由自身作位移运动之人的反驳,并未妨碍柏拉图的任何论述——那些论述主张诸星亦类似于整个天球那样围绕各自的中心作圆周运动;因为它们与天球一同且在天球之内旋转既不会发出声响,如诸天球那样在自身之内运动亦不会发出声响;因为按照他们的观点,诸天球本身亦不发出声响。而毕达哥拉斯学派则称从天体的运动中产生合音律的声响,并依据它们距离的比例以科学的知识进行了推演,如果不仅太阳、月亮、金星和水星的距离比例,而且其他星辰的距离比例亦确实被他们所掌握的话。然而,对于我们听不见所给出的原因——即由于共同成长与习惯——,我怀疑它是否与毕达哥拉斯学派相符,因为他们记载毕达哥拉斯曾听见过这种和谐;尽管对于他而言,这亦是与生俱来的,正如对其他人一样。
- 2.38τὸ ἐξ ἀνάγκης ἂν ἀκολουθῆσον τῷ κινεῖσθαι τοὺς ἀστέρας καθ’ ἑαυτοὺς τὸ δεῦρό τε ἀφικνεῖσθαι τὸν ψόφον καὶ διακναίειν τὰ τῇδε
两个带冠词的不定词短语“τὸ δεῦρό τε ἀφικνεῖσθαι... καὶ διακναίειν...”作为同位语,具体解释了复杂的主语分词短语“τὸ ἐξ ἀνάγκης ἂν ἀκολουθῆσον...”(必然伴随而来的后果)。与分词连用的 ἄν 表达与事实相反的假设性推论(即假使诸星自发运动本应伴随的后果)。
- 2.38ὥσπερ τὸ μέλλον προνοούσης καὶ προαναλογισαμένης τῆς φύσεως, ὅτι
由 ὥσπερ 引导的独立属格结构(“ὥσπερ ... προνοούσης καὶ προαναλογισαμένης τῆς φύσεως”)比喻性或假设性地呈现了自然的意图或方式。随后的 ὅτι 从句则引出自然所预见与计算的具体内容(即如果诸星由自身运动,地面诸物必遭毁灭)。
- 2.38θαυμάζω εἰ τοῖς Πυθαγορείοις ἐπιπρέπει τὸν Πυθαγόραν ἱστοροῦσιν ἀκοῦσαί ποτε τῆς τοιαύτης ἁρμονίας
惯用表达“θαυμάζω εἰ”在此并非表示直接的惊奇,而是委婉地表达怀疑或反诘,即“我怀疑……是否符合……”。与格分词“ἱστοροῦσιν”与“τοῖς Πυθαγορείοις”一致,并自身支配带宾格的不定词短语“τὸν Πυθαγόραν ἀκοῦσαι”(毕达哥拉斯听闻)。
