← 辛普里丘

亚里士多德《论天》注释

§450.24-452.6

圆周的比例切割与天的连续性

辛普里修审视并反驳了亚历山大关于经由半径按比例切割圆周以及天的连续性的解释,进而论证了恒星天球中各个圆周客观且符合自然本性的实在性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33#2

τὸ δὲ περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων ὡς ἐπὶ κέντρου κυρίως ἀκούων “ἴσον” φησὶ “τῷ ἐν τῇ σφαίρᾳ ὄντων”. μήποτε δέ,1 ἐπειδὴ καὶ αἱ ἐκ τοῦ κέντρου ἐκβαλλόμεναι εὐθεῖαι καὶ αἱ ἐκ τοῦ πόλου ἐκβαλλόμεναι περιφέρειαι ἀνάλογον τέμνουσι τούς τε μείζονας καὶ τοὺς ἐλάττονας κύκλους, δεῖται μὲν τῶν ἐκ τοῦ πόλου νῦν, σημαίνει δὲ καὶ αὐτὰς ἀπὸ τῶν ἐκ τοῦ κέντρου· ἐναργέστερον γὰρ ἐπὶ τούτων τὸ θεώρημα καὶ πρὸ τῶν σφαιρικῶν μαθημάτων ἐν τοῖς ἐπιπέδοις παραδιδόμενον. διὰ τί δὲ τὴν ἀνάλογον ταύτην τομὴν ὁ Ἀλέξανδρος λέγει μὴ εἶναι τεκμήριον τοῦ εὐλόγως τὸν μείζονα κύκλον θᾶττον κινεῖσθαι; εἰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τό τε τοῦ μείζονος κύκλου τμῆμα καὶ τὸ ἀνάλογον αὐτῷ τοῦ ἐλάττονος τὰς μεταξὺ τῶν ἐκ τοῦ κέντρου εὐθειῶν διαστάσεις τὸ μὲν τὴν μείζονα, τὸ δὲ τὴν ἐλάττονα κινοῦνται,2 πῶς οὐκ ἂν εἴη τεκμήριον ἐναργές; οὐκ οἶδα δέ, διὰ τί ὁ Ἀλέξανδρος οὐκ εὐθείας βούλεται τὰς ἐκ τοῦ κέντρου, ἀλλ’ ἐπίπεδα διὰ τοῦ κέντρου ἀγόμενα διαιρεῖν ἀνάλογον τοὺς κύκλους, καίτοι τοῦ Ἀριστοτέλους ἐκ τοῦ κέντρου ἀλλ’ οὐ διὰ τοῦ κέντρου εἰπόντος καὶ κύκλους εἶναι τοὺς ἀνάλογον διαιρουμένους ἀλλ’ οὐ σφαίρας. Εἰπόντος δὲ τοῦ Ἀριστοτέλους τό τε μὴ διασπᾶσθαι τὸν οὐρανὸν διά τε τοῦτο συμβήσεται, καὶ ὅτι δέδεικται συνεχὲς τὸ ὅλον, ὁ Ἀλέξανδρος ἐφιστάνει καλῶς, ὅτι καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον τὸ ἐπὶ τῆς τῶν ἀπλανῶν σφαίρας ταῦτα λέγεσθαι· ἐπὶ γὰρ συνεχοῦς λέγεται, αἱ δὲ πλανώμεναι οὐ συνεχεῖς, ἀλλ’ ἅπτονται ἀλλήλων καὶ ἐν ταύταις οὐκ ἂν ἦν διασπασμὸς διαφόρως κινουμέναις. καὶ ταῦτα μὲν εἴρηται τῷ Ἀλεξάνδρῳ καλῶς, τὸ δὲ ἐφεξῆς λεγόμενον ἐπισκεπτέον. “ἐπὶ γὰρ ἑκάστης σφαίρας”, φησί, “διασπασμὸς γίνεται συνεχοῦς ὄντος τοῦ ἑκάστης αὐτῶν σώματος, ἂν οἱ ἀστέρες ὦσι συγκινούμενοι μενουσῶν τῶν σφαιρῶν· οὐκέτι γὰρ συνεχῆ τὰ σώματα αὐτῶν, εἴ γε οἱ ἀστέρες μέρη ὄντες αὐτῶν τόπον ἐκ τόπου μεταβαίνουσιν”. μήποτε δὲ οὐ τοῦτο νῦν πρόκειται λέγειν· ἤδη γὰρ δέδεικται, ὅτι οὐ κινοῦνται οἱ ἀστέρες μενουσῶν τῶν σφαιρῶν· ἀλλ’ ὅτι τὸ ἀνάλογον εἶναι τὰ τάχη τῶν κύκλων πρὸς τὰ μεγέθη αἴτιόν ἐστι τοῦ ἐν ἴσῳ χρόνῳ συναποκαθισταμένων τῶν μειζόνων καὶ τῶν ἐλαττόνων κύκλων μὴ διασπᾶσθαι τὸν οὐρανόν· τοιγαροῦν οὐδαμοῦ μνήμη γέγονεν ἐνταῦθα ἀστέρος. Ὁ δὲ Ἀλέξανδρος ἐπιμένων τῇ αὐτῇ γνώμῃ “δύναται” φησὶ “τοῦτο ἐπὶ πασῶν τῶν σφαιρῶν ἀκούεσθαι, οὐχ ὡς ἀλλήλαις συνεχῶν, ἀλλ’ ὡς τοῖς ἄστροις τοῖς ἐν αὐταῖς, ὧν κινουμένων ἑκάστη ἂν αὐτῶν διεσπᾶτο”. καίτοι καλῶς πρὸ ὀλίγου συνελογίζετο, ὅτι τοὺς πλανωμένους ἀδύνατον συναποκαθίστασθαι ἢ ἀλλήλοις ἢ τῇ ἀπλανεῖ. Νῦν οὖν τοῦτο συνεπεράνατο ὁ Ἀριστοτέλης, ὅτι τῶν ἄλλων τῆς διαιρέσεως τμημάτων ἀλόγων ὄντων περιλείπεται τὸ λέγον τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν. ἀλλὰ τίνες εἰσὶν οὗτοι οἱ κύκλοι, ζητεῖν ἄξιον. ὁ μὲν γὰρ ἰσημερινὸς καὶ ὁ ζῳδιακὸς ὡς διχοτομοῦντες τὴν σφαῖραν εἰκότως ἐνυπάρχειν δοκοῦσι κατ’ οὐσίαν τὰ ἡμισφαίρια διορίζοντες, οἱ δὲ ἄλλοι κύκλοι μήποτε κατ’ ἐπίνοιαν τὴν ἡμετέραν εἰσὶ κέντρῳ μὲν τῷ πόλῳ, διαστήματι δὲ ἑκάστῳ τῶν ἀστέρων κύκλους γραφόντων ἡμῶν·3 ἢ οὐ κατὰ τὴν ἡμετέραν ἐπίνοιάν εἰσιν οἱ τῶν κινήσεων κύκλοι, ἀλλὰ τῆς ὅλης σφαίρας περὶ τοὺς αὐτοὺς πόλους ἀεὶ τοὺς τοῦ ἰσημερινοῦ κινουμένης ἕκαστος τῶν ἐν αὐτῇ ἀστέρων ἐν τῷ αὐτῷ μένων ἀεὶ τόπῳ καὶ ὑπὸ τῆς ὅλης σφαίρας περιφερόμενος τὸ ἴσον ἀεὶ διάστημα τοῦ πόλου ἀπέχων κυκλικὴν ἔχει τὴν κίνησιν. κἂν μὴ ἐγκεχαραγμένοι οὖν ὦσιν οὗτοι οἱ κύκλοι τῇ σφαίρᾳ, ἀλλ’ ἐπειδὴ πᾶσα κίνησις κατὰ διάστημά τι γίνεται, τῆς κινήσεως κυκλικῆς οὔσης ἀνάγκη καὶ τὸ διάστημα φυσικῶς κυκλικὸν εἶναι, ἐν ᾧ οἱ ἴσον ἀπέχοντες τοῦ πόλου ἀστέρες ἐνεστηρίχθησαν ὑπὸ τοῦ δημιουργοῦ θεοῦ. καὶ οὗτοι οἱ ἀνάλογον ἔχοντες τὰ τάχη τοῖς μεγέθεσιν.4

而他将“在绕同一中心固定的诸物之中”按严格意义上的中心来理解,说道这是“等同于‘在天球之中的诸物’”。但或许,由于自中心引出的诸直线与自极点引出的诸圆弧皆按比例切割较大与较小的圆周,他现在虽需要自极点引出的诸线,却根据自中心引出的诸线来指明它们;因为在后者上该定理更为明显,且在球面学研究之前就在平面几何中被传授。然而,亚历山大为何说这一比例切割并非较大圆周合理地运动得更快的证据呢?因为如果说在相同的时间内,较大圆周的被切部分与较小圆周与其成比例的被切部分,运动了自中心引出的诸直线之间的间距——前者运动了较大的间距,后者运动了较小的间距——,这怎能不是一个明显的证据呢?我亦不知为何亚历山大不主张是自中心引出的直线,而是通过中心所作的平面按比例划分圆周,尽管亚里士多德说的是“自中心”而非“通过中心”,且被按比例划分的是圆周而非诸天球。 而在亚里士多德说“天不致破裂既将因此而发生,又因为全体已被证明是连续的”时,亚历山大极好地指出,从这一措辞中亦显然可见这些话是就恒星天球而言的;因为这是对连续之物说的,而游星天球并不是连续的,而是彼此相接,在它们以不同方式运动时本不会产生撕裂。这些固然是亚历山大说得好的,但接下来的话却须予以审视。因为他说:“因为在每一个天球上,尽管它们各自的物体是连续的,但若诸星在天球静止时自行运动,撕裂就会产生;因为若诸星作为其部分而由一处移往另一处,它们的物体便不再连续了”。但或许现在并非意在陈述这一点;因为诸星在天球静止时不运动,这一点早已被证明,而意在表明圆周的速度与其大小成比例,乃是较大圆周与较小圆周在相等时间内一同复原时天不致破裂的原因;因此,在此处任何地方都未提及星体。 但亚历山大坚持同样的见解,说道:“这可以就所有的天球来理解,不是作为彼此连续,而是作为与其中的诸星连续,若诸星运动,每一个天球本都会被撕裂”。然而他不久之前才恰当地推导过,诸游星不可能彼此之间或与恒星天球一同复原。 因此现在亚里士多德得出结论:既然划分的其他部分都是荒谬的,那么便只剩下陈述圆周运动而诸星静止的那一部分。但是,这些圆周究竟是什么,值得探究。因为赤道与黄道作为平分天球者,合理地显现为在本性上内在存在并划定半球,但其他的圆周或许只是依照我们的思维,当我们以极点为中心、以各星的距离为半径画圆时的产物?抑或诸运动的圆周并非依照我们的思维,而是在整个天球始终绕赤道的同一诸极运动时,其中的每一颗星始终留在同一处所并被整个天球带动旋转,始终与极点保持相等的间距,从而具有圆周运动?因此,即使这些圆周未被刻划在天球上,但由于一切运动都是依照某种间距发生的,在运动是圆周运动的情况下,那由造物主神将与极点等距的诸星安置于其中的间距,在自然本性上亦必然是圆周形的。而这些圆周正是其速度与大小成比例的那些。

语法注4 条
  1. 2.33μήποτε δέ

    此处μήποτε用作对前文亚历山大主张的委婉反驳或提出己见(“但或许……”)。后文的“μήποτε δὲ οὐ τοῦτο νῦν πρόκειται λέγειν”与“μήποτε κατ’ ἐπίνοιαν τὴν ἡμετέραν εἰσὶ”中亦同样用于提出疑虑或引入备选项。

  2. 2.33τὸ μὲν τὴν μείζονα, τὸ δὲ τὴν ἐλάττονα κινοῦνται

    τὸ μέν与τὸ δέ作为主语承接前文的τμῆμα,宾格的τὴν μείζονα与τὴν ἐλάττονα则与前文的διαστάσεις一致,充当表示空间范围的内宾格。动词κινοῦνται为中被动态,表示“运动”或“穿过”。

  3. 2.33κέντρῳ μὲν τῷ πόλῳ, διαστήματι δὲ ἑκάστῳ τῶν ἀστέρων κύκλους γραφόντων ἡμῶν

    γραφόντων ἡμῶν构成独立属格结构,κέντρῳ与διαστήματι充当方式/手段的与格或表语性质的与格,意为“当我们以极点为中心、以各星[至极点]的距离为半径(间距)画圆时”。

  4. 2.33καὶ οὗτοι οἱ ἀνάλογον ἔχοντες τὰ τάχη τοῖς μεγέθεσιν

    句首的οὗτοι充当主语,带有名词性短语表语οἱ ἀνάλογον ἔχοντες...,系动词εἰσίν被省略。构成了作结性的断定句:“而这些[圆周]正是其速度与大小成比例的那些”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:450.24-452.6