- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:456.28-458.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘遵照亚里士多德的论述,根据月亮面容始终保持同一朝向这一事实,确认天体并未作滚动运动;他考察了关于月斑成因的诸种学说(本质差异说、镜像反射说及流出物说),并讨论了为何亚里士多德未将此论据用于否定自转。
" Ἀλλὰ μήν, ὅτι οὐδὲ κυλίεται τὰ ἄστρα ἕως τοῦ δῆλον, ὅτι οὐκ ἂν κινοῖντο δι’ ἑαυτῶν." Δείξας, ὅτι ἡ φαινομένη τῶν ἄστρων κίνησις οὐ κατὰ δίνησίν ἐστι· δινούμενα γὰρ ἂν ἔμενεν ἐν τῷ αὐτῷ· καὶ τὴν ἀπὸ τοῦ ἡλίου ἔνστασιν λύσας ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ κυλιόμενα τὰ ἄστρα ποιεῖται τὴν φαινομένην μετάβασιν. κἂν γὰρ μεταβαίνῃ, ὥσπερ τὰ κυλιόμενα, ἀλλ’ ὅτι μὴ κατὰ κύλισιν μεταβαίνει, κἂν οἰκεία τῷ σφαιρικῷ σώματι ᾖ ἡ κύλισις, δείκνυσιν ἀπὸ τοῦ τὸ φαινόμενον τῆς σελήνης πρόσωπον τὴν αὐτὴν ἀεὶ θέσιν ἔχον ὁρᾶσθαι· οὐκ ἂν δὲ τοῦτο συνέβαινε τοῦ ἐν ᾧ ἔστιν ὁ τύπος ἄλλοτε ἄλλως περιφερομένου τε καὶ μετακυλιομένου.1 δῆλον δέ, ὅτι ὁ λόγος οὗτος ὡς ἐπὶ ἀξιώματι πρόεισι τῷ λέγοντι, ὡς ἐφ’ ἑνός, οὕτω δὴ καὶ ἐπὶ πάντων ἔχειν· καὶ ἔχει λόγον ἐπὶ τῶν θείων τὸ ἀξίωμα. ἀλλ’ εἰ μὲν τὸ ἐμφαινόμενον πρόσωπον διαφορά τις οὐσιώδης ἐστὶ τοῦ σεληνιακοῦ σώματος ἢ παραδειγματικῶς περιέχοντος τὸ πολυειδὲς καὶ διάφορον τῆς γενέσεως, ὡς Ἰάμβλιχός φησιν, ἢ διὰ τὸ μεσότης εἶναι τῶν οὐρανίων καὶ τῶν ὑπὸ σελήνην τὸ μὲν εὐφώτιστον ἔχει, τὸ δὲ σκιερώτερον κατ’ οὐσίαν, ὡς ἄλλοις ἀρέσκει, ἰσχυρὸν δοκεῖ πρὸς ἀπόδειξιν τὸ εἰρημένον· πῶς γὰρ τοῦ ὅλου σώματος κυλιομένου τὴν αὐτὴν ἐκεῖνο θέσιν ἐφύλαττε συνεχὲς ὂν πρὸς τὸ ὅλον; εἰ δέ, ὥς τινες λέγουσιν, ἔμφασίς τίς ἐστιν ὡς ἐν κατόπτρῳ ἤτοι τῆς γῆς ἢ τῆς θαλάσσης ἢ τῶν ὀρῶν, δύναται, φησὶν ὁ Ἀλέξανδρος, καὶ κυλιομένης αὐτῆς ὁμοία μένειν ἡ ἔμφασις τῷ καὶ ταῦτα ἀφ’ ὧν ἡ ἔμφασις τὰ αὐτὰ μένειν κἀκείνην πρὸς τὸ δέχεσθαι τὴν τοιαύτην ἔμφασιν κατὰ πάντα αὐτῆς μέρη ὁμοίαν ἔχειν ἐπιτηδειότητα2 καὶ κατὰ τὴν τοῦ σώματος φύσιν καὶ κατὰ τὴν τοῦ σχήματος ὁμοιότητα. ἀλλ’ εἰ μὲν ἡ ἔμφασις κατὰ τὴν ἀπὸ τοῦ κατόπτρου τῶν ἀκτίνων ἀνάκλασιν ἐπὶ τὸ ἐμφαινόμενον γίνεται, ὡς τοῖς πολλοῖς δοκεῖ, οὐκ ἂν ἀπὸ παντὸς τόπου ὁρῶντι τὸ αὐτὸ ἂν ἐμφαίνοιτο,3 ὥσπερ νῦν τὸ τῆς σελήνης πρόσωπον καὶ ἀπὸ μεσημβρινωτάτων τόπων καὶ ἀπὸ βορειοτάτων καὶ ἀπὸ ἀνατολικῶν καὶ δυτικῶν ὁρῶντι τὸ αὐτὸ φαίνεται. εἰ μέντοι ἀπόρροιαι τῶν ὑπὸ σελήνην ἀναθέουσαι ἄλλαι ἀπ’ ἄλλων ἀεὶ περὶ τὸ στιλπνὸν τῆς σελήνης τοιαύτην λαμβάνουσι σύστασιν, ὡς καὶ ἐν τοῖς κατόπτροις εἰδώλων ἔμφασιν συνίστασθαι λέγουσί τινες, δυνατὸν ἂν εἴη καὶ κυλιομένης καὶ δινουμένης τὴν αὐτὴν ἔμφασιν ὁρᾶσθαι ἀπὸ παντὸς τόπου. Ἐπιστῆσαι δὲ χρή, διὰ τί μὴ καὶ ἐπὶ τῆς δινήσεως ἐχρήσατο τῷ ἀπὸ τοῦ τῆς σελήνης προσώπου ὁ Ἀριστοτέλης· καὶ γὰρ καὶ τὸ δινούμενον ἄλλοτε ἄλλην θέσιν ἴσχον οὐκ ἂν τὴν αὐτὴν ἔμφασιν ἐδείκνυε τοῦ προσώπου, εἰ κατ’ οὐσίαν ἦν ἐν τῇ σελήνῃ τοῦ σώματος ἡ τοιαύτη διαφορά. ἢ ἄρα δυνατὸν ἦν τῆς σφαίρας, ἐν ᾗ ἐνδέδεται, ἐπὶ τἀναντία τῆς δίνης κινουμένης καὶ περιαγούσης αὐτὴν ἀντανίσωσιν ἀεὶ ἐγγίνεσθαι4 τῆς τοῦ προσώπου θέσεως; Δείξας δέ, ὅτι οὔτε κατὰ δίνησιν οὔτε κατὰ κύλισιν δυνατὸν κινεῖσθαι τοὺς ἀστέρας ταύτην, ἣν φαίνονται κινούμενοι κίνησιν, ἐπειδὴ δι’ ἑαυτῶν ἄλλως ἀδύνατον ἦν αὐτοὺς κινεῖσθαι, συμπεραίνεται λοιπόν, ὅτι οὐκ ἄν κινοῖτο δι’ αὑτῶν.
“再者,诸星甚至并不滚动”至“显然,它们不会通过自身运动”。 在指出了诸星显现出的运动并非通过自转——因为若它们自转,它们就会保持在同一处所——并化解了基于太阳的异难之后,接下来[亚里士多德]证明,诸星显现出的位置转移亦非通过滚动而进行的。因为纵然它们如同滚动之物那样改变处所,且纵然滚动适合于球形物体,但它们并非通过滚动改变处所,这一点他乃是从显现出的月亮面容始终保持相同位置被看见这一事实来证明的;然而,若那印记所在之[部分]在不同时刻以不同方式旋转并翻滚,这种情形就不会发生。显而易见,这一论证是基于如下公理展开的,该公理主张:对单一者成立的,对一切者亦然;且这公理在神圣事物上是合理的。然而,若显现出的面容是月亮物体的某种本质性差异,要么如扬布里柯所说,是作为范本包摄着生成过程的诸种形态与差异,要么如另一些人所赞同的,由于它是天界事物与月下事物的中介,故其在本质上一部分易于受光而另一部分则较为阴暗,那么所说之理对于论证而言便显得很有力;因为当整个物体在滚动时,那[面容]与整体相连续,又怎能保持相同的位置呢?但是,若正如某些人所言,它乃是如在镜中映现出的大地、海洋或山脉的某种影像,那么亚历山大说,即使它在滚动,影像亦能保持相似,这是由于产生影像的这些事物保持相同,且那[月体]无论在其物体的本性上还是在其形状的相似性上,其所有部分皆具有接收此种影像的同等适宜性。然而,若影像的产生是由于光线从镜面反射到所映现之物,如多数人所认为的那样,那么对于从任何地点观看的人而言,映现出的就不会是相同的事物,正如现在月亮的面容对于从最南方的地点、最北方的地点以及东方和西方观看的人而言都显得是相同的那样。但是,若月下事物的流出物各自从不同者不断升腾而起,在月亮的明亮表面周围形成此种聚结,正如某些人所说镜中像的映现亦是如此构成的,那么无论它在滚动还是在自转,从任何地点看到相同的影像都是可能的。 人们亦当注意,为何亚里士多德对于自转并未采用源自月亮面容的论据;因为自转之物亦在不同时刻具有不同位置,若此类差异依物体的本质存在于月亮之中,它就不会显现出相同的面容。或者难道说,固定着它的天球向着与自转相反的方向运动并带动它旋转,从而使得面容的位置始终能够产生某种反向的均等相抵吗? 在证明了诸星不可能通过自转亦不可能通过滚动来进行它们显现出的这种运动之后,既然它们不可能以其他方式通过自身运动,最终得出的结论便是:它们不会通过自身运动。
- 2.35τοῦ ἐν ᾧ ἔστιν ὁ τύπος ἄλλοτε ἄλλως περιφερομένου τε καὶ μετακυλιομένου
属格独立结构。使关系从句名词化的定冠词属格 τοῦ(“其所在之部分”)作属格分词 περιφερομένου 和 μετακυλιομένου 的逻辑主语。在否定结果句 οὐκ ἂν δὲ τοῦτο συνέβαινε 之后,表与过去事实相反的假若条件。
- 2.35τῷ καὶ ταῦτα ἀφ’ ὧν ἡ ἔμφασις τὰ αὐτὰ μένειν κἀκείνην ... ὁμοίαν ἔχειν ἐπιτηδειότητα
无介词的带冠词与格不定式 τῷ ... μένειν ... ἔχειν,表原因。μένειν 的逻辑主语为 ταῦτα ἀφ’ ὧν ἡ ἔμφασις,而 κἀκείνην(即 καὶ ἐκείνην)则是后续不定式 ἔχειν 的宾格主语。
- 2.35οὐκ ἂν ἀπὸ παντὸς τόπου ὁρῶντι τὸ αὐτὸ ἂν ἐμφαίνοιτο
与格分词 ὁρῶντι 作视点或判断与格(“对观看者而言”)。主句中的可能助词 ἄν 出现了两次(οὐκ ἂν ... ἂν ἐμφαίνοιτο),表重复强调。
- 2.35ἢ ἄρα δυνατὸν ἦν ... ἀντανίσωσιν ἀεὶ ἐγγίνεσθαι
短语 ἢ ἄρα 引导对所提出疑难的审慎或假定性解答。未完成过去时 ἦν 表过去的可能性或虚拟假定(“或者难道有可能……”)。
