- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:44.19-46.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了论敌关于天体运动与时间的完全性证明陷入循环论证的责难,阐明完全性是基于运动自身的形式而非球状性推导出来的,并批驳了论敌以圆心仅处于潜能状态为由主张直线优于圆的观点。
πάλιν δὴ τὰς αὐτὰς ἄνω καὶ κάτω στρέφοντος ἀπορίας τούτου ἀνάγκη καὶ ἐμὲ τὰ αὐτὰ λέγειν, ὅτι ὡς ὁ κύκλος οὕτως καὶ ἑκάστη κινήσεως περίοδος καὶ ὁ μετρητικὸς αὐτῆς χρόνος διόλου καὶ ἀρχὴν ἔχουσι καὶ μέσον καὶ τέλος· ὡς γὰρ πᾶν σημεῖον ἐν τῷ κύκλῳ καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος ἐστίν, οὕτως καὶ πᾶν ἐν τῇ κινήσει κίνημα καὶ πᾶν νῦν ἐν τῷ χρόνῳ, τὸ δὲ ἀνέκλειπτον τῷ πάλιν ἔχουσι καὶ πάλιν.1 τὸ εἶδος οὖν ἐστιν τὸ καὶ ἀρχὴν ἔχον πανταχοῦ καὶ μέσον καὶ τέλος καὶ προσθήκην μὴ δεχόμενον, ἀλλ’ οὐ τὸ ἀνέκλειπτον· τοῦτο γὰρ ἄλλην ἔχει τελειότητα τὴν ἀπειροδυναμίαν καὶ ἴσως ταύτην ὑπερφυῶς, εἴπερ ἀληθὲς φανῇ τὸ πᾶν πεπερασμένον σῶμα πεπερασμένην ἔχειν δύναμιν τῷ αὑτοῦ λόγῳ. εἴτε οὖν ἀπὸ τοῦ μεγέθους τῆς ἀκολουθίας ἀρχόμενός τις λέγοι, ὡς ἔχει τὸ μέγεθος, οὕτως ἔχειν καὶ τὴν κίνησιν καὶ τὸν χρόνον, εἴτε ἀπὸ τοῦ χρόνου κατὰ τὸ ἀνάπαλιν, δῆλον, ὅτι κατὰ τὸ εἶδος ληπτέον τὸ τέλειον καὶ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχον τοῦ τε κυκλικοῦ μεγέθους καὶ τῆς ἀποκαταστατικῆς κινήσεως καὶ τοῦ ταύτην μετροῦντος χρόνου· πάντων γὰρ τὸ εἶδος ἀρχήν τε καὶ μέσα καὶ τέλος ἔχει καὶ πανταχοῦ ταῦτα τὰ τρία φαινόμενα, καὶ οὐδεμίαν προσθήκην ὡς ἔχοντά τι ἐλλιπὲς ὑποδέχεται. ἀλλ’ οὐδὲ διάλληλος ἡ δεῖξίς ἐστιν, ὡς οἴεται. “εἰ γὰρ ἐκ τοῦ εἶναι, φησί, τὸν κύκλον τέλειον ἠξίωσε καὶ τὴν ἐπ’ αὐτοῦ κίνησιν τελείαν εἶναι, ἐπὶ φυσικοῦ δὲ κύκλου ἡ κίνησις, οὗτος δέ ἐστιν τὸ οὐράνιον σῶμα, πάλιν δὲ ἐκ τοῦ τελείαν εἶναι τὴν κύκλῳ κίνησιν, ὅτι καὶ τὸ κινούμενον αὐτὴν τέλειόν ἐστιν, εἴληφεν, τουτέστιν ὁ οὐρανός, διάλληλος ἄρα καὶ οὐκ ἀποδεικτικὸς ὁ λόγος.” ἐν τούτοις αὐτὴν αὐτοῦ παρεθέμην τὴν λέξιν πρὸς ἐπίστασιν τοῖς δυναμένοις καὶ ἐξ ὀλίγων τὴν ἕξιν τοῦ ἀνδρὸς ἐπιγινώσκειν. πρῶτον μὲν οὖν οἴεται τὴν κυκλικὴν κίνησιν ἐπὶ κύκλου γίνεσθαί τινος καὶ τὴν τοῦ οὐρανοῦ ἐπὶ τοῦ οὐρανίου σώματος οὐκ ἐννοῶν, ὅτι τῆς κινήσεώς ἐστι τὸ κυκλικόν, δυνατὸν δὲ καὶ τὸ μὴ κυκλικὸν κύκλῳ κινεῖσθαι· καὶ γὰρ κύβον δυνατὸν περὶ ἄξονα κύκλῳ κινεῖσθαι καίτοι κύκλον ἐν ἑαυτῷ μὴ ἔχοντα· καὶ ὅτι ὁ οὐρανὸς αὐτὸς κινεῖται κύκλῳ καὶ οἱ ἐν αὐτῷ κύκλοι. πῶς οὖν δυνατὸν τὸ αὐτὸ εἶναι τὸ κινούμενον σῶμα καὶ τὸ ἐφ’ οὗ ἡ κίνησις; ἀλλ’ οὐδὲ τῷ σφαιρικῷ τοῦ οὐρανοῦ τέως ὁ Ἀριστοτέλης συνεχρήσατο· τοῦτο γὰρ ὕστερον ἀποδείκνυσιν· ἀλλὰ τῇ κυκλικῇ κινήσει, ἣν ἡ τῶν ἄστρων ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ περιφορὰ κατὰ ἴσην τὴν ἀπὸ τῆς γῆς ἀπόστασιν δείκνυσιν· ὥστε οὐχ ὡς ἀπὸ τοῦ οὐρανίου σώματος ὡς ἀπὸ κύκλου τελείαν ἔδειξε τὴν κυκλικὴν κίνησιν, ἀλλ’ ἀπὸ τοῦ εἴδους αὐτοῦ τῆς κινήσεως· διάστασιν γὰρ ἔχουσά τινα καὶ σχῆμα ἔχει, ποτὲ μὲν εὐθύ, ποτὲ δὲ περιφερές· καὶ τοῦτον τὸν κύκλον ὡς τέλειον λαβὼν διὰ τὸ πανταχοῦ τοῦ κύκλου εἶδος ἀπ’ αὐτοῦ τὴν κατ’ αὐτὸν ἐσχηματισμένην κίνησιν τελείαν ἀπέδειξε καὶ ἀπὸ ταύτης ὡς ἀπὸ προφανεστέρας· προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι· τὴν οὐσίαν τοῦ οὐρανίου σώματος ἤτοι τοῦ κυκλοφορητικοῦ ἁπλῶς τελείαν εἶναι συνελογίσατο· ὥστε οὐδὲ διάλληλος ἡ δεῖξις, ὡς οὗτος ὁ χρηστὸς οἴεται. ἀλλ’ εἰ καὶ τέλειον, φησίν, ἐστὶ τὸ οὐράνιον διὰ τὸ σφαιρικὸν εἶναι, οὐδὲν ταύτῃ γε τῶν λοιπῶν διοίσει στοιχείων, ὧν τὰς ὁλότητας σφαιρικὰς εἶναι βούλεται καὶ αὐτὸς Ἀριστοτέλης. πάλιν οὖν ἀναγκάζομαι τὰ αὐτὰ λέγειν, ὅτι οὔπω μὲν σφαιρικὸς ὁ οὐρανὸς ἀποδέδεικται οὐδὲ ὡς σφαιρικὸν τέως τέλειον εἶναί φησιν, ἀλλ’ ὡς κύκλῳ κινούμενον, ταύτην τὴν κίνησιν ὡς τελείαν τοῖς τελείοις προσήκειν βουλόμενος. κἂν σφαιρικὰ οὖν ἐστι καὶ τὰ ἄλλα στοιχεῖα, ἀλλὰ πρῶτον μὲν οὐκ ἐκ τοῦ σφαιρικοῦ δέδεικται νῦν, ὅτι ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὸ οὐράνιον, ἔπειτα οὐδὲ ἀκριβὲς ἐν τούτοις τὸ σφαιρικόν, ἀλλὰ καὶ αὐτό, ὃ ἔχει, παρὰ τῆς οὐρανίας ἔχει συσφίγξεως ὑπερφυῶς τάχα καὶ τοῦτο δεχόμενα. πάλιν δὲ ὥσπερ μεταμελόμενος, ὅτι συνεχώρησε τελειότερον εἶναι τὸν κύκλον τῆς εὐθείας, πειρᾶται τοὐναντίον ἐπιδεικνύναι. εἰ γὰρ ἐπίπεδος, φησίν, ὁ κύκλος λαμβάνοιτο, ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ, οὐκ ἔχει τὸ κέντρον ἐνεργείᾳ, ἵνα μὴ διῃρημένος ὢν κατ’ αὐτὸ μηκέτι ἐστὶ συνεχής·2 ὥστε οὐκ ἔχει ἀρχήν· τῆς δὲ πεπερασμένης γραμμῆς εἴτε φυσικῆς εἴτε μαθηματικῆς τὰ ἔσχατα ἐνεργείᾳ ἐστίν· ὅσῳ οὖν, φησί, τὸ ἐνεργείᾳ τοῦ δυνάμει τελειότερον, τοσοῦτον ἡ εὐθεῖα τοῦ κύκλου τελειοτέρα ἔσται.
由于这个人一再把同样的疑难翻来覆去地提出,我亦不得不说同样的话:正如圆一样,运动的每一个周期以及度量它的时间,通体都兼具开端、居中与终结。因为正如圆上的每一个点既是开端、居中又是终结一样,运动中的每一个动作和时间中的每一个‘现在’亦是如此;而它们的不息性,乃是通过‘一次又一次’[发生]而具有的。因此,在任何地方都兼具开端、居中与终结且不接受增添的是形式,而非不息性本身;因为后者拥有另一种完全性,即无限的能力,且假若一切有限物体依照自身的定义仅具有有限的能力被证实为真,那么它或许是以超自然的方式拥有这一点的。因此,无论有人是从量度的推移出发,说量度如何,运动与时间亦如何,抑或从时间出发作反向的推演,显然,兼具开端、居中与终结的完全者,必须根据圆形量度、周期复原运动以及度量该运动的时间的形式来理解;因为万物的形式都兼具开端、诸居中与终结,且这三者在任何地方都显明呈现,而不接受任何增添,仿佛它具有某种欠缺似的。然而,证明亦绝非如他所认为的那样是循环论证。“因为如果说,”他说,“他由圆是完全的这一前提出发,主张其上的运动亦是完全的,而该运动发生于一个自然圆之上,此自然圆即是天体;随后又由圆周运动是完全的这一前提出发,得出作此运动的物体(即天)亦是完全的,那么这一论证便是循环的,而非证明性的。”在这里,我引用了他的原话,以供那些能够哪怕根据片语亦能洞察此人习性的人进行考察。首先,他以为圆周运动发生于某个圆之上,天的运动发生于天体这一物体之上,却未曾想到,圆周性属于运动本身,而非圆形之物亦可能作圆周运动;因为立方体即使自身内部不含有圆,亦可能围绕轴心作圆周运动;此外[他亦未曾看到]天本身在作圆周运动,其内部的诸圆亦在运动。那么,受动的物体与运动在其上发生的载体,怎可能是同一的呢?而且亚里士多德在此姑且甚至没有兼用天的球状性;因为这一结论他是后来才证明的;而是援用了圆周运动,即天星在与大地保持恒定距离的前提下从同一处回到同一处的运转所表明的运动;因此,他并非把天体当作圆而从中证明圆周运动是完全的,而是从运动的形式本身中证明的;因为运动具有某种广延,从而亦具有形状,时而是直线的,时而是圆周的。而在依据各处皆然的圆之形式将这一圆取为完全者之后,他由之证明了依其成形的运动是完全的,并由此运动出发——作为更为明显之物,因为现实活动比起实体来更为明显——推论出天体(即作圆周运行者)的实体端的是完全的;因此,证明绝非如这位可敬之士所认为的那样是循环的。“然而,即便天体因是球状的而是完全的,”他说,“至少在这一点上它亦将与其余的元素毫无差别,而对于这些元素的全域,亚里士多德本人亦主张它们是球状的。”因此,我再次被迫说同样的话:天是球状的这一点尚未被证明,他目前亦非因其是球状的而说它是完全的,而是因其作圆周运动[而说它是完全的],意在表明这种运动作为完全者应当属于完全的事物。因此,即便其他元素亦是球状的,但首先,天体作为不同于四元素的另一事物,目前并非基于球状性而被证明的;其次,球状性在它们之中甚至不是严格的,而且它们所具有的这一性质本身,亦是从天的紧缩中获得的,它们或许亦是以超自然的方式承受了这一点的。接着,他又仿佛后悔曾经承认圆比直线更为完全似的,试图证明相反的情形。“因为如果,”他说,“圆被取作平面,正如亚历山大所认为的那样,那么为了不因在中心处被分割而不再是连续的,它便并不在现实中拥有中心;因此它不具有开端;相反,有限的线,无论是自然的还是数学的,其两端在现实中都是存在的;因此,”他说,“现实者比潜能者完全多少,直线亦就比圆完全多少。”
- 1.12τὸ δὲ ἀνέκλειπτον τῷ πάλιν ἔχουσι καὶ πάλιν
动词 ἔχουσι 的主语是前文提及的“运动周期”(ἑκάστη κινήσεως περίοδος)与“时间”(ὁ μετρητικὸς αὐτῆς χρόνος),τὸ ἀνέκλειπτον 为其宾语(宾格)。τῷ πάλιν καὶ πάλιν 是表示方式或原因的与格,副词短语 πάλιν καὶ πάλιν 加上中性与格定冠词 τῷ 而名词化(意即“通过‘一次又一次’[的发生]”)。
- 1.12ἵνα μὴ διῃρημένος ὢν κατ’ αὐτὸ μηκέτι ἐστὶ συνεχής
连词 ἵνα 之后使用了直陈式现在时 ἐστί 而非常规的虚拟式。在后古典期及拜占庭时期的希腊语中,目的从句与结果从句(乃至事实陈述)的界限有所交融,此处表达目的或结果(“以免因在中心处被分割而不再是连续的”)。
