← 辛普里丘

亚里士多德《论天》注释

§458.8-459.32

天体的球形与自身前移运动的否定

辛普里丘探讨了亚里士多德依据天体与诸星的球形形体否定其自身进行位置移动的论证,阐明了球形为何最适于在原处的自转运动却最不利于向前推进,并考察了关于天被言及占据处所这一表述所引发的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36#1

" Πρὸς δὲ τούτοις ἄλογον ἕως τοῦ οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει." Δείξας, ὅτι μὴ δι’ ἑαυτῶν οἱ ἀστέρες κινοῦνται ταύτην, ἣν φαίνονται κινούμενοι κίνησιν, διότι μήτε κατὰ δίνησιν αὐτὴν μήτε κατὰ κύλισιν κινοῦνται, κατ’ ἄλλην ἐπιβολὴν πάλιν δείκνυσιν τὸ μὴ δι’ ἑαυτῶν κινεῖσθαι ταύτην τὴν μεταβατικὴν κίνησιν. ὁ δὲ συλλογισμὸς δυνάμει τοιοῦτος· τὰ δι’ αὑτῶν κινούμενα τὴν μεταβατικὴν κίνησιν ἀπηρτημένα ἔχει μόρια καὶ προέχοντα, ὥσπερ τοὺς πόδας τὰ ζῷα· ὁ οὐρανὸς καὶ οἱ ἀστέρες σφαιρικὰ ὄντα οὔτε ἀπηρτημένα οὔτε προέχοντα ἔχουσι μόρια· καὶ συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅτι ὁ οὐρανὸς καὶ οἱ ἀστέρες οὐ δι’ ἑαυτῶν κινοῦνται μεταβατικὴν κίνησιν, ἀλλ’ ὁ μὲν οὐρανὸς δῆλον ὅτι οὐδὲ ὅλως μεταβαίνει τόπον ἐκ τόπου, οἱ δὲ ἀστέρες μεταβαίνουσι μέν, ἀλλ’ οὐκ ἐξ ἑαυτῶν. Ἐπειδὴ δὲ ἀπὸ τῆς πρὸς τὰ ἄλλα ζῷα ὁμοιότητος τὴν ἐπιχείρησιν ἐποιήσατο, πρῶτον δείκνυσιν, ὅτι ἄλογόν ἐστι τὴν φύσιν μηδὲν μάτην ποιοῦσαν τοῖς μὲν ἀτιμοτέροις ζῴοις, ἃ καὶ ἰδίως ὡς γνώριμα ζῷα κέκληκεν, ὄργανα πρὸς τὴν μεταβατικὴν κίνησιν παρασχεῖν, τῶν δὲ τιμιωτέρων ἀμελῆσαι. εἰ οὖν τοῦτο ἄτοπον, ἐκεῖνο μᾶλλον ἀληθὲς καὶ πρέπον τὸ τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα,1 δι’ ὧν ἐνεδέχετο καθ’ ἑαυτὰ προϊέναι, τουτέστι μεταβατικὴν κινεῖσθαι κίνησιν, καὶ ὅ τι πλεῖστον ἀποστῆσαι αὐτὰ τῶν ἐχόντων ὄργανα πρὸς μεταβατικὴν κίνησιν, σφαιροειδῆ δὲ καὶ τὸν οὐρανὸν ποιῆσαι καὶ ἕκαστον τῶν ἀστέρων, διότι πρὸς μὲν τὴν ἐν τῷ αὐτῷ κίνησιν, εἶπεν, ἐπιτηδειότατόν ἐστι τὸ σφαιρικὸν σχῆμα· οὕτω γὰρ καὶ τάχιστα ἂν κινοῖτο καὶ ὁμαλῶς ὁ οὐρανὸς μέτρον κινήσεως πάσης ὑπάρχων καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον τῷ μηδὲν ἐκτὸς ἑαυτοῦ ἔχειν.2 τάχιστα μὲν γὰρ κινεῖται, διότι τῶν ἰσοπεριμέτρων χωρίων ἐλαχίστη ἡ περιφερής, τῶν δὲ τῇ αὐτῇ δυνάμει κινουμένων θᾶττον κινεῖται τὸ τὴν ἐλάττονα περίμετρον διιόν·3 ἀλλὰ καὶ διὰ τὸ λεῖον τῆς ἐπιφανείας καὶ πανταχόθεν ὅμοιον καὶ ἰσόρροπον καί, ὥς φησιν ὁ Πλάτων, “ἐπὶ σμικροτάτου ποδὸς ἀεὶ βαῖνον” εὐκινητότατόν τέ ἐστι τὸ σφαιρικὸν καὶ ὁμαλὴν ἔχει τὴν κίνησιν, ἅτε μὴ κατὰ τὰς γωνίας ἀντικόπτον καὶ ἐμποδιζόμενον καὶ ἀνωμάλως φερόμενον. τὰ γὰρ γεγωνιωμένα τῶν σχημάτων καὶ διὰ τὴν ἐξοχὴν τῶν γωνιῶν καὶ διὰ τὴν ἀνομοιότητα τοῦ σχήματος ἀνώμαλον ἔχει τὴν κίνησιν καὶ κατὰ μὲν τῆς γωνίας ἐρεισθὲν θᾶττον περιφέρεται, ὡς καὶ τὸ σφαιρικὸν ἀεὶ καθ’ ἑνὸς σημείου βαῖνον, κατὰ δὲ τοῦ ἐπιπέδου βραδύτατα. ἀλλὰ καὶ τὸν αὐτὸν ἀεὶ τόπον κατέχει τὸ σφαιρικὸν σχῆμα δινούμενον διὰ τὸ μηδεμίαν ἔχειν ἐξοχήν, ἥτις ἐν τῇ περιφορᾷ ἄλλοτε ἄλλον ἐπιλαμβάνειν τε καὶ ἀπολείπειν τόπον ἀναγκάζεται. οὕτω μὲν οὖν τὸ σφαιρικὸν σχῆμα πρός τε τὴν ἐν ἑαυτῷ κίνησιν τὴν κατὰ ἀντιπαραχώρησιν τῶν μορίων γινομένην καὶ πρὸς τὴν ἐν ταὐτῷ μονὴν χρησιμώτατόν ἐστι, πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν πρόοδον ἀχρηστότατον, εἴπερ ἀνόμοιόν ἐστι πάντῃ τοῖς δι’ ἑαυτῶν κινουμένοις τὴν μεταβατικὴν κίνησιν· ἀνόμοιον δέ, εἴπερ ἐκεῖνα εὐθύγραμμα ὄντα καὶ οὐ σφαιρικὰ προκείμενά τινα ἔχει μόρια καὶ ἀπηρτημένα, οἷς ὀργάνοις χρῆται πρὸς τὴν μετάβασιν, ἵνα μὴ τοῖς κυριωτάτοις αὐτῶν μορίοις ἐφάπτηται τοῦ ὑποκειμένου, ἡ δὲ σφαῖρα, εἰ μεταβαίνοι καὶ κυλίοιτο, παντὶ ἂν τῷ σώματι πρὸς τὴν μετάβασιν ἐχρῆτο. εἰ οὖν πρὸς τὴν εἰς τὸ πρόσθεν πρόοδον ἀχρηστότατόν ἐστι τὸ σφαιρικὸν σχῆμα, δῆλον, ὅτι ἡ κύλισις οὐκ ἔστιν αὐτῷ κατὰ φύσιν. Ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, πῶς λέγει τὸν ἀπλανῆ οὐρανὸν κατέχειν τὸν αὐτὸν τόπον μὴ ὄντα ὅλως ἐν τόπῳ κατ’ αὐτόν,4 καὶ λέγει, ὅτι τόπον νῦν κοινότερον τὸ διάστημα καλεῖ. ποῖον δὲ ἄρα διάστημα; εἰ μὲν γὰρ τὸ αὐτοῦ τοῦ σώματος λέγει, καὶ τοῖς μεταβατικοῖς ὑπάρχει τοῦτο τὸ εἶναι ἐν τῷ τοῦ οἰκείου σώματος διαστήματι, εἰ δὲ διάστημα τὴν χώραν λέγομεν, τοῦτο νῦν συγχωροῦμεν, ὅπερ ἐν τοῖς περὶ τόπου λόγοις ἀναιρεῖν ἐπιχειροῦμεν.

“除这些之外,这是不合理的”至“因为如此一来,尤其是一者将运动,而另一者将静止”。 在指出了诸星并非通过自身来进行它们显现出的这种运动(因为它们既非通过自转亦非通过滚动而运动)之后,[亚里士多德]再次从另一角度证明,它们并非通过自身来进行这种位置转移的运动。其潜在的三段论如下:通过自身进行位置转移之运动的事物具有分离且突出的部分,正如动物具有足那样;天与诸星由于是球形的,既不具有分离的部分亦不具有突出的部分;于是在第二格中得出的结论是:天与诸星并非通过自身来进行位置转移的运动,然而显然,天甚至根本不在处所之间转移处所,而诸星虽转移处所,却不是出于自身[而转移]。 既然他是从与其余动物的相似性出发进行论证的,他首先指出,那不做徒劳之事的本性,为那些较卑下的动物——他也特意将其称为熟知的“动物”——提供了用于位置转移之运动的器官,却忽视了更高贵者,这是不合理的。因此,若此事荒谬,那么另一主张便更为真实且得当:本性仿佛特意从天和诸星那里剥离了一切它们本可借以通过自身前行(即进行位置转移之运动)的事物,并使它们尽可能远离具有位置转移运动器官的事物,且将天与每一颗星都造为球形;因为他[亚里士多德]说,对于在同一处所中的运动而言,球形是最适宜的。因为唯有如此,作为一切运动之尺度的天才能运动得最快且均匀,并且由于自身之外毫无他物而尤其能够保持在同一处所。事实上,它之所以运动得最快,是因为在等周的区域中,圆周[球之周长]是最小的,而在以相同力量运动的事物中,穿过较小周长者运动得较快;不仅如此,还由于表面光滑、各处均匀且平衡,并且如柏拉图所说“始终踏在最小的足上”,球形是最易于运动且具有均匀运动的,因为它不会在角上遭受碰撞和阻碍而发生不规则的运动。因为有角形状由于角的突出以及形状的不均匀而具有不规则的运动,且当依托于角时旋转得较快(正如球形亦始终依托于单一点而行进),而在平面上则最慢。不仅如此,球形在自转时始终保持在同一处所,这是因为它毫无任何突出物会在旋转中被迫在不同时刻占据并离开不同的处所。因此,球形对于通过各部分的相互退让而产生的在自身之内的运动,以及对于在同一处所中的留存,乃是最为有用的,但对于向前推进而言则是最无用的,只要它全然不同于通过自身进行位置转移之运动的事物;而它之所以不同,乃是因为那些事物作为直线形状而非球形,具有某些突出且分离的部分作为转移位置的器官,从而使其最主要的部分不至于接触底层支撑物,而球体若要转移位置并滚动,就会将其整个物体用于位置转移。因此,若球形对于向前推进而言是最无用的,显而易见,滚动对其而言并不是合乎本性的。 然而亚历山大提出疑问:照他[亚里士多德]看来恒星天根本不在处所之中,他又怎能说它保持在同一处所呢?亚历山大说,他现在是在较宽泛的意义上把延展称为处所。然而这究竟是何种延展呢?因为如果他是指物体本身的[延展],那么处于自身物体的延展之中亦属于位置转移之物;而如果我们把空间称为延展,我们现在就承认了我们在关于处所的讨论中所试图驳斥的东西。

语法注4 条
  1. 2.36ἐκεῖνο μᾶλλον ἀληθὲς καὶ πρέπον τὸ τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα

    在充当主语的冠词加不定式短语 τὸ ... ἀφελεῖν 中,属格 τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων 由动词 ἀφελεῖν(剥除、拿走)所支配,作分离属格(“从天和诸星那里剥除……”)。πάντα 是不定式 ἀφελεῖν 的直接宾语(宾格),其逻辑主语(本性)由前文语境补出。

  2. 2.36τῷ μηδὲν ἐκτὸς ἑαυτοῦ ἔχειν

    带有与格冠词的不定式(τῷ ... ἔχειν)用作原因或方式与格,依附于前面的动词 κατέχοι(“由于其自身之外毫无他物”)。

  3. 2.36τῶν δὲ τῇ αὐτῇ δυνάμει κινουμένων θᾶττον κινεῖται τὸ τὴν ἐλάττονα περίμετρον διιόν

    属格分词短语 τῶν ... κινουμένων 是表示整体的部分属格,修饰主语实质化分词 τὸ ... διιόν(“穿过较小周长者”)。比较级副词 θᾶττον 修饰主要动词 κινεῖται。

  4. 2.36μὴ ὄντα ὅλως ἐν τόπῳ κατ’ αὐτόν

    分词 ὄντα 为宾格阳性单数,与不定式的主语 τὸν ἀπλανῆ οὐρανόν 一致,表示让步或伴随状况(“纵然其根本不在处所之中”)。介词短语 κατ’ αὐτόν(“依他看来”)中的代词 αὐτόν 指的是亚里士多德,而非刚刚提到的亚历山大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:458.8-459.32