← 辛普里丘

亚里士多德《论天》注释

§452.7-453.25

球形诸星的静止与视自转现象

亚里士多德根据诸星是球形这一假设,论证了球体的自转与滚转皆不适用于诸星,从而证明诸星自身并不运动。辛普利丘注疏了亚里士多德对太阳看似自转这一反驳的解答(将其归因于视线在远距离下的颤动),并探讨了其与恒星闪烁的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34#1

" Ἔτι δέ, ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα ἕως τοῦ οὐθὲν γὰρ διαφέρει κινεῖν τὴν ὄψιν ἢ τὸ ὁρώμενον." Μετὰ τὴν ἐκ διαιρέσεως ἀπόδειξιν τὴν περὶ τῆς κινήσεως ἢ τῆς ἀκινησίας τῶν ἄστρων ἄλλον τρόπον ἀποδείξεως ἐπάγει περὶ τοῦ μὴ κινεῖσθαι τὰ ἄστρα ὑποθέμενος αὐτὰ σφαιροειδῆ εἶναι καὶ νῦν μὲν τὸ πιθανὸν τῆς ὑποθέσεως πιστούμενος ἔκ τε τῆς τῶν ἄλλων δόξης οὕτως οἰομένων περὶ αὐτῶν καὶ ἐκ τοῦ δεῖν τῆς αὐτῆς οὐσίας ὄντας αὐτοὺς τῷ οὐρανίῳ σώματι καὶ σχῆμα τὸ αὐτὸ ἔχειν,1 μετ’ ὀλίγον δὲ καὶ τοῦτο καθ’ αὑτὸ προβαλλόμενος δείξει σφαιρικὸν ὑπάρχον τῶν ἄστρων τὸ σχῆμα. ὑποθέμενος οὖν, ὅτι σφαιρικὰ τὰ ἄστρα, καὶ προλαβών, ὅτι τῶν σφαιρικῶν σωμάτων, καθ’ ὃ σφαιρικά ἐστι, δύο εἰσὶν αἱ κινήσεις ἥ τε δίνησις καὶ ἡ κύλισις· γίνεται δὲ ἡ μὲν δίνησις ἐν τῷ αὐτῷ τόπῳ περὶ τὸν οἰκεῖον ἄξονα στρεφομένης τῆς σφαίρας, ἡ δὲ κύλισις ἀμειβούσης τοὺς τόπους· καὶ δείξας μηδετέραν τούτων τῶν κινήσεων προσήκειν τοῖς ἄστροις ἠρεμουσῶν τῶν σφαιρῶν λοιπόν, ὅτι μὴ κινεῖται αὐτὰ τὰ ἄστρα, κατεσκεύασεν, ὥς φησιν ὁ Ἀλέξανδρος. καὶ ὅτι μὲν μὴ δινεῖται, δείκνυσιν ἐκ τοῦ μεθιστάμενα φαίνεσθαι καὶ μὴ ἐν τῷ αὐτῷ μένοντα τόπῳ· εἰ γὰρ τὰ μὲν δινούμενα ἐν τῷ αὐτῷ μένει τόπῳ· τοιοῦτον γὰρ τὸ δινεῖσθαι· τὰ δὲ ἄστρα οὐκ ἐν τῷ αὐτῷ μένει τόπῳ, ἀλλὰ μεταβάλλει τὸν τόπον, ὡς καὶ τὰ φαινόμενα μαρτυρεῖ καὶ ἡ κοινὴ πάντων δόξα, δῆλον, ὅτι ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὰ ἄστρα μὴ δινεῖσθαι2 ἢ τό γε ἀληθέστερον τὸ τὰ ἄστρα μὴ κατὰ δίνησιν ταύτην ἔχειν τὴν ὁρωμένην ἐπ’ αὐτῶν μετάβασιν. εἶτα ἔνστασιν λύει τὴν λέγουσαν, ὅτι καὶ ὁ ἥλιος δινούμενος φαίνεται· εἰκὸς οὖν καὶ τὰ ἄστρα οὕτω κινεῖσθαι. καὶ λύει τὴν ἔνστασιν πολλαχῶς, πρῶτον μὲν ἐκ τοῦ εὔλογον μὲν εἶναι πάντα τὴν αὐτὴν κινεῖσθαι κίνησιν οὐσίαν τὴν αὐτὴν ἔχοντα, μόνον δὲ δινούμενον ὁρᾶσθαι τὸν ἥλιον, δεύτερον δὲ ἐκ τοῦ μηδὲ τὸν ἥλιον πανταχοῦ φαίνεσθαι δινούμενον, ἀλλ’ ἀνατέλλοντα μόνον καὶ δύνοντα, καὶ τρίτον ἐκ τοῦ τὴν αἰτίαν ἀποδοῦναι τῆς κατὰ δίνησιν φανταζομένης τοῦ ἡλίου κινήσεως παρ’ ἡμᾶς οὖσαν καὶ οὐ παρὰ τὸν ἥλιον. ἡ γὰρ ὄψις, φησίν, ἀποτεινομένη μακρὰν καὶ ἀσθενοῦσα διὰ τὸ μῆκος κραδαίνεται· τοῦτο γὰρ τὰ ἀσθενῆ κινούμενα πάσχει· ὁ δὲ κραδασμὸς οὗτος καὶ ὁ τρόμος καὶ ἡ περιέλιξις τοῦ ὁρῶντος δίνησις εἶναι δοκεῖ τοῦ ὁρωμένου· οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τοιαύτην φαντασίαν τὸ τὴν ὄψιν ὑποθέσθαι κινουμένην ἢ τὸ ὁρώμενον· οἱ γοῦν τοὺς αἰγιαλοὺς παραπέμποντες3 κινεῖσθαι τὴν γῆν καὶ τὰ ὄρη νομίζουσι τῆς ὄψεως κινουμένης καὶ τὸ οἰκεῖον πάθος τῷ ὁρατῷ περιτιθείσης. ὅτι δὲ τοῦτο αἴτιον τοῦ δινούμενον φαίνεσθαι τὸν ἥλιον, πιστοῦται καὶ ἐκ τοῦ τοὺς μὲν ἀπλανεῖς ἀστέρας στίλβοντας φαίνεσθαι· τούτους γὰρ λέγει τοὺς ἐνδεδεμένους ὡς πρὸς τοὺς πλανᾶσθαι δοκοῦντας ἀντιδιαστέλλων αὐτοὺς ἢ ὡς τῇ ἀπλανεῖ σφαίρᾳ, περὶ ἧς ὁ λόγος, ἐνδεδεμένους· τοὺς δὲ πλάνητας μηκέτι πάσχειν δοκεῖ τοῦτο. οἱ μὲν γὰρ πλάνητες, φησίν, ἐγγύς εἰσιν, ὥστε ἐγκρατὴς ἑαυτῆς ἔτι καὶ ἐρρωμένη ἀφικνεῖται πρὸς αὐτοὺς ἡ ὄψις, καὶ διὰ τοῦτο μηδὲν αὐτὴ πάσχουσα οὐδὲ ἐκείνων τι κατηγορεῖ πάθος, πρὸς δὲ τοὺς ἀπλανεῖς, οὓς μένοντας διὰ τοῦτο καλεῖ ὡς ἀπλανεῖς, πορρωτέρω ὄντας ἀποτεινομένη κραδαίνεται διὰ τὸ πολὺ μῆκος ἀτονοῦσα, καὶ ὁ τρόμος αὐτῆς ἐπὶ μὲν τοῦ ἡλίου τὴν δίνησιν, ἐπὶ δὲ τῶν ἀπλανῶν τὴν στιλβηδόνα φαίνεσθαι ποιεῖ. Ἀλλ’ ὅτι μὲν καὶ στιλβηδὼν ἐπὶ τοῦ ἡλίου φαίνεται, πρόδηλον· διὰ τί δέ, φαίη ἄν τις, ἡ δίνησις ἐπὶ τοῦ ἡλίου μόνου φαίνεται καὶ μὴ καὶ τῶν ἐπέκεινα τοῦ ἡλίου, πρὸς οὓς πορρωτέρω ὄντας ἀποτεινομένη ἡ ὄψις μᾶλλον ἂν κραδαίνοιτο καὶ τρέμοι διὰ τὴν μᾶλλον ἀσθένειαν;

“再者,由于诸星是球形的”至“因为视觉运动还是被见之物运动毫无区别”。 在关于诸星运动或不动的基于划分的证明之后,他引入了另一种关于诸星不运动的证明方式,设定它们是球形的,且目前他既根据对此持同样看法的他人的意见,又根据既然它们与天体具有同一实体因而也必然具有同一形状,来证实该假设的合理性;但不久之后,他亦将把这一点独立提出来,并证明诸星的形状是球形的。因此,他设定诸星是球形的,并预先假定对于球形物体而言,就其作为球形而言,存在两种运动,即自转与滚转——其中自转是在同一处所内随着球体绕自身固有的轴旋转而发生,滚转则是变换处所——;而在证明了在诸天球静止的情况下这两种运动皆不适合诸星之后,正如亚历山大所言,他便确立了剩余的一点,即诸星自身并不运动。而它们不自转,他是从它们显现为变换处所而非停留在同一处所来证明的;因为如果自转之物停留在同一处所——因为自转正是如此——,而诸星并不停留在同一处所,而是变换处所,正如现象与众人的共同意见所见证的那样,那么显而易见,在第二格中可以推导出诸星并不自转,或者更真实地说,诸星并非以自转的方式拥有在它们身上所见到的这种位移。随后,他驳解了那个主张太阳亦显现为自转、因此诸星亦极可能以这种方式运动的反驳。他从多方面驳解了这一反驳:首先,由于具有同一实体的所有事物合理地应具有同一运动,但唯有太阳被看到在自转;其次,由于甚至太阳也并非在任何地方都显现为自转,而只是在升起和落下时如此;第三,由于他指明了太阳依照自转而产生的视运动的原因在于我们自身,而不在于太阳。因为他说,视觉在伸展至远处并因距离过长而变衰弱时,便会颤动;因为虚弱之物在被运动时便会遭受这种状态。而观看者的这种颤动、震颤与回旋,便被看作是被见之物的自转;因为对于此类幻相而言,假设视觉运动还是被见之物运动毫无区别。至少那些沿海岸航行的人由于视觉在运动并将其自身的状态赋予可见之物,便认为陆地与山脉在运动。而这乃是太阳显现为自转的原因,他亦从恒星显现为闪烁得到了证实;因为他称这些星为“固定的”,以区别于那些看似漫游的星,或是作为固定在论述所涉及的无动天球之中;而行星似乎不再遭受这种状态。因为他说,行星很近,以至于视觉在仍然能够自主且强健的状态下到达它们,正因如此,视觉自身不遭受任何状态,亦不将任何状态归诸它们;但当它伸向恒星——由于它们不漫游,他因而称其为“静止的”——时,由于它们更远,视觉因距离过远而力竭,从而产生颤动,其震颤便使得自转显现于太阳,而闪烁显现于恒星。然而,在太阳身上亦能看到闪烁,这是显而易见的。但是,或许有人会说,为何自转仅显现于太阳,而未显现于太阳以外的那些天体呢?当视觉伸向那些更远的天体时,岂不是会因更加虚弱而更加颤抖和震颤吗?

语法注3 条
  1. 2.34ἐκ τοῦ δεῖν τῆς αὐτῆς οὐσίας ὄντας αὐτοὺς τῷ οὐρανίῳ σώματι καὶ σχῆμα τὸ αὐτὸ ἔχειν

    此处宾格 αὐτούς 作为受非人称动词 δεῖν 支配的不定词 ἔχειν 的逻辑主语。尽管其语法先行词是中性名词 τὰ ἄστρα,但此处受阳性名词 ὁ ἀστήρ 的影响,依照意义一致(κατὰ σύνεσιν)采用了阳性宾格复数 ὄντας αὐτούς。

  2. 2.34ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὰ ἄστρα μὴ δινεῖσθαι

    指三段论第二格的推论(具体为 Camestres 式):“凡自转者皆停留在同一处所(大前提);诸星不停留在同一处所(小前提);因此诸星不自转(结论)”。

  3. 2.34οἱ γοῦν τοὺς αἰγιαλοὺς παραπέμποντες

    动词 παραπέμπω 在此用于航海惯用义,意为“(乘船)驶过、经过”,支配宾格 τοὺς αἰγιαλούς,表示船只掠过的海岸。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:452.7-453.25