- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:455.8-456.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证道,亚里士多德否定恒星的自转,乃是否定以此单独解释其位置移动,而非否定固有的自转本身,从而表明其与柏拉图的一致,并引用了托勒密的证言。
ἐν δὴ τούτοις ὁ Πλάτων δύο κινήσεις ἕκαστον τῶν ἀπλανῶν ἀστέρων κινεῖσθαί φησι τὴν μὲν οἰκείαν περὶ τὸ ἑαυτοῦ κέντρον ἐν ταὐτῷ μένοντα, τὴν δὲ εἰς τὸ πρόσθεν ὑπὸ τοῦ περιέχοντος αὐτοὺς οὐρανοῦ γινομένην. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν ἀναιρεῖ τὴν δίνησιν, δῆλον· ἀναιρεῖ δὲ αὐτὴν οὐχ ὡς μηδὲ ὅλως οὖσαν ἐν αὐτοῖς, ἀλλ’ ὡς μὴ μόνην οὖσαν ἀτρεμουσῶν τῶν σφαιρῶν μηδὲ τῆς φαινομένης αὐτῶν κατὰ τόπον μεταβάσεως οὖσαν αἰτίαν.1 λέγει γοῦν δινούμενα γὰρ ἂν ἔμενεν ἐν τῷ αὐτῷ καὶ οὐ μετέβαλε τόπον, ὅπερ φαίνεταί τε καὶ πάντες φασί· καὶ ἐν τοῖς ἑξῆς δὲ τὴν φύσιν ὥσπερ ἐπίτηδες ἀφελεῖν αὐτῶν φησι πάντα, δι’ ὧν ἐνεδέχετο προϊέναι καθ’ αὑτά, τὸ δὲ σφαιροειδὲς αὐτοῖς ἀπολείπειν, ὅπερ πρὸς τὴν ἐν ἑαυτῷ κίνησιν χρησιμώτερον ὁμολογεῖ· “οὕτω γὰρ ἄν,” φησί, “καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχει τὸν αὐτὸν τόπον”, ἅπερ ἄμφω τοῖς δινουμένοις ἐστὶν οἰκεῖα. ἀλλὰ καὶ πρὸς τῷ πέρατι τοῦ λόγου “ἐπεὶ οὖν δεῖ” φησὶ “τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν αὑτῷ κίνησιν, τὰ δὲ ἄλλα ἄστρα μὴ προϊέναι δι’ ἑαυτῶν, εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει”. ὥστε πανταχοῦ τὸ μὴ προϊέναι δι’ ἑαυτῶν ἀναιρεῖ τὴν τοιαύτην κίνησιν, ἀλλ’ οὐχ ἁπλῶς τὸ κινεῖσθαι.2 καὶ τὸν μὲν οὐρανὸν κινεῖσθαι λέγει ὡς τῶν μερῶν αὐτοῦ διὰ τὸ μέγεθος αἰσθητὴν ἐχόντων τὴν μετάβασιν, τοὺς δὲ ἀστέρας ἠρεμεῖν ὡς τῆς μὲν τῶν μερῶν αὐτῶν μεταβάσεως κατὰ τὴν περὶ τὰ οἰκεῖα κέντρα κίνησιν μὴ ὁρωμένης, τῆς δὲ ὁλότητος αὐτῶν τὸν αὐτὸν ἀεὶ τοῦ οὐρανοῦ κατεχούσης τόπον. ὅλως δὲ, εἰ φυσικὰ ὄντα καὶ τὰ ἄστρα οὐσίας τε τῆς αὐτῆς ἐστὶ τῷ οὐρανῷ τῆς πέμπτης καὶ σχήματι τῷ αὐτῷ μεμόρφωται τῷ σφαιρικῷ, πῶς οὐχὶ καὶ κίνησιν ἂν ἔχοι τὴν αὐτὴν φυσικά γε ὄντα; εἰ δέ, ὡς ἐν τοῖς ἐφεξῆς λέγει, καὶ πράξεως καὶ ζωῆς, ἔμψυχα δηλονότι, ὅλα μετέχει τὰ οὐράνια, πῶς ἂν ἀκίνητα εἴη καθ’ αὑτὰ τὰ ἄστρα; κἂν γὰρ μέρη ᾖ τοῦ οὐρανοῦ, ἀλλὰ τοιαῦτα μέρη, ὡς καὶ ὁλότητα οἰκείαν ἔχειν καὶ περιγραφὴν ἀφωρισμένην· ἔτι δὲ εἰ καὶ πρὸς μονὴν ἐπιτήδειόν ἐστι τὸ σφαιρικὸν σχῆμα, οὐδὲν ἂν εἴη σῶμα φύσει κυκλοφορητικόν. Προσεκτέον δὲ καὶ τῷ ὅλῳ ἐπιχειρήματι. σφαιρικὰ γὰρ ὄντα, φησί, τὰ ἄστρα, εἴπερ κινεῖται δι’ ἑαυτῶν, ἢ κατὰ δίνησιν ἢ κατὰ κύλισιν κινηθήσεται τὴν κίνησιν, ἣν κινούμενα φαίνεται· ἀλλ’ οὔτε κατὰ δίνησίν ἐστιν αὕτη· τὰ γὰρ δινούμενα ἐν τῷ αὐτῷ τόπῳ μένει· οὔτε κατὰ κύλισιν, ὡς δείξει· οὐκ ἄρα ταύτην τὴν μεταβάλλουσαν τὸν τόπον κίνησιν δι’ ἑαυτῶν κινεῖται. οὐ μέντοι τοῦτο ἔδειξεν, ὅτι ταύτην μόνην ἔχει τὴν μεταβατικὴν κίνησιν τὰ ἄστρα τὴν ὑπὸ τοῦ οὐρανοῦ γινομένην ἄλλην μὴ ἔχοντα, εἰ μὴ ἄρα τῷ δεικνύναι τὸν ἥλιον μὴ δινούμενον πρὸς τῷ ὁρίζοντι δοκεῖ τελέως τὴν δίνησιν ἀναιρεῖν. ἀλλ’ εἰ καθ’ αὑτὴν τὴν δίνησιν ἀνῄρει, οὐκ ἂν ἀπὸ τοῦ μεταβαίνειν αὐτὴν ἀνῄρει λέγων δινούμενα γὰρ ἂν ἔμενεν ἐν τῷ αὐτῷ· ἀλλ’ ἐπειδὴ ὁ ἥλιος δινούμενος ἀνατέλλειν δοκεῖ καὶ δύνειν τῆς ἡμετέρας ὄψεως ἑλισσομένης, ὡς δοκεῖν κατὰ δίνησιν μεταβάλλειν τὸν τόπον, διὰ τοῦτο τὴν ἀπὸ τοῦ ἡλίου ἔνστασιν ἔλυσε βοηθῶν τῷ τὸ δινούμενον ἐν τῷ αὐτῷ μένειν καὶ δεικνύς, ὅτι ἡ ἐν τῇ ἀνατολικῇ καὶ δυτικῇ προσόδῳ τοῦ ἡλίου φαινομένη δίνησις οὐκ αὐτοῦ ἐστι τοῦ ἡλίου, ἀλλὰ τῆς ἡμετέρας ὄψεως. ἀκοῦσαι δὲ χρὴ καὶ τοῦ ἀρίστου τῶν ἀστρονόμων τοῦ Πτολεμαίου λέγοντος ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν Ὑποθέσεων “ὥστε εὐλογώτερον εἶναι τὸ κινεῖν μὲν τῶν ἄστρων ἕκαστον,3 ὅτι τοῦτό ἐστι καὶ δύναμις καὶ ἐνέργεια αὐτῶν, κατὰ τὸν ἴδιον μέντοι τόπον καὶ περὶ τὸ αὑτοῦ μέσον ὁμαλῶς πάλιν καὶ ἐγκυκλίως· ὑπάρχειν γὰρ αὐτῷ πρώτῳ δίκαιον, ὃ καὶ ἐν ταῖς περιεχούσαις αὐτὸ συστάσεσι περιποιεῖ”.
正是在这些言辞中,柏拉图说每个恒星作两种运动:其一是在保持于同一处所的同时围绕自身中心的固有运动,其二是由包围它们的天所产生的向前行进的运动。至于亚里士多德否定自转,这是显而易见的;然而他否定自转,并非认为自转在它们之中根本不存在,而是认为在诸天球静止时自转并非单独存在,亦非它们显现出的空间位置转移的原因。无论如何他说:“因为若它们自转,它们就会保持在同一处所而不会改变处所,而改变处所恰恰是被见到的现象,亦是所有人所说的。”且在接下来的内容中他说,自然仿佛特意剥夺了它们借以自身前行的一切手段,却为它们保留了球形,而他承认球形对于自身内部的运动更为有用;他说:“因为唯有如此,它既能运动得最快,又能最大程度地保持同一处所”,这两点皆是自转之物所固有的。不仅如此,在论证的末尾他又说:“因此,既然天必须作其自身内部的运动,而其余星体不得通过自身前行,那么两者皆为球形乃是合乎情理的;因为唯有如此,一者将最大限度地运动,而另一者将最大限度地静止。”因此,在任何地方,“不得通过自身前行”所取消的乃是这种[前行]运动,而非断然取消运动。他说天在运动,是因为天的各个部分由于其巨大而具有可感觉到的位置转移;而他说诸星静止,是因为诸星各部分依围绕各自中心的运动所作的位置转移不可被看见,且它们的整体始终占据着天的同一处所。总而言之,若诸星作为自然事物,既与天同属第五实体,又被塑造成相同的球形,那么既然同为自然事物,它们又怎会不具有相同的运动呢?再者,若正如他在后文中所说,整个天界事物皆分有行动与生命(显然是有灵魂的),那么诸星在自身中又怎会是不动的呢?因为纵然它们是天的部分,但亦是具有自身固有整体性与界定轮廓的部分;此外,若球形亦适于静止,那么就将没有任何物体在本性上是作圆周运动的了。人们亦应当关注整个论证。他说,诸星既然是球形的,若它们确实通过自身运动,它们就会要么通过自转要么通过滚动来进行它们显现出的那种运动;但这一运动并非通过自转,因为自转之物保持在同一处所;亦非通过滚动,正如他将证明的;因此它们并非通过自身作这种改变处所的运动。然而,他并未证明这一点:即诸星仅具有这种由天产生的空间转移运动而无其他运动,除非人们认为他通过证明太阳在地平线附近并未自转而彻底取消了自转。但是,若他取消的是自转本身,他就不会以位置转移为根据来取消它并说“因为若它们自转,它们就会保持在同一处所”;相反,由于太阳因我们的视觉晃动而显得自转着升起和落下,以至于它似乎通过自转在改变处所,正因如此他化解了基于太阳的异难,支持了自转之物保持在同一处所的说法,并指出在太阳升起与落下的临近过程中显现出的自转并不属于太阳本身,而是属于我们的视觉。亦当倾听最杰出的天文学家托勒密在《行星假说》第二卷中所说的内容:“因此更合乎情理的是,诸星中的每一个都在运动——因为这既是它们的能力亦是现实活动——然而是在其固有的处所中且围绕其自身中心均匀地且再度呈圆周状运动;因为凡是它在包围它的构造中所促成的东西,理应最先存在于它自身之中。”
- 2.34ἀναιρεῖ δὲ αὐτὴν οὐχ ὡς μηδὲ ὅλως οὖσαν ἐν αὐτοῖς, ἀλλ’ ὡς μὴ μόνην οὖσαν ἀτρεμουσῶν τῶν σφαιρῶν μηδὲ τῆς φαινομένης αὐτῶν κατὰ τόπον μεταβάσεως οὖσαν αἰτίαν
带有 ὡς 的分词从句(ὡς ... οὖσαν)采用宾格(修饰 αὐτήν 即 δίνησιν),表明亚里士多德否定的特定范围与限定。在第一个分词短语中嵌入了属格绝对结构 ἀτρεμουσῶν τῶν σφαιρῶν,整句意为:他否定自转并非认为自转根本不存在,而是认为在天球静止时自转并非单独存在,亦非空间位置改变的原因。
- 2.34ὥστε πανταχοῦ τὸ μὴ προϊέναι δι’ ἑαυτῶν ἀναιρεῖ τὴν τοιαύτην κίνησιν, ἀλλ’ οὐχ ἁπλῶς τὸ κινεῖσθαι
在由 ὥστε 引导的句中,带冠词的不定式短语 τὸ μὴ προϊέναι δι’ ἑαυτῶν(“不通过自身前行”)作主语,谓语动词 ἀναιρεῖ 的直接宾语是 τὴν τοιαύτην κίνησιν(“这种[前行]运动”),与其形成对比的 ἀλλ’ οὐχ ἁπλῶς τὸ κινεῖσθαι 亦作为宾语依附于 ἀναιρεῖ。
- 2.34τὸ κινεῖν μὲν τῶν ἄστρων ἕκαστον
在引自托勒密的文句中,主动不定式 κινεῖν 作不及物(或反身性)动词使用,意为“运动”,τῶν ἄστρων ἕκαστον 为其逻辑主语(宾格主语),意即“诸星中的每一个都在运动”。
