← 辛普里丘

亚里士多德《论天》注释

§449.3-450.23

圆周运动与星体静止的论证

辛普利丘阐释了亚里士多德如何从物体自然速度的比例、同心圆的几何论证以及天的连续性(天不致破裂)来证明剩下的假说——即圆周运动而星体固定静止——的必然性,并讨论了亚历山大将此段解释为反驳游星偏心圆假说的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33#1

" Ἐπειδὴ τοίνυν οὔτε ἀμφότερα κινεῖσθαι εὔλογον ἕως τοῦ καὶ ὅτι δέδεικται συνεχὲς ὂν τὸ ὅλον." Τεσσάρων ὄντων τῆς διαιρέσεως τμημάτων τῆς λεγούσης, κατὰ πόσους τρόπους δυνατὸν σώζεσθαι τὴν φαινομένην τῶν ἀστέρων μετάβασιν, δείξας, ὅτι οὔτε ἄμφω ἠρεμεῖν οὔτε ἄμφω κινεῖσθαι εὔλογον τούς τε κύκλους καὶ τοὺς ἀστέρας οὔτε τὸ ἕτερον μόνον, δηλαδὴ τοὺς ἀστέρας· περὶ τούτων γὰρ προσεχῶς ἔδειξεν· ἐπάγει εἰκότως, ὅτι λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα φέρεσθαι· τοῦτο γάρ ἐστι τὸ λοιπὸν τῆς διαιρέσεως τμῆμα. καὶ μόνως οὕτως, φησίν, οὐδὲν ἄλογον συμβαίνει, καὶ δείκνυσι λοιπόν, ὅτι τὸ μὲν ταῖς ἄλλαις ὑποθέσεσιν ἄλογον ἀκολουθῆσαν τὸ ἀνάλογον εἶναι τὰ τάχη τῶν ἀστέρων τοῖς μεγέθεσι τῶν κύκλων ταύτῃ οὐκ ἀκολουθεῖ, τὸ δὲ ταύτῃ ἑπόμενον τὸ θᾶττον εἶναι τοῦ μείζονος κύκλου τὸ τάχος τῶν περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων τοῦτο οὐ μόνον οὐκ ἄλογον, ἀλλὰ καὶ ἀναγκαῖον κατὰ δύο τρόπους, καθ’ ἕνα μέν, ὅτι, ὥσπερ ἐν τοῖς ἄλλοις φυσικοῖς μεγέθεσι τὸ μεῖζον σῶμα θᾶττον φέρεται τοῦ ἐλάττονος τὴν οἰκείαν αὐτοῖς κατὰ φύσιν φοράν· ἡ γὰρ μείζων βῶλος τῆς βραχυτέρας καὶ τὸ μεῖζον πῦρ τοῦ ἐλάττονος· οὕτω καὶ ἐν τοῖς ἐγκυκλίοις τὸ μεῖζον θᾶττον φέρεται. εἰ γὰρ ἐκ τοῦ κέντρου τῶν ὁμοκέντρων κύκλων ἐκβαλλόμεναι εὐθεῖαι ἐπὶ τὰς τῶν κύκλων περιφερείας ὅμοια τμήματα τῶν κύκλων ἀφαιροῦσιν, οἷον τεταρτημόρια ἢ ἡμικύκλια ἢ ὁποιαοῦν, ὅταν κινουμένων τῶν κύκλων μία εὐθεῖα τῶν ἐκ τοῦ κέντρου συγκινουμένη καὶ αὐτὴ κατ’ ἐπίνοιαν τοῖς κύκλοις ἐφαρμόσῃ τῇ ἑτέρᾳ μενούσῃ κατ’ ἐπίνοιαν, τότε τὰ ὅμοια τμήματα τῶν κύκλων ἐν τῷ αὐτῷ χρόνῳ τὰ μὲν μεῖζον, τὰ δὲ ἔλαττον διάστημα τὸ καθ’ ἑαυτὸ κεκίνηται ἕκαστον· ὥστε εὐλόγως καὶ οἱ ὅλοι κύκλοι οἱ μείζονες καὶ οἱ ἐλάττονες ἐν τῷ ἴσῳ χρόνῳ περιοισθήσονται. τοῦτό τε οὖν ἀναγκαίως συμβαίνει τῷ ἀνάλογον εἶναι τὰ τάχη τοῖς μεγέθεσι τὸ τοὺς μείζονας καὶ ἐλάττονας κύκλους ἐν τῷ ἴσῳ χρόνῳ συναποκαθίστασθαι καὶ ἔτι τὸ μὴ διασπᾶσθαι τὸν οὐρανόν·1 τοῦτο γὰρ ὑπάρχει μὲν αὐτῷ μάλιστα, διότι δέδεικται συνεχὲς τὸ ὅλον, συμβαίνει δὲ καὶ διὰ τὴν ἀναλογίαν τῶν κατὰ τὰ μέρη αὐτοῦ κινήσεων πρὸς τὰ μεγέθη· εἰ γὰρ ἰσοταχῶς ὁ μείζων κύκλος ἐκινεῖτο τῷ ἐλάττονι, οἷον ὁ ἰσημερινὸς τῷ ἀεὶ φανερῷ, μὴ συναποκαθισταμένων ἐν τῷ αὐτῷ χρόνῳ, διέσπαστο ἂν ἡ τοῦ ὅλου συνέχεια. Ἐπιστῆσαι δὲ χρή, ὅτι πρὸς τὸν τε ἐκεῖνον τὸν λέγοντα τό τε γὰρ θᾶττον εἶναι τοῦ μείζονος κύκλου τὸ τάχος ἀποδέδοται οὗτος ὅ τε ὁ λέγων τό τε μὴ διασπᾶσθαι τὸν οὐρανόν.2 Ὁ δὲ Ἀλέξανδρος ἀκούσας αὐτοῦ λέγοντος περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων “δύναται” φησὶ “τοῦτο ὡς ἐπὶ τῶν σφαιρῶν ἀκούεσθαι, καὶ εἴη ἂν διὰ τούτου ἀναιρῶν τὴν δόξαν τῶν κατὰ ἐκκεντρότητα τὴν κίνησιν τοῖς πλάνησιν ἀποδιδόντων καὶ οὕτω τὰ φαινόμενα σώζειν πειρωμένων. καὶ τὸ ἐφεξῆς δέ”, φησί, “τὸ μεῖζον γὰρ τῶν ἀφαιρουμένων ὑπὸ τῶν ἐκ τοῦ κέντρου τὸ τοῦ μείζονος κύκλου τμῆμα εἴη ἂν ὡς ἐπ’ εὐθειῶν λεγόμενον· ἀλλὰ τὸ μὲν μείζονα”, φησίν, “ἀφαιρεῖσθαι τὰ τῶν ἐξωτέρω κύκλων τμήματα ἀληθές, οὐ μὴν τεκμήριον τοῦ εὐλόγως τὸν μείζονα κύκλον κινεῖσθαι θᾶττον, ἀλλ’ εἴπερ, κατ’ ἐκεῖνο μᾶλλον, ὅτι τὸ μεῖζον σῶμα θᾶττον κινεῖται τὴν κατὰ φύσιν κίνησιν”. ἀλλ’ ὅτι μὲν οὐ τοῖς πλανωμένοις, ἀλλὰ τοῖς ἐν τῇ ἀπλανεῖ κύκλοις ταῦτα προσήκει, καὶ αὐτὸς ἐπέστησε· τὸ γὰρ ἐν τῷ ἴσῳ χρόνῳ τὸν μείζονα κύκλον τῷ ἐλάττονι ἀποκαθίστασθαι ἐπὶ μὲν τῶν ἐν τῇ ἀπλανεῖ κύκλων ἀληθές, ἐπὶ δὲ τῶν πλανωμένων σφαιρῶν οὐκέτι ἀληθὲς οὔτε κατὰ τὴν οἰκείαν αὐτῶν κίνησιν· ἄλλη γὰρ ἐν ἄλλῳ χρόνῳ ἀποκαθίσταται· οὔτε κατὰ τὴν μετὰ τοῦ παντός· καὶ γὰρ ὑπ’ ἐκείνης ὑπολείπεται τοσοῦτον ἑκάστη, ὅσον κατὰ τὴν οἰκείαν κίνησιν κινεῖται ἔμπαλιν τῷ παντί· διὸ καὶ τὰ ἐν αὐταῖς ἄστρα φαίνονται μὴ συναποκαθιστάμενα τοῖς ἀπλανέσιν, οἷς ἔτυχον συνοδεύοντα, ἀλλ’ ὑπολειπόμενα.

“因此,由于二者都在运动是不合道理的……”直至“且因为全体已被证明是连续的”。 在陈述星体所显现的位移可以通过多少种方式得以保全的四分划分中,在证明了圆周与星体二者皆静止、二者皆运动,或者仅有其一——即仅有星体,因为关于这些他刚刚作了证明——运动都是不合道理的之后,他合理地得出:剩下的必然是圆周运动,而星体静止并被固定着运送;因为这是该划分所剩下的部分。他说,唯有以这种方式才不会产生任何荒谬;接着他证明,在其他假说中所伴随的荒谬——即星体的速度与圆周的大小成比例——在此假说中并不伴随发生;而伴随这一假说而来的——即在绕同一中心固定的诸物之中,较大圆周的速度更快——不仅不是荒谬的,而且在两种方式下都是必然的:其一,正如在其他自然量体中,较大的物体以其依照本性固有的位移比较小的物体运送得更快——因为较大的土块比较小的土块运送得更快,较大的火比较小的火亦是如此——,在作圆周运动的物体中,较大的物体亦运送得更快。因为如果从同心圆的中心向圆周引出的诸直线切下圆周的相似部分,如四分圆、半圆或任何其他部分,当诸圆运动时,从中心引出的一条直线在思维中亦随诸圆一同运动,并与在思维中保持静止的另一条直线重合时,诸圆的相似部分就在相同的时间内,各自运动了其本身有的、或较大或较小的距离;因此合理的是,较大的整圆与较小的整圆都将在相等的时间内绕行一周。因此,既由于速度与大小成比例而必然发生这一点——即较大与较小的圆周在相等的时间内一同复原——,又发生天不致破裂这一点;因为这之所以尤其属于天,乃是因为全体已被证明是连续的,但这也是由于其各部分的运动与其大小之间的比例而产生的;因为如果较大的圆周以与较小的圆周相等的速度运动,例如赤道与恒显圈以等速运动,未在相同的时间内一同复原,那么全体的连续性本就会被撕裂。应当注意的是,此处说“以及天不致破裂”的这个“τε”,是与彼处说“因为较大圆周的速度更快”的那个“τε”相呼应而设的。 亚历山大在听到他说“在绕同一中心固定的诸物之中”后说道:“这可以被理解为指诸天球而言,且他以此或许是在取消那些依照偏心性赋予游星以运动并以此试图保全现象之人的意见。接下来的话”,他说,“‘因为在由自中心引出的直线所切下的部分中,较大圆周的部分更大’,亦可被理解为指直线而言;但是”,他说,“外侧圆周被切下的部分更大虽是真确的,却绝不是较大圆周合理地运动得更快的证明,相反,如果确实如此,倒不如说是依照那一论点,即较大的物体依照本性的运动运动得更快”。然而,这些并不适合于诸游星,而是适合于无动天球中的各个圆周,这一点他自己亦注意到了;因为较大圆周在相等时间内与较小圆周一同复原,这在无动天球中的各个圆周上是真确的,但在诸游星的天球上却不再真确,既不依照其固有的运动——因为不同的天球在不同的时间中复原——,亦不依照随全体而行的运动;因为每一个天球因其依照固有运动逆全体而行,而在多大程度上便在多大程度上被全体的运动落在后面;因此其中的星体看起来亦不是与它们碰巧同行的恒星一同复原,而是落后于它们。

语法注2 条
  1. 2.33τοῦτό τε οὖν ἀναγκαίως συμβαίνει τῷ ἀνάλογον εἶναι τὰ τάχη τοῖς μεγέθεσι τὸ τοὺς μείζονας καὶ ἐλάττονας κύκλους ἐν τῷ ἴσῳ χρόνῳ συναποκαθίστασθαι καὶ ἔτι τὸ μὴ διασπᾶσθαι τὸν οὐρανόν

    句式结构:主语由两个带冠词的不定式短语构成,与开头的 τοῦτο 处于同格关系,即“τὸ ... συναποκαθίστασθαι”(一同复原)和“τὸ μὴ διασπᾶσθαι τὸν οὐρανόν”(天不致破裂)。而“τῷ ἀνάλογον εἶναι τὰ τάχη τοῖς μεγέθεσι”是表示原因或根据的与格带冠词不定式短语(“由于速度与大小成比例”)。

  2. 2.33Ἐπιστῆσαι δὲ χρή, ὅτι πρὸς τὸν τε ἐκεῖνον τὸν λέγοντα τό τε γὰρ θᾶττον εἶναι τοῦ μείζονος κύκλου τὸ τάχος ἀποδέδοται οὗτος ὅ τε ὁ λέγων τό τε μὴ διασπᾶσθαι τὸν οὐρανόν.

    关于相关连词(τε ... τε)呼应关系的语法说明。主节动词 ἀποδέδοται 意为“呼应设立/相对应”,注解者指出亚里士多德原文后文“τό τε μὴ διασπᾶσθαι...”中的连词 τε(即 οὗτος ὁ τε)与前文“τό τε γὰρ θᾶττον...”中的连词 τε(即 πρὸς τὸν τε ἐκεῖνον)彼此呼应配合,构成并列的两个必然结果/理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:449.3-450.23