← 辛普里丘

亚里士多德《论天》注释

§448.9-449.2

圆周静止而星体运动之假说的荒谬性

辛普里丘阐释了亚里士多德证明圆周静止而仅星体运动的假说同样导致荒谬的论述(289b27),并引述了亚历山大关于该论证适用于恒星天球而非游星的分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32

" Ἀλλὰ μὴν πάλιν εἰ οἱ μὲν κύκλοι μένουσιν ἕως τοῦ καὶ τὰ τάχη εἶναι." Δείξας, ὅτι οὔτε ἀμφότερα οἷόν τε ἠρεμεῖν τούς τε κύκλους καὶ τοὺς ἀστέρας οὔτε ἀμφότερα κινεῖσθαι, νῦν δείκνυσιν, ὅτι οὐδὲ τὰ μὲν ἄστρα κινεῖσθαι εὔλογον, μένειν δὲ τοὺς κύκλους· τὰ αὐτὰ γὰρ ἔσται ἄλογα καὶ ὁμοίως συναγόμενα. κἂν γὰρ οἱ ἀστέρες ὑποτεθῶσι κινούμενοι τῶν κύκλων ἠρεμούντων, συμβήσεται καὶ οὕτω τὸν ἐπὶ τοῦ μείζονος κύκλου θᾶττον κινεῖσθαι καὶ ἀνάλογον ἔχειν τὰ τάχη τῶν ἀστέρων πρὸς τὰ μεγέθη τῶν κύκλων, ἐφ’ ὧν κινοῦνται, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ φυσικῶς τοῦτο συμβῆναι δυνατόν, εἴπερ κατὰ φύσιν τὰ μείζονα μεγέθη τὰς ὁμοίας κινήσεις θᾶττον κινεῖται τῶν βραχυτέρων.1 ἀνάγκη οὖν ἢ τοὺς κύκλους αἰτίους εἶναι τῆς τοιαύτης ἀναλογίας, καὶ οὕτως οὐκ ἔσονται οἱ ἀστέρες κινούμενοι καθ’ αὑτούς· οὐ γὰρ ὁ βραχύτερος ἀστὴρ ἐπὶ τοῦ μείζονος ἐκινεῖτο κύκλου· ἢ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης συνέπεσεν, ὅπερ ἄλογον ἐπὶ τῶν φυσικῶν εἰπεῖν καὶ μάλιστα τῶν θείων. κατ’ οὐδένα οὖν τρόπον τῶν ἀστέρων κινουμένων τὰ τάχη τῶν ἀστέρων ἀνάλογον ἔχειν τοῖς μεγέθεσι τῶν κύκλων δυνατόν, ὥστε τὰ αὐτὰ καὶ ὁμοίως ἔσται ἄλογα καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως. Εἰπόντος τοῦ Ἀριστοτέλους, ὅτι συμβήσεται θᾶττον κινεῖσθαι τὰ ἔξω, τουτέστι τὰ πορρωτέρω τῶν πόλων, καὶ τὰ τάχη εἶναι κατὰ τὰ μεγέθη τῶν κύκλων, ἐπέστησεν ἐνταῦθα ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἂν λέγοι τὴν συναποκατάστασιν τῶν πλανήτων· οὐ γὰρ συναποκαθίστανται οὗτοί γε· ἀλλ’ ἕκαστον αὐτῶν ἐν διαφόροις ἀποκαθίστασθαι χρόνοις2 κατὰ τὴν οἰκείαν κίνησιν· εἰ δὲ μὴ συναποκαθίστανται, οὐδὲ αἱ τῶν ταχῶν αὐτοῖς διαφοραὶ γενήσονται κατὰ τὴν τοῦ μεγέθους, ἐφ’ ὧν κινοῦνται, διαφοράν· ὥστε εὔλογον, φησίν, ὡς ἔφαμεν, τάσδε τὰς δείξεις ἐπὶ τοῦ παρόντος λέγειν αὐτὸν περὶ τῶν ἐν τῇ ἀπλανεῖ σφαίρᾳ ἀστέρων.

“况且,反之,如果各个圆周静止……”直至“速度亦是如此”。 在证明了圆周与星体二者既不可能都处于静止,亦不可能都在运动之后,他现在证明,星体运动而圆周静止也是不合道理的;因为同样荒谬的后果将会发生,且是以同样方式被推导出来的。因为即使假定在圆周静止时星体运动,即便如此也会得出位于较大圆周上的星体运动得更快,且星体的速度与其所沿之运动的圆周大小成比例,而这正是不可能的;因为这绝不可能依照自然发生,如果确实依照自然而言,较大的量体在进行类似运动时比更小的量体运动得更快的话。因此,必然要么是各个圆周是这种比例的原因——且如此一来星体就不是由于自身而运动了;因为并非是较小的星体在较大的圆周上运动——,要么是出于自发偶然和运气而巧合,但这对于自然事物、尤其是神圣事物而言是荒谬之谈。因此,若星体运动,星体的速度绝无可能以任何方式与各个圆周的大小成比例,以致在这一假说上亦将同样产生相同的荒谬。由于亚里士多德曾说,外侧的事物,即距离两极较远的事物,将会运动得更快,且速度将依照圆周的大小而定,亚历山大在此指出,他不可能是在谈论诸游星的一同复原;因为这些游星绝非一同复原,而是它们之中的每一个都依照其固有的运动在不同的时间中复原。而如果不一同复原,它们速度的差异亦不会依照它们所沿之运动的〔圆周的〕大小差异而产生;因此他说,正如我们所说,合理的是他在眼下是对位于无动天球中的星体陈述这些证明的。

语法注2 条
  1. 2.32τὰ μείζονα μεγέθη τὰς ὁμοίας κινήσεις θᾶττον κινεῖται τῶν βραχυτέρων

    τὰς ὁμοίας κινήσεις 是做不及物动词用法的中动形式 κινεῖται 的同族宾语(内部宾格),而 τῶν βραχυτέρων 则是比较级副词 θᾶττον 所要求的比较属格。

  2. 2.32ἐπέστησεν ἐνταῦθα ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἂν λέγοι ... ἀλλ’ ἕκαστον αὐτῶν ἐν διαφόροις ἀποκαθίστασθαι χρόνοις

    在由动词 ἐπέστησεν(“指出/引起注意”)引出的间接引语中,前半部分采用 ὅτι + 潜能祈愿气(οὐκ ἂν λέγοι)的从句结构,而后半部分的对比分句则转换为带宾格主语 ἕκαστον 的不定式结构(ἀποκαθίστασθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:448.9-449.2