- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:453.25-455.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了亚历山大基于大地与光辉对唯有太阳在升降时显现为自转所作的合理解释,探讨了对“视觉”即中间透明媒质的解读以及行星闪烁的问题,并着手调和柏拉图《蒂迈欧篇》与亚里士多德在恒星自转问题上的学说。
καὶ λέγει πρὸς ταύτην τὴν ἀπορίαν ὁ Ἀλέξανδρος, ὅτι ἴσως μέν τι γίνεται καὶ παρὰ τὴν τοῦ ἡλίου λαμπρότητα, ἴσως δέ τι γίνεται καὶ παρὰ τὴν γῆν, διὸ παρ’ αὐτὴν ὁρᾶται δινούμενος· ἀνατέλλων τε γὰρ καὶ δύνων· τὰς γὰρ δύο κινήσεις αὐτοῦ, καθ’ ἥν τε μετὰ τοῦ παντὸς περιφέρεται καὶ ἣν καθ’ αὐτὸν ἀνάπαλιν κινεῖται, συμβαίνει πως ὁρᾶσθαι τῷ παρὰ τὴν γῆν ἠρεμοῦσαν βλέπεσθαι,1 καὶ οὕτω κραδαίνεσθαι δοκεῖ καὶ διὰ τοῦτο ἀνατέλλων μόνον καὶ δυόμενος τοιοῦτος ἡμῖν ὁρᾶται· καὶ μόνος ἂν ὁ ἥλιος, φησί, ταῦτα πάσχοι τῷ μέγιστος εἶναι τῶν πλησίον καὶ λαμπρότατός τε καὶ φανερώτατος. τὸ δὲ ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν οὐχ ὡς κατ’ ἔκχυσιν ἀκτίνων, φησὶν ὁ Ἀλέξανδρος, ὁρώντων ἡμῶν εἴρηκεν· οὐ γὰρ δοκεῖ τοῦτο αὐτῷ· ἀλλὰ τὸ διαφανὲς τὸ μεταξὺ ὄψιν ἄρτι κέκληκεν,2 ὃ τῷ διὰ πολλοῦ τοῦ μεταξὺ διαστήματος τὸ εἶδος ἡμῖν ἀναγγέλλειν οὐκέτι ὁμοίως τῷ πλησίον τῆς ἡμετέρας ὄψεως ἀναμάττεται τὸ εἶδος τοῦ ὁρωμένου οὐδὲ κατακρατεῖ αὐτοῦ διὰ τὴν ἐκ μακροῦ διάδοσιν. ἀλλὰ καὶ τὸ ὥστε ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις ἡ ἡμετέρα, φησίν, Ἀριστοτέλης ἐπὶ τοῦ μεταξὺ διαφανοῦς ἤκουεν. αἰσθόμενος δὲ ὁ Ἀλέξανδρος, ὅτι λίαν ἀπίθανον ἦν τὸ διαφανὲς ὄψιν καλέσαι καὶ λέγειν αὐτὸ ἑλίσσεσθαι δι’ ἀσθένειαν, κἂν ἐπὶ τῆς ὄψεως, φησί, λέγῃ καὶ τῶν ἀκτίνων, οὐχ ὡς ἀρεσκόμενος λέγοι ἄν, ἀλλὰ τῷ τὰ αὐτὰ μὲν γίνεσθαι πάθη, ἄν τε τὸ διαφανὲς καὶ τὸ μεταξύ ἐστι τὸ πάσχον ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἀναγγέλλον τῇ ὄψει, ἄν τε ἀπὸ τῆς ὄψεως ἐκπέμπονται ἀκτῖνες· συνηθέστερον δὲ εἶναι τὸ τοιοῦτον διὰ τὸ τοὺς μαθηματικοὺς οὕτω λέγειν· ἐν πολλοῖς γοῦν αὐτῷ καίτοι μὴ ἀρεσκόμενος προσχρῆται, ὅτι δὲ οὐχ οἷόν τε οὕτως ἔχειν, ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν δείξει. Ὅταν δὲ λέγῃ τοὺς δὲ πλάνητας μὴ στίλβειν καίτοι τοῦ ἡλίου ἑνὸς ὄντος τῶν πλανήτων καὶ στίλβοντος, ἢ τοὺς ἄλλους παρὰ τὸν ἥλιόν φησιν ἢ πλάνητας ἰδίως λέγοι ἂν τοὺς πέντε τοὺς παρὰ τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ δῆλον, ὅτι καὶ τοῦτο κατὰ τὸ ἐπικρατοῦν εἶπεν· ὅτι γὰρ καὶ ὁ Ἑρμῆς ἐν τοῖς πλάνησι στίλβει, δηλοῖ καὶ τὸ ὄνομα τοῦτο προσκείμενον αὐτῷ, τισὶ δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἀστὴρ δοκεῖ τοιοῦτος. καὶ κάλλιον εἰς τὰς ἰδιότητας μᾶλλον ταῦτα τῶν ἀστέρων ἀναφέρειν, ὥσπερ τὰ χρώματα. Ἐπειδὴ δὲ οἱ τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος διοικίζειν φιλονεικοῦντες ὡς καὶ τοῦτο διάφωνον αὐτῶν δόγμα παρατίθενται τὸ τὸν μὲν Πλάτωνα λέγειν τοὺς ἀπλανεῖς ἀστέρας δύο κινεῖσθαι κινήσεις τὴν μὲν ὑπὸ τοῦ οὐρανοῦ περιφερομένους, τὴν δὲ οἰκείαν περὶ τὰ ἑαυτῶν κέντρα κυκλιζομένους καὶ δινουμένους, τὸν δὲ Ἀριστοτέλην τὴν δίνησιν ἀναιρεῖν, ἴδωμεν, εἰ δοκεῖ, τὴν ἑκατέρου γνώμην, καὶ πρῶτον τῶν ὑπὸ τοῦ Πλάτωνος ῥηθέντων ἀκούσωμεν γράφοντος ἐν Τιμαίῳ τάδε· “τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάσατο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη· τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει τίθησί τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανὸν κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι καὶ καθ’ ὅλον κινήσεις δύο προσῆψεν ἑκάστῳ τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτὸ δινουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ, τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστώς,3 ἵνα ὅτι μάλιστα καὶ αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον. ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν, ὅσα ἀπλανῆ τῶν ἄστρων θεῖα ὄντα, καὶ διὰ ταῦτα ἐν ταὐτῷ στρεφόμενα ἀεὶ μένει· τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς πρόσθεν ἐρρήθη, κατ’ ἐκεῖνα γέγονεν”.
对于这一疑难,亚历山大说,或许有一部分原因在于太阳的光辉,或许亦有一部分原因在于大地,因此它在大地之旁显现为自转;因为在升起和落下时正是如此。因为它的两种运动——即它随同全体旋转的运动以及它自身反向运行的运动——由于在静止的大地之旁被观看,便不知何故得以被看见,并因此似乎在颤动,正因如此,它唯有在升起和落下时才在我们看来是如此的;而且他说,唯有太阳会遭受这些状态,因为它是邻近天体中最大、最辉煌且最显赫的。至于“因为视觉在伸展至远处”这一句,亚历山大说,他并不是在我们仿佛依照光线的发射而观看的意义上说的;因为他并不赞同这一点;相反,他方才是将中间的透明体称作“视觉”,该透明体通过跨越中间的遥远距离向我们传达形式,不再像靠近我们视觉时那样同样地印刻上被见之物的形式,亦因来自远处的传播而无法牢固把握它。此外,他说,对于“以至于我们的视觉在能够自主的状态下到达它们”,亚里士多德亦是就中间的透明体而言的。然而,亚历山大意识到将透明体称为“视觉”并说它因衰弱而晃动是极不可信的,便说:即使他就视觉与光线而言来谈论,他亦不是作为赞同该观点而言,而是由于无论是由中间的透明体承受感觉对象的感受并传达给视觉,还是由视觉发射出光线,所产生的感受都是相同的;而且这种表述方式更为习用,因为数学家们便是如此谈论的;无论如何,他虽然不赞成,却在许多地方借用了这种说法,但他将在《论感觉及其对象》中证明情况不可能如此。而当他说诸行星并不闪烁时,尽管太阳是行星之一且闪烁,他所指的要么是太阳之外的其余星体,要么是在特指太阳与月亮之外的五颗行星。显然,他讲这番话亦是依据通常的情形;因为在行星之中赫尔墨斯星[水星]亦在闪烁,附属于它的这个名称本身便表明了这一点,而在某些人看来阿佛洛狄忒之星[金星]亦是如此。而且将这些特征如同颜色一样更多地归于诸星自身的独特性,乃是更为妥当的。然而,既然那些热衷于挑拨亚里士多德与柏拉图分歧的人,亦将此作为他们意见相左的一个教条提出来——即柏拉图主张恒星作两种运动,一方面随天球旋转,另一方面则围绕自身中心作固有的圆周自转,而亚里士多德则取消了自转——那么,如果各位同意,让我们考察一下他们各自的见解,且首先倾听柏拉图在《蒂迈欧篇》中所写的以下言论:“于是,他用火造出了神圣之物的大部分形态,以便使其最为光辉灿烂且观之最为美好;他使其摹仿全体而成为圆整的,并置于至高者的智慧之中,顺随于它,将其环绕整个天球分布开来,以便为之成为一个遍布斑斓的真正秩序井然的世界;并且他在整体上赋予每个星体两种运动,一方面在同一处所以同一方式自转,另一方面在前行中受‘同’与‘相似’之旋转的主导,而在其余五种运动上则保持不动与静止,以便它们中的每一个都尽可能达到最善的状态。正是由于这一原因,诸星中的一切恒星作为神圣之物便由此生成,并因此在同一处所中旋转而始终保持常驻;而那些发生偏转并具有这般漫游的星体,正如先前所说,乃是依照那些原因而生成的”。
- 2.34τῷ παρὰ τὴν γῆν ἠρεμοῦσαν βλέπεσθαι
定冠词加不定式的与格,表示原因或方式。它修饰主节的 συμβαίνει πως ὁρᾶσθαι(“不知何故得以被看见”),指明在静止的大地参照之下被观看,乃是产生视颤动/自转表象的原因。
- 2.34τὸ διαφανὲς τὸ μεταξὺ ὄψιν ἄρτι κέκληκεν
双重宾格结构:τὸ διαφανὲς τὸ μεταξύ 为直接宾语,ὄψιν 为宾语补足语(谓语性宾格)。亚历山大鉴于亚里士多德否定光线外射说,将文中的 ὄψις 解释为“中间的透明媒质”之借代。
- 2.34τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστώς
引自《蒂迈欧篇》40a 的句法结构:τὰς πέντε κινήσεις 为关系宾格(或状语性宾格),中性单数形容词与分词 ἀκίνητον καὶ ἑστώς 以中性形式指代各个星体(ἕκαστον),意为“关于其余五种运动则保持不动与静止”。
