- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:460.1-461.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德根据天的自转与诸星在同一处所中的留存得出二者皆为球形的结论,探讨了相关异读,并论证了如何通过速度比例和单纯物体理论证明不可见天球的存在。
Συμπεραινόμενος δὲ τὸν λόγον ὁ Ἀριστοτέλης ἐπεὶ οὖν δεῖ φησὶ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν αὑτῷ κίνησιν ἤτοι τὴν ἐν τῷ αὐτῷ τόπῳ λέγων, ἐπειδὴ συνεχώρησε κατέχειν τὸν αὐτὸν τόπον, ἢ πρὸς ἀντιδιαστολὴν τῆς ἐν τόπῳ κινήσεως ἐπὶ τοῦ μὴ ὄντος ἐν τόπῳ εἶπε τὴν ἐν ἑαυτῷ κίνησιν· τὰ δὲ ἄλλα οὐράνια σώματα, τουτέστι τὰ ἄστρα, μὴ προϊέναι δι’ αὑτῶν εἰς τὸ πρόσω, ὥσπερ τὰ πορευόμενα καὶ μεταβάλλοντα τὸν τόπον· εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές·1 οὕτω γὰρ μάλιστα τὸ μὲν οὐράνιον σῶμα κινηθήσεται τὴν ἐν αὑτῷ κίνησιν τὴν καὶ ὁρωμένην, τὰ δὲ ἄστρα τὸν αὐτὸν τόπον ἀεὶ καθέξει. Γράφεται δὲ καὶ τὸ μὲν κινήσει, τὸ δὲ ἠρεμήσει,2 καί ἐστιν αὕτη σαφεστέρα ἡ γραφή, εἴπερ ὁ μὲν οὐρανὸς περιφέρει τὰ ἄστρα, αὐτὰ δὲ ἐν τῷ αὐτῷ μένει τόπῳ. Καὶ ὅρα, ὅτι τὰ ἄστρα οὐκ εἶπε δεῖν ἁπλῶς μὴ κινεῖσθαι, ἀλλὰ μὴ προϊέναι δι’ ἑαυτῶν, ὅπερ καὶ ὁ οὐρανὸς ἔχει· ἐπίτηδες γάρ φησιν ἡ φύσις ἀφεῖλεν αὐτῶν τὰ ὄργανα, δι’ ὧν ἐνεδέχετο προϊέναι καθ’ αὑτά. ἀμφοῖν δὲ ἐχόντων καὶ τὸ μένειν ἐν τῷ αὐτῷ τόπῳ καὶ τὸ κυκλικῶς κινεῖσθαι, ἡμῶν δὲ ὁρώντων τοῦ μὲν οὐρανοῦ τὴν κυκλικὴν κίνησιν ἀπὸ τῆς τῶν ἄστρων περιφορᾶς, τῶν δὲ ἄστρων τὴν ἐν τῷ αὐτῷ τόπῳ τοῦ οὐρανοῦ μονήν, ἑκάτερον ἀπὸ τοῦ παρ’ ἡμῶν ὁρωμένου χαρακτηρίσας οὕτω γὰρ φησὶ τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει. Καὶ ἐπιστῆσαι χρή, ὅτι καὶ τοῦτο ὅλον τὸ ἐπιχείρημα πρὸς ἐκεῖνο τείνει τὸ δεῖξαι, ὅτι τὴν μεταβατικὴν ταύτην κίνησιν τὴν φαινομένην, καθ’ ἣν ἑκάστης ἡμέρας ἀνατέλλοντα φαίνεται καὶ μεσουρανοῦντα καὶ δύνοντα, οὐ καθ’ αὑτὰ προϊόντα κινεῖται, ἀλλ’ ὑπὸ τοῦ οὐρανοῦ περιφέρεται ἐν τῷ αὐτῷ τοῦ οὐρανοῦ τόπῳ ἀεὶ ἠρεμοῦντα. ἐπειδὴ δὲ διαφανῆ ὄντα τὰ τῶν οὐρανίων σφαιρῶν σώματα ἡμῖν οὐχ ὁρᾶται, μόνους δὲ τοὺς ἀστέρας βλέπομεν, πόθεν δῆλον, ὅτι ἔστιν ὅλως οὐράνια σώματα καὶ μὴ καθ’ αὑτοὺς οἱ ἀστέρες ἐν τῷ αἰθέρι τὴν φαινομένην ταύτην κίνησιν κινοῦνται; πῶς δὲ τοῦτο παρῆκεν ὁ Ἀριστοτέλης ζητεῖν ὁ ἐκ τῶν ἐναργῶς φαινομένων ἀποδείξεις πανταχοῦ ποριζόμενος; ἢ οὐ παρῆκεν, ἀλλ’ ἔδειξεν ἐναργῶς, ὅτε τὰ τάχη τῶν ἀστέρων ἐδείκνυ τὴν ἀναλογίαν ἔχοντα πρὸς τὰ μεγέθη τῶν οὐρανίων κύκλων, ἐν οἷς περιφέρονται, δεῖν μὲν λέγων, ὡς καὶ ἐν τοῖς ἄλλοις, τὸ μεῖζον σῶμα θᾶττον φέρεσθαι τὴν αὑτοῦ φοράν, εἰ δὲ ἐν τοῖς ἄστροις καὶ βραχύτερά τινα μειζόνων θάττονα φαίνεται μείζονας κύκλους ἐν τῷ ἴσῳ χρόνῳ διανύοντα, δῆλον, ὅτι ἡ ἀναλογία κατὰ τὰ μεγέθη τῶν σωμάτων ἐστίν,3 ἐν οἷς περιφέρονται, ταῦτα δέ ἐστι τὰ οὐράνια τὴν ἀναλογίαν τοῦ τάχους ἔχοντα πρὸς τὸ μέγεθος. ὅλως δέ, εἰ δέδεικται, ὅτι οὐ δι’ ἑαυτῶν κινοῦνται τὴν φαινομένην ταύτην κίνησιν οἱ ἀστέρες, ἀλλ’ ὑπὸ σφαιρικῶν ἄλλων σωμάτων περιφερόμενοι, δέδεικται καὶ ὑπὸ Ἀριστοτέλους τὸ εἶναι τὰς οὐρανίας σφαίρας. καὶ ἐν ἀρχῇ δὲ τῆς πραγματείας ἔδειξεν ἐκ τοῦ δύο εἶναι τὰς ἁπλᾶς γραμμὰς τὸ δύο εἶναι τὰς ἁπλᾶς κινήσεις, ἐκ τούτου δὲ τὸ δύο εἶναι τὰ ἁπλᾶ σώματα τὰς ἁπλᾶς κινήσεις κινούμενα τό τε κυκλοφορητικὸν καὶ τὸ εὐθυπορούμενον. ἡ δὲ τῶν ἀστέρων αὕτη κίνησις τόπον ἐκ τόπου μεταβαινόντων οὐκ ἔστι κυρίως κυκλική, κἂν ἐπὶ κύκλου γίνηται· ἡ γὰρ κυκλικὴ κίνησις ἐν τῷ αὐτῷ τόπῳ μένοντός ἐστι· δεῖ ἄρα εἶναι σῶμα ὁλικώτερον τῶν ἀπὸ τόπου εἰς τόπον περιφερομένων ἀστέρων. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης κατὰ πολλοὺς τρόπους ἀπέδειξε τὴν τοῦ οὐρανίου σώματος ὑπόστασιν. ἐρωτητέον δέ, τὸ μεταξὺ τῶν ἀστέρων τί ποτε ἂν εἴη; κενὸν μὲν γὰρ οὐκ ἔστι· τοῦτο γὰρ δέδεικται μὴ ὄν. εἰ οὖν σῶμα, ἢ τὸ ἀΐδιον τοῦτο, ὅπερ ζητοῦμεν, τὸ οὐράνιον, ἢ γινόμενόν τι καὶ φθειρόμενον, οἷον ὁ ἀήρ, ἤ τι αἰθερῶδες ὑπέκκαυμα.
在总结论述时,亚里士多德说:既然天必须进行在自身之内的运动——他要么是指在同一处所中的运动,因为他承认了它保持在同一处所;要么是针对不在处所之中的事物,为了与在处所中的运动相对立而言及在自身之内的运动——,而其余天体,即诸星,则不应像行进和变换处所的事物那样通过自身向前推进;那么两者都合理地应当是球形的。因为尤其是这样,该天体将进行那同样被观察到的在自身之内的运动,而诸星将始终保持在同一处所。 亦有文本写作“一者将驱动,而另一者将静止”,如果确实是天旋转携带诸星,而它们自身保持在同一处所,那么这一字句就更为明晰。 且请注意,他并未说诸星应当根本不运动,而是说它们不应当通过自身前行,天也是如此;因为他说,本性特意剥离了它们本可借以通过自身前行的器官。尽管两者都同时具有留存在同一处所与作圆周运动这两者,但由于我们是从诸星的旋转来看到天的圆周运动,又看到诸星在天的同一处所中的留存,因此他根据我们所观察到的现象来刻画两者,并说:“因为如此一来,一者将运动,而另一者将静止”。 还应当注意到,这整个论证也旨在表明:诸星并不是通过自身前行来运动那显现出的位置转移之运动——根据这种运动,它们显现出每天升起、中天和落下——,而是在始终静止于天的同一处所的同时,被天旋转携带。然而,既然天球的物体是透明的,对我们而言不可见,我们看到的仅仅是诸星,那么究竟凭什么可以清楚知道根本存在天体,而并非诸星在以太中通过自身进行这种显现的运动呢?那位处处从清晰显现的现象中获取论证的亚里士多德,又怎会忽视了对这一点的探究呢?抑或他并未忽视,而是在指出诸星的速度与它们在其中被旋转携带的天之圆周的大小成比例时,清晰地证明了这一点?因为他说,正如在其余事物中一样,较大的物体必须以自身的运行更快地移动,而如果在诸星中某些较小的星体显得比更大的星体更快,在相等的时间内跑完更大的圆周,那么显而易见,这种比例是依照它们在其中被旋转携带的物体之大小而定的,而这些具有速度与大小比例的物体正是天体。总之,如果已经证明了诸星并非通过自身进行这种显现的运动,而是被其他球形物体旋转携带,那么天球的存在亦已被亚里士多德证明了。在论著的开端,他也根据单纯的线有两条证明了单纯的运动有两条,由此又证明了作单纯运动的单纯物体有两个,即圆周旋转者与直线行进者。然而诸星这种在处所之间转移处所的运动,即便发生在圆周之上,严格而言亦非圆周运动;因为圆周运动属于保持在同一处所之物;因此,必然存在一个比从一处被旋转携带到另一处的诸星更为整体的物体。 如此一来,亚里士多德通过多种方式证明了天体的实在。然而必须追问:诸星之间的东西究竟会是什么?因为它绝不是虚空;因为虚空已被证明是不存在的。因此,如果是物体,它要么是我们正在探究的这个永恒的天体,要么是某种生成与毁灭之物(如空气),抑或某种以太性的引火物。
- 2.36ἐπεὶ οὖν δεῖ φησὶ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν αὑτῷ κίνησιν ... εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές
主句的骨架为 ἐπεὶ οὖν δεῖ ... εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές。在由 ἐπεὶ δεῖ 所统辖的对举结构(τὸν μὲν οὐρανὸν κινεῖσθαι ... τὰ δὲ ἄλλα οὐράνια σώματα ... μὴ προϊέναι)之间,插入了解释性的从属短语(ἤτοι... λέγων... ἢ πρὸς ἀντιδιαστολὴν...)。
- 2.36τὸ μὲν κινήσει, τὸ δὲ ἠρεμήσει
此处提及针对中动/被动态 κινήσεται 的主动态异读 κινήσει。在此异读中,κινήσει 作及物动词理解,意为“使……运动/驱动”(天携带诸星),后文的 εἴπερ ὁ μὲν οὐρανὸς περιφέρει τὰ ἄστρα 正是其依据。
- 2.36δεῖν μὲν λέγων, ὡς καὶ ἐν τοῖς ἄλλοις, τὸ μεῖζον σῶμα θᾶττον φέρεσθαι τὴν αὑτοῦ φοράν, εἰ δὲ ... δῆλον, ὅτι ἡ ἀναλογία κατὰ τὰ μεγέθη τῶν σωμάτων ἐστίν
依赖于分词 λέγων 的 δεῖν μὲν ... 与随后的条件从句 εἰ δὲ ... δῆλον ὅτι ... 构成了对举结构。这构成了回答亚里士多德是否忽视了天球存在证明的论证骨架,表明其如何通过速度比例推导天球的存在。
