- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:465.6-467.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德对天体和谐说的反驳,指出如果巨大的天体由自身穿过介质运动并产生声响,其破坏性力量早已将地上万物摧毁。他借助河流中的船只及其部件的比喻,阐明诸星之所以不发出声响,并非因习惯而被忽略,而是因为它们并非自身独立穿透介质运动,而是作为连续整体的一部分随天球一同运行。
" Ταῦτα δή, καθάπερ εἴρηται πρότερον ἕως τοῦ ὅτι μὲν οὖν σφαιροειδῆ τὰ ἄστρα, καὶ ὅτι οὐ κινεῖται δι’ αὑτῶν, εἴρηται." Πιθανῶς ἐκθέμενος τὸν λόγον πρότερον μὲν κομψῶς εἰρῆσθαι καὶ περιττῶς εἶπε, νῦν δὲ ἐμμελῶς καὶ μουσικῶς, οἰκείοις τούτοις ὀνόμασι χρησάμενος εἰρωνικῶς, καὶ λοιπὸν ὑπαντᾷ πρὸς αὐτὸν τοῖς μὲν ἄλλοις συγχωρῶν πᾶσι τοῖς κατὰ τὴν ἀναλογίαν ὡς τῷ ὄντι μουσικῶς εἰρημένοις· ἀνάγκη γὰρ ἀνάλογον ἔχειν τοῖς ἀποστήμασι τὰ μεγέθη καὶ τοῖς μεγέθεσι τὰ τάχη τῶν κινήσεων καὶ τούτοις, εἰ καθ’ αὑτὰ γίνοιτο, τὰς ὀξύτητας καὶ βαρύτητας τῶν ψόφων. αἰτιᾶται δὲ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν τὴν λέγουσαν ψόφον ἀμήχανόν τινα τὸ μέγεθος ἀπὸ τῆς ἐκείνων κινήσεως γίνεσθαι· ἀδύνατον γὰρ τοῦτο, φησίν, οὐ μόνον, ὅτι ἄτοπόν ἐστι τὸ τηλικούτου ψόφου γινομένου μηδὲν ἀκούειν, περὶ οὗ, τουτέστι τοῦ μηδὲν ἀκούειν, λύειν ἐπιχειροῦσι τὴν αἰτίαν δεικνύντες, ὅτι οὐκ ἔστιν αἰτία ἀτοπίας τὸ μηδὲν ἀκούειν· ἔστι γάρ τι ἄλλο τοῦ μηδὲν ἀκούειν αἴτιον τὸ σύνηθες· οὐ μέντοι λύουσιν· ἔδει γάρ, εἰ διὰ συνήθειαν μὴ αἰσθανόμεθα τῶν τηλικούτων ψόφων, μηδὲ τῶν ἐλαττόνων ἀντιλαμβάνεσθαι·1 οὐδὲ γὰρ ὁ χαλκοτύπος ἐμπίδος πετομένης ἀκούει· καὶ μέντοι τὰ διὰ συνήθειαν ἀναίσθητα ἐφιστανόντων ἡμῶν αἰσθητὰ γίνεται· οὐ μόνον οὖν διὰ ταῦτα ἀδύνατόν φησι τὸ ὑπ’ ἐκείνων εἰρημένον, ἀλλὰ καὶ τὸ νομίζειν μόνα τὰ αἰσθανόμενα πάσχειν ὑπὸ τῶν ψόφων ἀκούοντα αὐτῶν· διὰ τοῦτο γὰρ τοῦ μὴ ἀκούειν αἰτίαν εἰπόντες ἐκφεύγειν τὸ ἄτοπον ὑπολαμβάνουσιν. ἔδει δὲ ἐννοεῖν, ὅτι οἱ ὑπερβάλλοντες ψόφοι διακναίουσι καὶ τῶν ἀψύχων καὶ μὴ αἰσθανομένων σωμάτων τοὺς ὄγκους· ὁ γὰρ τῆς βροντῆς ψόφος διίστησι λίθους πολλάκις καὶ τὰ καρτερώτατα τῶν σωμάτων. εἰ οὖν βροντῆς μιᾶς ψόφος τηλικαῦτα δρᾷ, τοσούτων ἄρα κινουμένων καὶ τηλικούτων σωμάτων τῶν ἀστέρων τοῦ ψόφου διιόντος εἰς τὰ τῇδε πρὸς ἀναλογίαν τοῦ κινουμένου μεγέθους πολλαπλάσιον καὶ τῆς μεγίστης βροντῆς ψόφου μέγεθος ἀναγκαῖον ἀφικνεῖσθαι δεῦρο,2 κἂν μὴ ἀκούωμεν, ὥς φασι, διὰ συντροφίαν· ὥστε καὶ τὴν ἰσχὺν τῆς βίας αὐτοῦ ἀμήχανον εἶναι, ὡς πάντα ἂν διαφθεῖραι τὰ τῇδε. ἀλλ’ εὐλόγως, φησίν, οὔτε ἀκούομεν οὔτε πάσχοντα φαίνεται τὰ τῇδε σώματα βίαιον οὐδὲν πάθος διὰ τὸ μὴ ψοφεῖν. εἰ γὰρ ἐψόφει, καὶ ἀκούειν ἦν ἀνάγκη καὶ διαφθείρεσθαι τὰ τῇδε, εἰ δὲ μηδὲν τούτων γίνεται, δῆλον, ὅτι οὐ ψοφεῖ ἐκεῖνα. τὸ δὲ αἴτιον, φησί, τοῦ μὴ ψοφεῖν τὰ ἄστρα κινούμενα δῆλον γενόμενον ἅμα καὶ μαρτύριον τῶν εἰρημένων ἡμῖν λόγων ἐστίν, ὡς εἰσιν ἀληθεῖς. ἐλέγομεν δέ, ὅτι οὐ κινεῖται καθ’ αὑτὰ τὰ ἄστρα· τὸ γὰρ ἀπορηθέν, διὰ τί οὐκ ἀκούομεν, καὶ τὸ ποιῆσαν τοὺς Πυθαγορείους φάναι γίνεσθαι συμφωνίας τῶν ἐν οὐρανῷ κινουμένων ἡμῖν ἐστι τεκμήριον τοῦ μὴ καθ’ αὑτὰ κινεῖσθαι τὰ ἄστρα. εἰ γὰρ κινεῖται μέν, καὶ τοῦτο τοὺς Πυθαγορείους ἐποίησε συμφωνίας φάναι τῶν κινουμένων, μὴ ἀκούομεν δὲ ψόφου, δῆλον, ὅτι οὐ καθ’ αὑτὰ κινεῖται· ὅσα μὲν γὰρ καθ’ αὑτὰ φέρεται, ποιεῖ ψόφον πλήττοντα, ὅσα δὲ κατὰ συμβεβηκὸς τῷ ἐν τῷ φερομένῳ εἶναι ἢ μέρη τοῦ φερομένου, καθάπερ ἐν τῷ πλοίῳ τὰ μόρια, ταῦτα οὐχ οἷόν τε ψοφεῖν, κἂν ψοφῇ τὸ πλοῖον δι’ ὕδατος ἱσταμένου ἢ ἀντικινουμένου κινούμενον. ἀλλ’ οὐδὲ αὐτὸ τὸ πλοῖον, εἰ κατὰ ῥοῦν φέροιτο, ψοφεῖ· ὡς γὰρ μόριόν πως καὶ ὡς ἐν ἀγγείῳ γίνεται τῷ ὕδατι τοῦ ποταμοῦ ἡ ναῦς. λέγει δὲ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι ὡς μὲν ἐν τόπῳ ἡ ναῦς ἐν τῷ τοῦ ὅλου ποταμοῦ τόπῳ ἐστί· καὶ γὰρ τῶν ἐν ἀγγείῳ τόπος οὗτος, ὃς καὶ τοῦ ἀγγείου ἐστίν· ὡς δὲ ἐν ἀγγείῳ τῷ τοῦ ποταμοῦ ὕδατι. ἐναργῶς δὲ καὶ χαριέντως τὴν ἀπορίαν εἰς τὰ μέρη τοῦ πλοίου καὶ τὸ πλοῖον μεταγαγὼν ἐπήγαγε τὸ δὲ ἐν μὴ φερομένῳ φερόμενον ποιεῖ ψόφον, ὡς ἡ ναῦς διὰ τοῦ ἑστηκότος ὕδατος ἢ τὸ δι’ ἀέρος ἑστηκότος φερόμενον· τὸ δὲ συνημμένον τῷ φερομένῳ, ὅπερ συνεχὲς καλεῖ, οἷον ὁ ἱστὸς ἐν τῇ νηὶ ἢ τὸ ὕδωρ ἐν τῷ κεράμῳ ἢ τὸ πλοῖον ἐν τῷ ῥέοντι ποταμῷ, καὶ μὴ καθ’ αὑτὸ πλῆττον ἀδύνατον ψοφεῖν. ὥστε ἐνταῦθα, φησί, λεκτέον κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τὸν διὰ τριῶν καλούμενον τρόπον,3 ὡς, εἴπερ ἐφέροντο τὰ σώματα τῶν ἀστέρων εἴτε ἐν ἀέρος πλήθει κεχυμένῳ μέχρι τῶν ἀνωτάτω εἴτε πυρός· τοῦτο γὰρ μᾶλλον ἀκολουθότερον δοκεῖ διὰ τὸ ἐπιπολάζειν τῷ ἀέρι τὸ πῦρ· ἀναγκαῖον ποιεῖν ὑπερφυᾶ τῷ μεγέθει τὸν ψόφον, εἰ δὲ γένοιτο ὁ ψόφος, ἀναγκαῖον δεῦρο ἀφικνεῖσθαι αὐτὸν καὶ διακναίειν τὰ τῇδε.
“正如先前所言,正是这些事情……直至……因此,诸星是球形的,且它们并非由自身运动,这已被言及。” 在令人信服地陈述了该学说之后,他先前说它是“巧妙且不凡地”言说的,而如今则带着讽刺使用这些固有名称说是“合拍且音乐般地”言说的,并在剩余的部分中迎头驳斥它,承认依比例而言的一切其余事物确实是“音乐般地”言说的;因为大小与距离成比例,运动的疾速与大小成比例,且与这些成比例——若是由自身产生的话——声响的高低亦然,这是必然的。但他指责最初的假说,该假说主张从它们的运动中产生某种巨大得难以想象的声响;因为他说这是不可能的,不仅因为在产生如此巨大的声响时却听不见任何声音是荒谬的——关于这一点,即听不见任何声音,他们试图通过表明听不见任何声音并非荒谬的原因来消解其原因;因为听不见任何声音有另一个原因,即习惯;然而他们并未消解它;因为如果由于习惯我们感知不到如此巨大的声响,理应亦无法觉察较小的声响;因为锻工亦听不见飞过的蚋蚊的声音;而且,因习惯而不可感知的事物在当我们集中注意力时便变得可感知——因此,他说由他们所言不仅由于这些缘故是不可能的,而且由于认为唯有有感觉的事物才会因听见声响而受其影响;因为正因如此,他们述说了听不见的原因,便以为逃避了荒谬。但他们本应想到,过度的声响甚至会击碎无灵魂且无感觉的物体的庞大质量;因为雷鸣的声响往往会劈裂石头和最坚固的物体。因此,如果单单一声雷鸣的声响便能产生如此巨大的作用,那么在诸星如此之多且如此巨大的物体运动时,随着声响按所运动物体的大小的比例传达至此处的诸物,必然有比最大雷鸣的声响大上许多倍的量级到达此处,纵使如他们所说因共同成长而听不见;以至于其暴力的力量亦将是难以想象的,足以摧毁此处的一切。他说,然而由于不发出声响,理所当然地,我们既未听见,此处的物体亦未显现出承受任何暴力的受动。因为如果发出声响,既必然会听见,此处的诸物亦必然被摧毁;但如果这些事情均未发生,显然那些天体并不发出声响。他说,诸星运动却不发出声响的原因一旦明了,同时亦是对我们所陈述的论点真实性的见证。而我们曾说过,诸星并非由自身运动;因为所产生的问题——即我们为何听不见——以及使毕达哥拉斯学派声称天界运动之物产生协和音的那一事实,对我们而言恰恰是诸星并非由自身运动的证据。因为如果它们确实在运动,且这一事实曾使毕达哥拉斯学派声称运动之物产生协和音,而我们却听不见声响,显然它们并非由自身运动;因为凡由自身运行之物,皆通过撞击产生声响,而凡因在运行之物中或作为运行之物的组成部分而附带地运动之物——正如船中的各个构件——这些事物是不可能发出声响的,即使船在静止或逆流的水中运动时会发出声响。不仅如此,就连船本身若顺流运行,亦不发出声响;因为船在某种意义上如同河水的组成部分,且如同处于容器之中。他在《物理学》中亦说,船作为处于处所中,乃是处于整条河流的处所中——因为容器中之物的处所正是容器本身的处所——,但作为处于容器中,乃是处于河水之中。他清晰而巧妙地将这一疑难转移到船的各部分及船本身之上,接着补充道:在未运行之物中运行的事物会产生声响,如船穿过静止的水,或穿过静止的空气运行的事物;但与运行之物相连之物——他称之为连续的——,例如船上的桅杆、陶罐中的水或流动河流中的船,若非由自身发生撞击,是不可能发出声响的。因此他说,在此处必须按照假言推理的第二种方式、即被称为“通过三者”的方式来说:如果诸星的物体确实是在倾泻至最高处的充斥的空气之中、或在火之中运行——由于火浮于空气之上,这似乎更为顺理成章——,必然会产生在量级上极其骇人的声响;而如果产生了这一声响,它必然会到达此处并击碎此处的诸物。
- 2.38ἔδει γάρ, εἰ διὰ συνήθειαν μὴ αἰσθανόμεθα τῶν τηλικούτων ψόφων, μηδὲ τῶν ἐλαττόνων ἀντιλαμβάνεσθαι
由非人称动词 ἔδει 统辖的相反事实推论结构。对应于条件从句“如果因习惯我们感知不到如此巨大的声响”,不定式 μηδὲ ... ἀντιλαμβάνεσθαι 依附于 ἔδει,表达未实现的必然状态:“本亦理应无法觉察较小的声响”(而事实上我们能觉察)。
- 2.38τοσούτων ἄρα κινουμένων καὶ τηλικούτων σωμάτων τῶν ἀστέρων τοῦ ψόφου διιόντος εἰς τὰ τῇδε πρὸς ἀναλογίαν τοῦ κινουμένου μεγέθους πολλαπλάσιον καὶ τῆς μεγίστης βροντῆς ψόφου μέγεθος ἀναγκαῖον ἀφικνεῖσθαι δεῦρο
两个独立属格短语(τοσούτων ... κινουμένων 与 τοῦ ψόφου διιόντος)置于句首,主句的骨架为依赖非人称谓语 ἀναγκαῖον [ἐστι] 的宾格带不定式结构:[ἀναγκαῖόν ἐστι] πολλαπλάσιον ... μέγεθος ἀφικνεῖσθαι δεῦρο。其中比较属格 τῆς μεγίστης βροντῆς ψόφου 作 πολλαπλάσιον 的补足语。
- 2.38κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τὸν διὰ τριῶν καλούμενον τρόπον
在漫步学派逻辑学中,区别于补充定言前提的第一种方式(κατὰ μετάληψιν),假言三段论的第二种方式被称为“通过三者”(ὁ διὰ τριῶν),即串联三项或三个分句的纯假言三段论(“若A则B,若B则C[故若A则C]”)。随后的 ὡς 从句展开了这一链条:若诸星的物体在空气或火中运行(A),则必然产生骇人的声响(B);若产生该声响(B),则必然到达此处并击碎此处的诸物(C)。
