← 辛普里丘

亚里士多德《论天》注释

§463.13-465.5

毕达哥拉斯学派的天球音乐说及其论据

辛普利丘阐述了毕达哥拉斯学派关于天体运动产生和谐声响(天球音乐)的学说,说明亚里士多德在反驳之前,首先如何令人信服地陈述了他们的巧妙论证——依据距离、大小、速度与音高的比例关系,以及以习惯和连续性解释人类为何无法听闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

" Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν ἕως τοῦ καὶ τοῖς ἀνθρώποις τὸ αὐτὸ συμβαίνειν. " Τὸ μὲν προκείμενόν ἐστιν ἐλέγξαι τοὺς λέγοντας ἐκ τῆς κινήσεως τῶν ἀστέρων ψόφον γίνεσθαι καὶ τοῦτον ἐναρμόνιον. ἔστι δὲ καὶ καθ’ αὑτὸ μὲν οἰκεῖον τὸ πρόβλημα τοῖς περὶ τῆς κινήσεως τῶν ἀστέρων λόγοις, ἐξ ἀκολουθίας δὲ ἀνασκευαστικὸν καὶ τοῦ προσεχῶς ἐλεγχθέντος λόγου τοῦ λέγοντος κινεῖσθαι δι’ ἑαυτῶν τοὺς ἀστέρας. εἰ γὰρ κινουμένους οὕτως ἀναγκαῖον ἦν ψοφεῖν, δειχθείη δέ, ὅτι μὴ ψοφοῦσι, δῆλον, ὅτι οὐδὲ κινοῦνται ταύτην τὴν κίνησιν. καὶ ἔστι μὲν ὁ λόγος τῶν Πυθαγορείων· οὗτοι γὰρ καὶ αἰσθάνεσθαι τὸν Πυθαγόραν ἔλεγον τοῦ ἐναρμονίου ψόφου τοῦ γινομένου ἐκ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως. παραστὰς δὲ πρῶτον τῷ λόγῳ πιθανῶς ὁ Ἀριστοτέλης οὕτως ἐλέγχειν πειρᾶται αὐτόν· ὑποθέμενοι γάρ, φησίν, ἐκεῖνοι1 γίνεσθαι ψόφον ἀπὸ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως καὶ πιστωσάμενοι τὴν ὑπόθεσιν ἐκ τοῦ καὶ παρ’ ἡμῖν κινουμένων σωμάτων γίνεσθαι ψόφον μήτε τὸ μέγεθος ἴσον ἐχόντων ἐκείνοις μήτε τοιούτῳ τάχει φερομένων· πολλῷ οὖν μᾶλλον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων ἐν τοσούτῳ πλήθει καὶ μεγέθει καὶ τάχει φορᾶς τοιούτῳ κινουμένων, ὡς ἐν τέτρασι καὶ εἴκοσιν ὥραις τὸ τηλικοῦτον τοῦ οὐρανοῦ περιιέναι διάστημα, ἀδύνατον μὴ γίνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος· οὕτως οὖν πιθανῶς τὸ γίνεσθαι ψόφον ὑποθέμενοι καὶ τὰς ἀποστάσεις αὐτῶν τὰς πρὸς τὴν γῆν ἐν ἁρμονικοῖς οὔσας λόγοις καταλαβόντες εἶτα ἐκ τῶν ἀποστάσεων τὰ μεγέθη συλλογισάμενοι ἐν τῷ αὐτῷ λόγῳ τῶν ἀποστάσεων ὄντα· μείζονα γὰρ ἀεὶ τὰ περιέχοντα τῶν περιεχομένων καὶ τοσούτῳ μείζονα, ὅσῳ πλησιαίτερον ἢ πορρώτερον περιέχει· εἶτα καὶ τὰς ταχύτητας τῶν κινήσεων ἐν τῷ αὐτῷ λόγῳ τῶν μεγεθῶν εὑρόντες, διότι τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν αὑτοῦ φοράν, ὡς αὐτὸς εἶπε, καὶ τοσούτῳ θᾶττον, ὅσῳ καὶ μεῖζόν ἐστιν, ἐπειδὴ αἱ μὲν ταχύτεραι κινήσεις ὀξυτέρους ποιοῦσι τοὺς ψόφους, αἱ δὲ βραδύτεραι βαρυτέρους, ἐν δὲ ὀξύτησι καὶ βαρύτησίν εἰσιν οἱ τῶν ἐναρμονίων λόγοι, εἰκότως τούτους ἐν ταῖς ἀποστάσεσιν εὑρηκότες καὶ διὰ τὰς ἀποστάσεις ἐν τοῖς μεγέθεσιν ἀνάλογον ἔχουσι ταῖς ἀποστάσεσι καὶ διὰ τὰ μεγέθη ἐν ταῖς ταχύτησι καὶ βραδυτῆσι τῆς αὐτῆς ἀναλογίας φυλαττομένης ἐναρμόνιον γίνεσθαί φασι τὴν φωνὴν ἤτοι τὸν ψόφον φερομένων κύκλῳ τῶν ἀστέρων. καὶ ὅρα, ὅτι τῶν ἀποστάσεων καὶ τῶν μεγεθῶν ἡλίου καὶ σελήνης καὶ τῶν ἐν τούτοις λόγων γεωμετρικαῖς ἀποδείξεσι καταληφθέντων, ὡς ἐν τοῖς περὶ μεγεθῶν καὶ ἀποστημάτων ἀστρονομικοῖς θεωρήμασιν ἔγνωμεν, εἰ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων τῶν ἀνωτέρω τοῦ ἡλίου οἱ λόγοι τῶν ἀποστημάτων καὶ τῶν μεγεθῶν ὑπ’ αὐτῶν ἔτυχον κατειλημμένοι2 μέχρι νῦν τοῖς ἄλλοις ἀγνοούμενοι, ἐπειδὴ τοῖς μὲν ἀποστήμασι τὰ μεγέθη, τοῖς δὲ μεγέθεσιν αἱ ταχύτητες καὶ βραδύτητες τῶν κινήσεων ἀνάλογον ἀκολουθοῦσι καὶ ταύταις αἱ ὀξύτητες καὶ βαρύτητες τῶν ψόφων, ἀνάγκη πάντως ἐναρμόνιον εἶναι τὴν ἀπήχησιν. ἐπειδὴ δὲ ἄλογον ἐδόκει τὸ μὴ συνακούειν ἡμᾶς τῆς φωνῆς, λύουσι τὴν ἔνστασιν ταύτην ἐκ τοῦ γινομένοις ἡμῖν εὐθὺς ὑπάρχειν τὸν ψόφον συνεχῆ ὄντα καὶ μὴ διαλείποντα· διά τε γὰρ τὴν συνήθειαν καὶ συντροφίαν οὐκ αἰσθανόμεθα αὐτοῦ καὶ διὰ τὴν συνέχειαν· φωνὴ γὰρ καὶ σιγὴ τῇ πρὸς ἄλληλα παραθέσει διαγινώσκονται μάλιστα, ὥσπερ καὶ κίνησις καὶ ἠρεμία καὶ λευκὸν καὶ μέλαν καὶ τὰ ἄλλα ἀντικείμενα· οὐκ αἰσθανόμεθα οὖν διὰ τὸ μὴ διάδηλον εἶναι τὸν ψόφον πρὸς ἐναντίαν σιγὴν παραβαλλόμενον, ὥστε, καθάπερ τοὺς χαλκοτύπους ὁ κτύπος οὐκ ἐπιστρέφει διὰ τὴν συνήθειαν οὐδὲ ἐν διαφορᾷ τινι δοκοῦσιν εἶναι κατακτυπούμενοι, οὕτω καὶ ἔτι μᾶλλον ἡμῖν διὰ τὴν συνέχειαν ἀναίσθητος ὁ ψόφος ἐκεῖνος γίνεται. ταῦτα τοίνυν, ἅτε ὄντα πιθανά, κομψῶς εἰρῆσθαί φησι, τουτέστιν εὐπρεπῶς, καὶ περιττῶς δέ, τουτέστιν εὑρετικῶς καὶ ἐπινενοημένως.

“从这些事情中显然可见,主张当它们运行时产生和谐……直至……对人类而言亦发生同样的事情。” 当下的任务是反驳那些主张诸星的运动产生声响且此声响是和谐的人。这一论题本身固然切合关于诸星运动的论述,而依其逻辑推论,亦瓦解了方才被反驳的关于诸星由自身运动的论调。因为如果按这种方式运动必然会产生声响,而若能证明它们并不发出声响,显然它们亦不会进行这种运动。而这一学说是毕达哥拉斯学派的;因为他们甚至说毕达哥拉斯能感知到从天体运动中所产生的和谐声响。亚里士多德在首先令人信服地支持了这一学说之后,便尝试如下反驳它:他说,因为那些人假定了天体的运动会产生声响,并通过在我们身旁运动的物体亦产生声响——尽管它们既没有那些天体那样大的体积,亦未以那样的速度运行——来证实这一假说;那么在太阳、月亮和其余诸星以如此之多的数量、如此巨大的体积和如此运行的速度运动,以至于在二十四小时内环绕运行天界如此广大的空间的情况下,产生某种在量级上难以想象的巨大声响便更是不可避免的;既然这样令人信服地假定了声响的产生,并领会到它们距大地的距离处于和谐的比例中;接着又从这些距离推断出它们的大小,其处于与距离相同的比例中——因为包容者总是大于被包容者,且包容得愈近或愈远,它就大出相应的程度——;接着又发现它们运动的速度处于与大小相同的比例中,因为正如他本人所言,更大的物体在其运行中运行得更疾速,且其大出多少便疾速多少;由于更疾速的运动产生更尖锐的声响,更迟缓的运动产生更低沉的声响,而和谐音的比例存在于高音与低音之中,那么,既然在距离中发现了这些比例,且由于距离的缘故而在与距离成比例的大小中发现了它们,又由于大小的缘故在保持同一比例的疾速与迟缓中发现了它们,他们便理所当然地主张,当诸星作圆周运行时,会产生一种和谐的声音即声响。而且请注意,由于通过几何证明领会了太阳与月亮的距离与大小以及其中的比例——正如我们在关于大小与距离的天文学定理中所知晓的那样——,如果太阳之上的其余诸星的距离与大小的比例也碰巧被他们所领会——尽管直到如今对其他人而言仍是未知的——,既然大小按比例紧随距离,运动的疾速与迟缓紧随大小,而声响的尖锐与低沉紧随这些速度,那么其回响必然全然是和谐的。然而,既然我们未能听闻这种声音似乎是不合道理的,他们便依据这一声响在我们出生时便立即伴随我们、是连续且不间断的事实,来化解这一异议;因为无论由于习惯与共同成长,还是由于连续性,我们都感知不到它;因为声音与寂静最主要是通过彼此并置来辨别的,正如运动与静止、白与黑以及其余对立事物一样;因此,我们之所以感知不到,是因为该声响并未通过与相反的寂静对比而显著,以至于正如锻工因习惯而不会被敲击声所惊动,且在被轰鸣包围时亦似乎并不处于任何差异之中一样,对我们而言,由于连续性,那个声响亦更加变得不可感知。因此,既然这些说法具有说服力,他便说它们被“巧妙地”言说,即体面优雅地言说,“且不凡地”言说,即富于独创与深谋巧思地言说。

语法注2 条
  1. 2.37ὑποθέμενοι γάρ, φησίν, ἐκεῖνοι

    句首的分词 ὑποθέμενοι 与后文的 πιστωσάμενοι、καταλαβόντες、συλλογισάμενοι 和 εὑρόντες 并列,统领了极其冗长的从属说明结构,最终归结于句末附近的主动词短语 φασι τὴν φωνὴν ἤτοι τὸν ψόφον φερομένων κύκλῳ τῶν ἀστέρων。全句的句法骨架为:“他们假定了(ὑποθέμενοι)……领会到(καταλαβόντες)……推断出(συλλογισάμενοι)……发现(εὑρόντες)……便主张(φασιν)该声响成为和谐的”。

  2. 2.37εἰ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων τῶν ἀνωτέρω τοῦ ἡλίου οἱ λόγοι τῶν ἀποστημάτων καὶ τῶν μεγεθῶν ὑπ’ αὐτῶν ἔτυχον κατειλημμένοι

    连词 εἰ 引导条件从句,紧随其后的 καί 修饰 ἐπὶ τῶν ἄλλων ἀστέρων(“对于其余诸星也”),最终归于主句结论 ἀνάγκη πάντως ἐναρμόνιον εἶναι τὴν ἀπήχησιν。在此,它承接了前置的属格独立结构 τῶν ἀποστάσεων ... καταληφθέντων(即日月距离与大小已由几何定理所证明),对太阳之上的诸星提出了条件假定:“如果太阳之上的其余诸星的距离与大小比例也碰巧被他们所领会(尽管其他人至今并不知晓)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:463.13-465.5