- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:461.20-463.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘根据日月食交点的运动论证了天球的实在性,结合阿摩尼奥斯的观测梳理了无星球体与恒星球体的运动数目,并对亚历山大否定天体具有感觉能力的观点提出了反驳。
καὶ πῶς δυνατὸν τῶν κατ’ οὐσίαν τοσοῦτον διαφερόντων τῶν τε ἀστέρων, φημί, ἀϊδίων ὄντων καὶ τοῦ μεταξὺ σώματος,1 εἴπερ εἴη γενητὸν καὶ φθαρτόν, τὸν αὐτὸν εἶναι κατὰ φύσιν τόπον; πῶς δὲ ἔχει λόγον τῶν μὲν γενητῶν καὶ φθαρτῶν σωμάτων τὰς ὁλότητας συνεχεῖς εἶναι καὶ ἡνωμένας, τὸ δὲ ἀΐδιον σῶμα διακεκριμένον εἶναι καὶ διεσπασμένον μὴ ἔχον σωματικὴν μίαν ὁλότητα; ἀπὸ δὲ τῶν ἐν ἀστρονομίᾳ δεικνυμένων τὸ εἶναι τὸ οὐράνιον σῶμα δειχθήσεται διὰ τῆς τῶν ἐκλειπτικῶν συνδέσμων κινήσεως τοῦ τε ἡλίου καὶ τῆς σελήνης. ἐπὶ λοξῶν γὰρ πρὸς ἀλλήλους κύκλων κινουμένων τῶν δύο φωστήρων αἱ κατὰ διάμετρον τῶν κύκλων συμβολαὶ οἱ ἐκλειπτικοὶ σύνδεσμοί εἰσι· καὶ γὰρ ἀμφοῖν μὲν τοῖν φωτοῖν ἐν τῇ αὐτῇ συμβολῇ γενομένων ἡλίου γίνεται ἔκλειψις, διαμετρησάντων δὲ ἄλληλα ἐπὶ τῶν συμβολῶν ἡ σελήνη ἐκλείπει. ἐπεὶ οὖν αἱ συμβολαὶ κινούμεναι φαίνονται ὁμαλῶς, διόπερ οὐ κατὰ τὸν αὐτὸν ἀεὶ τόπον αἱ ἐκλείψεις γίνονται, ὁ δὲ ἥλιος δέδεικται κατὰ τοῦ αὐτοῦ κύκλου τοῦ διὰ μέσων τῶν ζῳδίων ἀεὶ κινούμενος, ἐὰν ἡ σελήνη λοξῶς πρὸς αὐτὸν κινουμένη δι’ ἑαυτῆς κινεῖται ταύτην τὴν κίνησιν ἄλλοτε κατ’ ἄλλο σημεῖον τῷ ἡλιακῷ κύκλῳ συμβάλλουσα, οὐκέτι κατὰ κύκλον κινηθήσεται, ἀλλ’ ἕλικα γράψει· ὅπερ ἐστὶν ἄτοπον, εἴ γε χρὴ τῆς πέμπτης οὐσίας ὄντα ἁπλῆν καὶ κυκλικὴν ἔχειν τὴν κίνησιν· ἔστιν οὖν ὁ λοξὸς τῆς σελήνης κύκλος, οὗ κατὰ τὴν κίνησιν οἱ σύνδεσμοι μεταβαίνουσι· κύκλος δὲ καθ’ αὑτὸν οὔτε ἔστιν οὔτε κινεῖται, ἀλλ’ ἐν σφαίρᾳ τὸ εἶναι ἔχων τῇ σφαίρᾳ συγκινεῖται· ἔστιν ἄρα καὶ σεληνιακὸς καὶ ἡλιακὸς οὐρανός, εἰ δὲ οὗτοι, καὶ οἱ τῶν ἄλλων ἄστρων περιεκτικοί. Ἀλλὰ τοῦτο μὲν καὶ δι’ ἄλλων ἀποδείξεων πιθανωτέρων ἴσως τις ἀποδείξειε, τοσοῦτον δὲ προσθετέον τοῖς εἰρημένοις, ὅτι ἡ μὲν ἀπλανὴς καλουμένη σφαῖρα, εἴπερ ὄντως ἀπλανὴς εἴη καὶ μὴ δέχεται τις ἐπ’ αὐτῆς τὴν Ἱππάρχου καὶ Πτολεμαίου τήρησιν, ὡς δι’ ἑκατὸν ἐτῶν μίαν μοῖραν καὶ αὐτῆς ἀνάπαλιν κινουμένης, μίαν ἂν κινοῖτο κίνησιν καὶ ταύτην ἁπλῆν, οἱ δὲ ἐν αὐτῇ ἀστέρες δύο τήν τε ἑαυτῶν δίνησιν καὶ τὴν τοῦ παντός, οἱ δὲ πλανώμενοι τρεῖς τήν τε οἰκείαν καὶ τὴν τῶν περιεχουσῶν αὐτοὺς σφαιρῶν καὶ τὴν τοῦ παντός. Ἐπειδὴ δὲ καὶ ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος ἐμοῦ παρόντος ἐν τῇ Ἀλεξανδρείᾳ τηρήσας διὰ τοῦ στερεοῦ ἀστρολάβου τὸν Ἀρκτοῦρον ηὗρε πρὸς τὴν κατὰ Πτολεμαῖον ἐποχὴν αὐτοῦ τοσοῦτον ἐπικινηθέντα, ὅσον ἐχρῆν κατὰ ἑκατὸν ἔτη μίαν μοῖραν ἀντικινούμενον, ἀληθέστερον ἴσως ἂν εἴη λέγειν, ὅτι ἡ μὲν ἄναστρος σφαῖρα ἡ πάσας περιέχουσα, ἧς οὔπω γνῶσις ἦν, ὡς ἔοικεν, ἐν τοῖς κατὰ Ἀριστοτέλην χρόνοις, μίαν καὶ ἁπλῆν τὴν ἀπ’ ἀνατολῆς κινουμένην κίνησιν τὰς ἄλλας πάσας ταύτην συμπεριάγει,2 ἡ δὲ ἀπλανὴς παρ’ ἡμῶν λεγομένη δύο κινεῖται κινήσεις τήν τε ἀπ’ ἀνατολῶν τοῦ παντὸς οὖσαν καὶ τὴν ἀπὸ δύσεως οἰκείαν, οἱ δὲ ἐν αὐτῇ ἀστέρες ταύτας τε τὰς δύο καὶ τὴν οἰκείαν δίνησιν, ὁμοίως δὲ καὶ αἱ ἐφεξῆς σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες αἱ μὲν δύο τὰς αὐτάς, αἱ δὲ τρεῖς τὰς αὐτὰς κινοῦνται κινήσεις. Ἐπισημαντέον δὲ καί, ὅτι τοῦ Ἀριστοτέλους εἰπόντος ἄλογον εἶναι τὸ τὴν φύσιν τῶν μὲν ζῴων φροντίσαι, τῶν δὲ οὕτω τιμίων ὑπεριδεῖν, ὁ Ἀλέξανδρος ζῷα τὰ ἐν γενέσει κληθῆναί φησι, διότι ἴδιον μὲν ζῴων τὸ αἰσθητικόν ἐστιν, ἐν δὲ τοῖς θείοις οὐκ ἔστιν ἡ δύναμις αὕτη τῆς ψυχῆς, ὥσπερ οὐδὲ ἡ θρεπτική, ὥστε οὐδ’ ἂν ζῷα εἴη ὄντα ἔμψυχα, εἰ μὴ ὁμώνυμα.3 θαυμαστὸν μήν, εἰ αἰσθητόν ἐστι καὶ ἁπτὸν τὸ θεῖον, ὡς αὐτὸς λέγει, αἰσθητικὸν δὲ οὐκ ἔστιν. ἆρα ὡς κρεῖττον ὂν σώματι τὸ μὴ αἰσθάνεσθαι; καίτοι τοῦτο τοῖς ἐσχάτοις καὶ ἀτιμοτάτοις τοῖς ἀψύχοις τῶν σωμάτων ὑπάρχει. μήποτε οὖν τὰς μὲν ἐνύλους αἰσθήσεις καὶ μάλιστα παθητικὰς ἀφαιρετέον ὄσφρησιν καὶ γεῦσιν, τὰς δὲ ἄλλας ἀκριβεστάτας δοτέον· ἁπτόμενα γὰρ ἀλλήλων οὐκ ἀναισθήτως ἅπτεται, καὶ πάντα ἐφορῶσι καὶ πάντα ἀκούουσιν.
而且,对于在实体上差异如此之大者——我是指,诸星是永恒的,而中间的物体如果确实是生成与毁灭的——,它们在本性上的处所怎么可能是相同的?又怎么能说得通:生成与毁灭的物体的总体是连续且统一的,而永恒的物体却是分离且割裂的,不具有单一体的整体性?另一方面,根据天文学中所证明的事实,通过太阳与月亮的食交点的运动,亦将证明天体的存在。因为当这两大发光体在彼此倾斜的圆周上运动时,诸圆周的沿直径相对的交点便是食交点;确实,当两个发光体都处于同一交点时,便发生日食;而当它们在交点上处于径向相对的位置时,月亮便发生月食。因此,既然交点显现出均匀地运动——这就是为何食并不总在同一处所发生——,且已被证明太阳始终沿着穿过黄道中央的同一圆周运动,那么如果月亮相对于它倾斜地运动,并通过自身进行这一运动,在不同时刻与太阳圆周在不同点相交,它便不再沿着圆周运动,而是将画出一条螺旋线;而这如果属于第五实体的事物确实必须具有单纯且圆周的运动的话,便是荒谬的。因此,存在月亮的倾斜圆周,交点依照其运动而转移;但圆周本身既不能自立存在亦不能自行运动,而是由于在球体中拥有其存在才与球体一同运动;因此,既存在月亮的天,亦存在太阳的天,如果这两者存在,那么包含其余诸星的天也存在。 或许有人亦能通过其他更为可信的论证来证明这一点,但在已言及之事上必须补充这一点:即所谓的恒星球体,如果它确实是固定不变的,并且人们不接受伊巴谷与托勒密关于它自身亦每百年向反方向运动一度的观测,那么它将进行一种运动,且是单纯的运动,而其中的诸星将进行两种运动——自身的回旋与整体的运动——,行星则将进行三种运动——自身的固有运动、包含它们的诸球体的运动以及整体的运动。然而,既然我们的导师阿摩尼奥斯在亚历山大里亚、当我在场时,通过立体浑仪(立体星盘)观测大角星,发现它相对于托勒密时期所记录的历元,向前移动的幅度恰好等于每百年向反方向运动一度所应达到的幅度,那么或许更为真实地应当说:包含一切球体的无星球体——在亚里士多德时代似乎尚未认识到它——进行一种自东向西运动的单纯运动,并带动所有其余球体一同进行这一运动;而我们所说的恒星球体则进行两种运动——属于整体的自东向西运动与自身的自西向东固有运动——,其中的诸星进行这两种运动以及它们固有的回旋,依此类推,接续的诸球体以及其中的诸星,前者进行同样两种运动,后者进行同样三种运动。还应当指出,当亚里士多德说本性关照动物却忽视如此尊贵的事物是无道理的时,亚历山大说,生成中的事物被称为“动物”,是因为具有感觉是动物特有的,而在神圣事物中并不存在灵魂的这种机能,正如亦不存在滋养机能一样;因此,它们即便具有灵魂,若非同名异义亦根本不会是动物。然而,如果神圣事物正如他本人所言是可感触的且可触摸的,却不具有感觉能力,这确实令人称奇。难道是因为不具有感觉对物体而言是更优越的吗?然而这恰恰是属于最底层、最卑贱的无灵魂物体所有的。难道不应当剥离嗅觉与味觉这两种物质性的、尤其是被动性的感觉,而将其他感觉以最精确的形式赋予它们吗?因为它们在彼此触碰时并非无感知地触碰,且它们监视着一切事物,亦聆听着一切事物。
- 2.36τῶν κατ’ οὐσίαν τοσοῦτον διαφερόντων τῶν τε ἀστέρων, φημί, ἀϊδίων ὄντων καὶ τοῦ μεταξὺ σώματος
修饰 τόπον 的属格短语,其中属格名词“诸星”(τῶν τε ἀστέρων)与“中间的物体”(τοῦ μεταξὺ σώματος)同格并列,作为 τῶν... διαφερόντων 的同位语说明。φημί 为注疏者自身的插入语(“我是指……”)。
- 2.36τὰς ἄλλας πάσας ταύτην συμπεριάγει
动词 συμπεριάγει 带双宾格:其直接支配的对象“所有其余球体”(τὰς ἄλλας πάσας)与起同族宾格作用的运动指示代词“这[一运动]”(ταύτην)。
- 2.36ὥστε οὐδ’ ἂν ζῷα εἴη ὄντα ἔμψυχα, εἰ μὴ ὁμώνυμα
在 ὥστε 引导的后承从句中使用了潜势祈愿语气(οὐδ’ ἂν... εἴη)。ὄντα 为让步性分词(“即便具有灵魂”),而条件分句 εἰ μὴ ὁμώνυμα 意为“除非[被同名异义地称为动物]”。
