← 辛普里丘

亚里士多德《论天》注释

§446.26-448.8

驳斥星体与圆周速度比例出于偶然

辛普里修根据亚里士多德的三段论驳斥了星体与圆周速度比例出于偶然的假定,并对亚历山大将此论证推广至天球以及主张其中一种运动为徒劳的解释进行了批判性审视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31#3

ἀλλὰ μὴν οὐδὲ ἐκ ταὐτομάτου συνέπεσεν, ὥστε ἐν ἅπασιν ἅμα τόν τε κύκλον εἶναι μείζω καὶ τὴν φορὰν θάττονα τοῦ ἐν αὐτῷ ἀστέρος, διότι τὰ ἐκ ταὐτομάτου ἐπ’ ἔλαττόν ἐστι, καὶ εἴπερ ἓν ἢ δύο οὕτως εἶχεν, οὐδὲν ἄτοπον ἐδόκει λέγειν ἐκ ταὐτομάτου, τὸ δὲ πάντα ὁμοίως ἔχειν εἰ ἐκ ταὐτομάτου λέγει τις, πλάσματι ἔοικε, πλάσμα δέ ἐστι τὸ κατὰ τὴν ἡμετέραν φαντασίαν ἀσυμφώνως πρὸς τὰ ὄντα λεγόμενον· ὥστε συλλογίσασθαι οὕτως·1 τὰ ἐκ ταὐτομάτου καὶ τύχης οὐ πανταχοῦ οὐδὲ ἐν πᾶσιν· ἡ τῶν ἄστρων ἄρα πρὸς τοὺς κύκλους ἀναλογία οὐκ ἐκ ταὐτομάτου οὐδὲ ἀπὸ τύχης. καὶ ἄλλον δέ τινα τοιοῦτον συλλογισμὸν τέθεικε· τὰ πανταχοῦ καὶ ἐν πᾶσι κατὰ φύσιν ἐστί· τὰ κατὰ φύσιν οὔτε ὡς ἔτυχεν οὔτε ἀπὸ τύχης ἐστίν· εἰ οὖν ἡ ἐν τοῖς ἄστροις πρὸς τοὺς κύκλους ἀναλογία πανταχοῦ καὶ ἐν πᾶσίν ἐστιν, οὐκ ἂν οὔτε ἀπὸ τύχης οὔτε ὡς ἔτυχεν εἴη. Ὁ δὲ Ἀλέξανδρος τὸ ἅμα δὲ οὐκ ἔστιν ἐν τοῖς φύσει τὸ ὡς ἔτυχεν, οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον ἀπὸ τύχης οὕτως ἐξηγήσατο· οὔτε ἐν τοῖς φύσει τὸ ὡς ἔτυχε καὶ ἀπὸ τύχης· τὰ γὰρ φύσει γινόμενα ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, οὐ σπανίως· οὔτε ἐν τοῖς ἐξ ἀνάγκης· τὸ γὰρ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον ἀναγκαῖον· τὸ γὰρ ἀντικείμενον αὐτοῦ ἀδύνατον· τὰ δὲ κατὰ τὸν οὐρανὸν καὶ φύσει καὶ ἐξ ἀνάγκης συνέστηκε, τὰ δὲ ὡς ἔτυχε καὶ ἀπὸ τύχης καὶ ἐπ’ ἔλαττον καὶ σπάνια, ὥστε οὐκ εὔλογον οὕτω συμπεσεῖν. Εἰ τοίνυν συναποκαθισταμένων τῶν ἀστέρων τοῖς κύκλοις, ὡς ἐκ τῶν φαινομένων δῆλον, ἀκολουθεῖ τοῖς λέγουσι κινεῖσθαι τοὺς ἀστέρας τὸ ἰσοταχῶς αὐτοὺς κινεῖσθαι τοῖς κύκλοις, ἐφ’ ὧν κινοῦνται, τούτῳ δὲ ἀκολουθεῖ τὸ ἢ δι’ ἀνάγκης τῶν κύκλων καὶ μὴ δι’ αὑτοὺς κινεῖσθαι τοὺς ἀστέρας, ἢ, εἰ δι’ ἑαυτοὺς κινοῖντο, ἢ κατὰ φύσιν ἡ ἀναλογία διασώζεται τῶν ἀστέρων πρὸς τοὺς κύκλους ἢ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης, εἰ οὖν ἄμφω ἀδύνατα ἐδείχθη, καὶ ταῦτα ἠκολούθησε τῷ ἄμφω κινεῖσθαι καὶ τοὺς κύκλους καὶ τοὺς ἀστέρας, δῆλον, ὅτι ἀδύνατος ἡ ὑπόθεσις.2 Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι δύναται τὰ εἰρημένα καὶ ταῖς σφαίραις ἐφαρμόζειν, ὡς κύκλους αὐτῶν τὰς σφαίρας εἰρηκέναι· καὶ γὰρ τῇ τῶν πλανωμένων σφαιρῶν περιφορᾷ συναποκαθιστάμενα φαίνεται τὰ ἐν αὐταῖς ἄστρα, ὥστε ἕκαστον ἂν αὐτῶν ἰσοταχῶς κινοῖτο τῇ σφαίρᾳ, ἐφ’ ἧς ἔστιν· ὧν σφαιρῶν αἱ μέν εἰσι μείζους, αἱ δὲ ἐλάττους· αἱ γὰρ ἐξωτέρω καὶ περιέχουσαι μείζους τῶν ἐνδοτέρων καὶ περιεχομένων. καὶ εἴη ἂν τὸ τοὺς μὲν κύκλους οὐδὲν ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν ἴσον τῷ τὰς μὲν γὰρ σφαίρας ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν·3 ἡ γὰρ μείζων αὐτῶν ἐν πλείονι κινεῖται χρόνῳ· διὸ ἡ μὲν τοῦ Κρόνου ἐν τριάκοντα ἔτεσιν, ἡ δὲ τοῦ Διὸς ἐν δώδεκα, ἄλλη δὲ ἐν ἄλλῳ. Μήποτε δὲ ὁ μὲν Ἀριστοτέλης τοὺς κύκλους ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν εἶπεν ὡς τῶν μειζόνων κύκλων θᾶττον κινουμένων, εἴπερ συναποκαθίστανται τοῖς βραχυτέροις, ὁ δὲ Ἀλέξανδρος ἐπὶ τῶν σφαιρῶν τὸ ἐναντίον λέγει, ὅτι ἡ μείζων ἐν πλείονι κινεῖται χρόνῳ. ὅλως δὲ περὶ τῶν συναποκαθισταμένων λέγει κύκλων, αἱ δὲ πλανώμεναι σφαῖραι οὐ συναποκαθίστανται, καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀλέξανδρος προϊὼν ἐφιστάνει. Προστίθησι δὲ καὶ τοῦτο ὁ Ἀλέξανδρος, ὅτι ἀμφοτέρων κινουμένων τῶν τε κύκλων καὶ τῶν ἀστέρων καὶ ἅμα ἀποκαθισταμένων ἡ ἑτέρα κίνησις μάτην οὖσα φαίνεται, οὐδὲν δὲ μάτην ἐστὶν ἐν τοῖς φύσει γινομένοις. καὶ θαυμάζω, πῶς τοῦτο λέγει· κἂν γὰρ συναποκαθιστῶνται οἵ τε κύκλοι καὶ οἱ ἀστέρες, ἑκάτεροι οὐσίας καὶ δυνάμεις ἔχοντες οἰκείας κατ’ αὐτὰς ἐνεργοῦσιν.

况且,这也不是由于自发偶然巧合而致,以致在所有情形中,同时圆周都较大,而在其中的星体的运行都较快,因为出于自发偶然的事物是居于少数的;若仅有一两个情形是如此,说它是出于自发偶然似乎并无荒谬,但若有人说所有情形都同样是出于自发偶然,这就近乎虚构了,而虚构乃是依照我们的想象、与实在事物不相契合而被言说的东西。因此可以作如下三段论:出于自发偶然与运气的事物,既非无处不在,也非存在于所有事物中;因此,星体相对于圆周的比例既非出于自发偶然,亦非由于运气。此外,他还提出了另一条类似的推论:无处不在且存在于所有事物中的事物是依循自然的;依循自然的事物既非碰巧,亦非出于运气;因此,如果星体相对于圆周的比例是无处不在且存在于所有事物中的,那么它就不可能是出于运气,亦不可能是碰巧。 亚历山大则将“同时,在自然物中不存在碰巧之物,无处不在且属于所有事物者亦非由于运气”这一文句解释如下:在依循自然的事物中,不存在碰巧与出于运气之物——因为自然生成之物多半是如此发生的,而非罕见地发生;在出于必然的事物中亦不存在,因为无处不在且属于所有事物者是必然的——毕竟其对立面是不可能的;而天界的事物既依自然亦出于必然构成,碰巧与出于运气之物则是居于少数且罕见的,所以以这种方式巧合是不合道理的。 因此,如果星体与圆周一同复原,正如从现象中所明了的那样,对于那些主张星体运动的人来说,就会得出星体与其所沿之运动的圆周等速运动的结论;而从这一结论又会得出,星体要么出于圆周的必然性而非由于自身运动,要么如果它们是由于自身运动,星体相对于圆周的比例要么是依循自然得以保持,要么是出于自发偶然和运气;那么,既然两者都已被证明是不可能的,且这些结论是由圆周和星体二者都在运动这一前提推导出来的,显然这一假说是不可成立的。 亚历山大又说,上述说法也可以适用于诸天球,正如把它们的天球称为圆周一样;因为在诸游星天球的运转中,可见其中的诸星体一同复原,以致它们中的每一个都会与其所在的天球等速运动;而在这些天球中,有些较大,有些较小,因为位于外侧且包容的天球比位于内侧且被包容的天球更大。而“各个圆周具有与其大小成比例的速度并无荒谬且是必然的”这一表述,就等同于“因为各个天球具有与其大小成比例的速度是必然的”;因为它们之中较大的在更多的时间中运动;由此,土星的天球在三十年中运动,木星的在十二年中,其他的则在其他时间中。 然而,亚里士多德说圆周具有与其大小成比例的速度,或许是指较大的圆周运动得更快,如果它们确实与较短的圆周一同复原的话;而亚历山大就诸天球所说的恰恰相反,即较大的在更多的时间中运动。总的说来,〔亚里士多德〕谈论的是一同复原的圆周,而游星的天球并非一同复原,这一点亚历山大自己在后文中亦有指出。 亚历山大还补充了这一点:如果圆周和星体二者都在运动且一同复原,那么其中一种运动显现为徒劳的,而在依自然生成的事物中没有什么是徒劳的。而我很诧异他何以这样说;因为即便圆周和星体一同复原,两者各自拥有固有的实体与潜能,并依循它们而在现实活动。

语法注3 条
  1. 2.31ὥστε συλλογίσασθαι οὕτως

    连词 ὥστε 后接不定式表示结果。不定式的逻辑主语在上下文中未明确指明,起客观表述的作用,即“因此人们可以作如下三段论”。

  2. 2.31Εἰ τοίνυν συναποκαθισταμένων τῶν ἀστέρων τοῖς κύκλοις, ὡς ἐκ τῶν φαινομένων δῆλον, ἀκολουθεῖ τοῖς λέγουσι κινεῖσθαι τοὺς ἀστέρας τὸ ἰσοταχῶς αὐτοὺς κινεῖσθαι τοῖς κύκλοις, ἐφ’ ὧν κινοῦνται, τούτῳ δὲ ἀκολουθεῖ τὸ ἢ δι’ ἀνάγκης τῶν κύκλων καὶ μὴ δι’ αὑτοὺς κινεῖσθαι τοὺς ἀστέρας, ἢ, εἰ δι’ ἑαυτοὺς κινοῖντο, ἢ κατὰ φύσιν ἡ ἀναλογία διασώζεται τῶν ἀστέρων πρὸς τοὺς κύκλους ἢ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης, εἰ οὖν ἄμφω ἀδύνατα ἐδείχθη, καὶ ταῦτα ἠκολούθησε τῷ ἄμφω κινεῖσθαι καὶ τοὺς κύκλους καὶ τοὺς ἀστέρας, δῆλον, ὅτι ἀδύνατος ἡ ὑπόθεσις.

    长复合条件句的结构分析:全句的主句为末尾的 δῆλον, ὅτι ἀδύνατος ἡ ὑπόθεσις。其前由一系列嵌套的条件从句(Εἰ τοίνυν ... ἀκολουθεῖ ... τούτῳ δὲ ἀκολουθεῖ ... εἰ οὖν ἄμφω ἀδύνατα ἐδείχθη)层层推进,通过归谬法推导出“圆周与星体二者皆运动”之前提的不可能。

  3. 2.31καὶ εἴη ἂν τὸ τοὺς μὲν κύκλους οὐδὲν ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν ἴσον τῷ τὰς μὲν γὰρ σφαίρας ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν

    通过中性定冠词将引文名词化而构成的等同句:由 τὸ 引导的从句(引用亚里士多德原文)作主语,表语为 ἴσον τῷ ...(“等同于……”)引导的与格短语。连词 γάρ 属于被引用的亚历山大释义文句内部。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:446.26-448.8