- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:443.3-444.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在引述完亚历山大的论断后,辛普里丘针对其提出的五点主张(天体通过自身摩擦加热月下界、天体的可触知性、圆周运动作为无相反者的可触知性质、天体中的稀薄化与稠密化、天体中的偶性与颜色)逐条提出了批驳。
εἰ γὰρ ἡ βαρύτης καὶ ἡ κουφότης ἁπταί εἰσι ποιότητες, ὡς εἶπεν ἐξαριθμούμενος τὰς ἁπτὰς ἐναντιώσεις, εἴη ἂν καὶ ἡ κυκλοφορία ἁπτή, ἥ ἐστιν εἶδος ἐκείνου τοῦ σώματος. ἡ μὲν οὖν βαρύτης καὶ ἡ κουφότης οὐκ ἦν εἴδη τῶν ἐν γενέσει σωμάτων, ὅτι μήτε ποιητικὰ μήτε παθητικὰ ταῦτα· οὐ γὰρ τῷ ποιεῖν ἢ πάσχειν ὑφ’ ἑτέρου λέγονται, ὡς εἶπε· τὰ δὲ ἐν γενέσει σώματα ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων· ἡ δὲ κυκλοφορία ποιητικὴ μὲν οὖσα, οὐκέτι δὲ καὶ παθητικὴ τῷ μὴ ἔχειν τι ἐναντίον, ὑφ’ οὗ πείσεται· οὐδὲ γὰρ τὰ πάσχοντα ὑπ’ αὐτῆς ὡς ἐναντία πάσχει· εἰκότως εἶδός ἐστιν ἐκείνου τοῦ σώματος. εἴη δ’ ἂν καὶ μανὸν τοῦτο ὡς ἀραιὸν λεγόμενον, ᾧ ἐναντίον τὸ πυκνὸν ἦν, καὶ ἧττον καὶ μᾶλλον ἂν ἔχοι τοῦτο, μᾶλλον μὲν αἱ σφαῖραι, ἧττον δὲ τὰ ἄστρα· δοκεῖ γὰρ ταῦτα πεπιλῆσθαι μᾶλλον, ἥτις πίλησις οὐδὲ ἐξίστησιν αὐτὰ τῆς οὐσίας τῷ ἕπεσθαι μὲν τὴν τοιαύτην μάνωσιν καὶ πύκνωσιν τῇ κυκλοφορίᾳ, ταύτην δὲ ἀμετάβλητον εἶναι· χροαὶ δὲ καὶ εἴ τινα τοιαῦτα ὑπάρχει αὐτοῖς, ὡς συμβεβηκότα ἂν καὶ ἔξωθεν καὶ ἑπόμενα ἐκείνῃ τῇ ποιότητι ὑπάρχοι”. καὶ ταῦτα μὲν τοῦ Ἀλεξάνδρου. πολλοῖς δὲ ἄν τις, οἶμαι, τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσειε,1 καὶ πρῶτόν γε τῷ τὰ οὐράνια τῇ τρίψει θερμαίνειν τὰ ὑπὸ σελήνην ὡς αὐτὰ τοῖς ὑπὸ σελήνην παρατριβόμενα.2 οὐ γὰρ τοῦτο οἶμαι λέγειν τὸν Ἀριστοτέλην, ἀλλ’ ὅτι ὁ ἀὴρ τῇ τοῦ οὐρανοῦ κινήσει συγκινούμενος αὐτὸς πρὸς ἑαυτὸν παρατρίβεται. οὐ γὰρ εἰκὸς οὕτως ἀντιτυπεῖν τὸ σῶμα τὸ οὐράνιον, ὥστε τρίβειν τὸ πλησιάζον· εἰ δὲ τοῦτο οὕτως εἶχε, θερμότερα ἂν ἦν τοῦ ἀέρος τὰ τῷ οὐρανῷ πλησιάζοντα μᾶλλον, νῦν δὲ τοὐναντίον φαίνεται τὰ πρὸς τῇ γῇ θερμότερα τῶν ὑψηλοτέρων. δεύτερον δὲ ἐπιστήσοι ἄν τις τῷ πᾶν ἁπτὸν κατὰ τὰς τέσσαρας ποιότητας χαρακτηρίζεσθαι. ἅπτονται μὲν γὰρ ἀλλήλων καὶ αἱ οὐράνιαι σφαῖραι· οὐ γὰρ ἔστι τι μεταξὺ τὸ διεῖργον· εἰ δὲ τῶν τεσσάρων στοιχείων ἐξῄρηται τὸ οὐράνιον, οὐκ ἂν τὸ ἁπτὸν κατὰ ταύτας ἔχοι τὰς διαφοράς. εἰ δὲ κατὰ τὸ γήινον μὲν ἔχει τὸ ἁπτόν, κατὰ δὲ τὸ πυρινὸν τὸ ὁρατόν, ὡς φησιν ὁ Πλάτων, οὔτι γε κατὰ ταῦτα τὰ ἐν γενέσει καὶ φθορᾷ τὰ μεταβάλλοντα εἰς ἄλληλα, ἀλλὰ κατὰ τὰς ἀκρότητας αὐτῶν τὰς ὁμονοητικῶς ἀλλήλαις προυπαρχούσας καὶ διὰ τοῦτο τὴν ἰδιότητα τοῦ οὐρανοῦ μὴ βλαπτούσας· εἴρηται γὰρ καὶ πρότερον, ὅτι οὐ πάντα τὰ ἐξ ἐναντίων συγκείμενα γίνεσθαι καὶ φθείρεσθαι ἀνάγκη, εἰ μὴ ὡς μὴ δύνασθαι συνυπάρχειν ἀλλήλοις, καὶ τὸ ὑποκείμενον αὐτοῖς τοιοῦτον, ὡς παρὰ μέρος ἑκάτερον δέχεσθαι πεφυκός,3 ὥσπερ καὶ αὐτὸς ὁ Ἀλέξανδρος βούλεται. τρίτον δέ, πῶς ἁπτὴν ποιότητα λέγων τὴν κυκλοφορίαν οὐ βούλεται αὐτὴν ἔχειν ἐναντίον, εἴπερ πᾶσαι αἱ ποιότητες διαφοραὶ οὖσαι κατὰ ἀντίθεσιν ἀπὸ τοῦ γένους διαιροῦνται; τέταρτον, πῶς τὴν μάνωσιν καὶ τὴν πύκνωσιν ἐν τοῖς οὐρανίοις ἐνορᾷ ἐναντίας οὔσας, εἰ νομίζει πᾶσαν ἐναντίωσιν γενέσεως εἶναι καὶ φθορᾶς αἰτίαν; πῶς δὲ αὐτὰς ἕπεσθαι τῇ κυκλοφορίᾳ φησίν, εἴπερ καὶ ἐν τοῖς ὑπὸ σελήνην ἔστι μάνωσίς τε καὶ πύκνωσις; πέμπτον δέ, πῶς τὰς χρόας καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ἔξωθεν ἐν τοῖς οὐρανίοις ὑπολαμβάνων οὐκ ἀναγκάζεται κατὰ πάθος αὐτὰς ἐγγίνεσθαι λέγειν, ὥστε κἂν μὴ γενέσεως αὐτοῖς καὶ φθορᾶς, ἀλλὰ πάντως ἀλλοιώσεως αἰτίας γίνεσθαι παθητικῆς καὶ τῇ θνητῇ δυσχερείᾳ πρεπούσης; καίτοι καὶ τὸ συμβεβηκότα καὶ ἔξωθεν ἐπ’ ἐκείνων λέγειν ἀτοπώτατον, οἶμαι, πάντων τῶν ἐν αὐτοῖς οὐσιώδη καὶ εἰδοποιὸν δύναμιν ἐχόντων.
“因为,如果如他在列举可触知的对立时所言,重与轻是可触知的性质,那么圆周运动亦将是可触知的,而它正是那具物体的种相。重与轻固然不是处于生成之中的诸物体的种相,因为它们既非能动的亦非受动的;正如他所说,它们并不是因对另一物施动或受另一物之动而被谈及的;而处于生成之中的诸物体则是相互能动且受动的。然而圆周运动虽是能动的,却不再亦是受动的,这是由于它没有任何能对它施动的相反者;因为受到它作用的诸物亦非作为相反者而承受作用;因此,它理所当然是那具物体的种相。而且这具物体亦可因被称为松散而是稀疏的——稠密曾是与此相反的——且它具有此[稀疏性]或少或多,诸天球更多,而诸星体较少;因为后者似乎更为密实,而这种密实化甚至并未使它们脱离其实体,这是由于此种稀薄化与稠密化伴随着圆周运动,而这一[运动]是不可变异的;至于颜色以及任何此类属于它们的属性,亦将作为偶性、来自外部且伴随那项性质而属于它们。”以上是亚历山大的论述。 然而我想,人们对他说过的许多话都可以提出质疑:首先,针对天体通过摩擦加热月下之物、仿佛天体自身与月下之物相互摩擦这一说法。因为我认为亚里士多德并非在说这个,而是说空气随着天的运动一同运动,其自身与自身相互摩擦。因为天体似乎不可能具有如此的反抗阻力以至于会摩擦接近它的事物;而如果情况是这样,空气中更接近天的部分理应更热,但如今事实相反,贴近大地的部分显得比更高处的更热。其次,人们亦可质疑凡可触知之物皆由四种性质表征这一说法。因为天上的诸天球亦相互接触,毕竟中间没有任何隔开它们之物;但若天体被排除在四元素之外,它就不可能依据这些差异而具有可触知性。另一方面,即使如柏拉图所说,天依据土性而具有可触知性,依据火性而具有可见性,这亦决非依据这些处于生成与消灭之中、相互转化的元素,而是依据它们彼此和谐预先存在的顶峰,并因此不会损害天的独特性;因为正如之前亦已说过的,并非所有由对立者组成的事物都必然生成与消灭,除非它们无法彼此共存,且处于它们之下的底层基质具有轮流接受各方的本性——这正如亚历山大自己亦赞同的那样。第三,他在称圆周运动为可触知的性质时,如果所有作为差异的性质确实都是依据对立而从属中划分出来的,他又怎能主张它没有任何相反者呢?第四,如果他认为一切对立都是生成与消灭的原因,他又怎能看出天体之中存在互相对立的稀薄化与稠密化呢?而且,如果月下之物中亦存在稀薄化与稠密化,他又怎能说它们伴随着圆周运动呢?第五,当他设想颜色及此类事物在天体中属于偶性且来自外部时,他怎能不被迫承认它们是依据承受(受动)而产生的,从而即便不对天体构成生成与消灭的原因,亦必定构成属于受动性且适于有朽之困厄的变质的原因呢?然而我想,在那些事物上谈论偶性和来自外部之物是最荒谬的,因为天体中的一切都具有实质性的和赋予种相的能力。
- 2.30πολλοῖς δὲ ἄν τις, οἶμαι, τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσειε
动词 ἐφίστημι 支配与格(πολλοῖς),在此表示“留心注视”、“驻足审视”进而引申为“提出质疑或异议”。该句引出了辛普里丘对亚历山大五个论点的系统批驳(καὶ πρῶτόν γε τῷ..., δεύτερον δὲ... 等)。
- 2.30καὶ πρῶτόν γε τῷ τὰ οὐράνια τῇ τρίψει θερμαίνειν τὰ ὑπὸ σελήνην ὡς αὐτὰ τοῖς ὑπὸ σελήνην παρατριβόμενα
此处的定冠词加不定词与格结构(τῷ ... θερμαίνειν)依附于前句的 ἐπιστήσειε。由 ὡς 引出的分词短语(αὐτὰ ... παρατριβόμενα)在宾格中性复数上与主语 τὰ οὐράνια 保持一致,表示亚历山大所预设或解释的方式(“仿佛它们自身摩擦着月下之物”)。
- 2.30εἰ μὴ ὡς μὴ δύνασθαι συνυπάρχειν ἀλλήλοις, καὶ τὸ ὑποκείμενον αὐτοῖς τοιοῦτον, ὡς παρὰ μέρος ἑκάτερον δέχεσθαι πεφυκός
在前面的否定句(οὐ πάντα ... ἀνάγκη)之后,εἰ μὴ 充当例外条件从句(“除非……”)。接续的 ὡς 引出表示结果或样态的不定词结构(ὡς μὴ δύνασθαι)及副词性分词结构(ὡς ... πεφυκός),阐明了由对立者构成的事物必然走向生灭的双重限制条件:二者无法共存,且其底层基质具有轮流接受彼此的本性。
