← 辛普里丘

亚里士多德《论天》注释

§444.16-445.20

星体与天球运动的三分假说辨析

辛普里丘基于亚里士多德《论天》第二卷第八章(289b1)开篇,阐述了关于星体与天球运动的三分假说(两者皆静止、两者皆运动、一静一动),并在反驳地球自转假说的同时,解释了两者皆静止与两者皆运动之不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31#1

" Ἐπεὶ δὲ φαίνεται καὶ τὰ ἄστρα μεθιστάμενα ἕως τοῦ οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον τῆς τύχης." Δεύτερον τοῦτο περὶ τῶν ἄστρων πάντων τῶν τε ἀπλανῶν καὶ πλανωμένων πρόβλημα ζητοῦν,1 ἡ φαινομένη κίνησις αὐτῶν καὶ μετάβασις πότερον καθ’ αὑτὰ κινουμένων ἔστιν ἢ ἄλλον τρόπον τινὰ συμβαίνει. ἐκ διαιρέσεως δὲ προάγει τὴν ζήτησιν ὁμολογούμενον λαβὼν τὸ φαινόμενον, ὅτι καὶ τὰ ἄστρα μεθίσταται καὶ ὁ ὅλος οὐρανός. ὅλον δὲ λέγει μεθίστασθαι, οὐχ ὅτι καθ’ ὅλον ἀμείβει τόπον ἐκ τόπου, ἀλλ’ ὅτι τὸ τοῦ οὐρανοῦ σῶμα κινεῖται ὅλον ὡς πρὸς τοὺς ἀστέρας λεγόμενον· κινεῖται δὲ κατὰ μέρη, ὡς δῆλον ἐκ τοῦ ἄλλοτε ἄλλα τοῦ ἰσημερινοῦ κύκλου καὶ τοῦ ζῳδιακοῦ καὶ τῶν ἐν αὐτῷ τῷ οὐρανίῳ σώματι ὄντων ἀνατέλλοντά τε καὶ μεσουρανοῦντα καὶ δύνοντα ἐκ τῶν ὀργάνων καταλαμβάνεσθαι. τῆς οὖν ἀμφοῖν μεταβάσεως φαινομένης τοῦ τε ἀπλανοῦς οὐρανοῦ καὶ τῶν ἀπλανῶν ἀστέρων· περὶ γὰρ τούτων νῦν ὁ λόγος· ἀναγκαῖον ἤτοι ἠρεμούντων ἀμφοτέρων γίνεσθαι τὴν μεταβολὴν ἢ κινουμένων ἀμφοτέρων ἢ τοῦ μὲν ἠρεμοῦντος τοῦ δὲ κινουμένου, καὶ παρὰ ταῦτα οὐκ ἔστιν. ὑποθέσεως δὲ ἠξίωσε καὶ τὸ ἀμφοτέρων ἠρεμούντων,2 καίτοι ἀπεμφαῖνον δοκοῦν τὸ σώζεσθαι τὴν φαινομένην αὐτῶν μετάβασιν ἀμφοτέρων ἠρεμούντων, διὰ τὸ γεγονέναι τινάς, ὧν Ἡρακλείδης τε ὁ Ποντικὸς ἦν καὶ Ἀρίσταρχος, νομίζοντας σώζεσθαι τὰ φαινόμενα τοῦ μὲν οὐρανοῦ καὶ τῶν ἄστρων ἠρεμούντων, τῆς δὲ γῆς περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους ἀπὸ δυσμῶν κινουμένης ἑκάστης ἡμέρας μίαν ἔγγιστα περιστροφήν· τὸ δὲ ἔγγιστα πρόσκειται διὰ τὴν τοῦ ἡλίου τῆς μιᾶς μοίρας ἐπικίνησιν· ὡς, εἴ γε μὴ κινοῖτο ἡ γῆ, ὅπερ μετ’ ὀλίγον μὲν ἀποδείξει, νῦν δὲ ὡς ὑπόθεσιν ἔλαβεν, ἀδύνατον τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων ἠρεμούντων σωθῆναι τὰ φαινόμενα. πῶς γὰρ ἂν ἡ μετάβασις σώζοιτο πάντων ἀκινήτων λαμβανομένων; καὶ τοῦτο μὲν τὸ τμῆμα τῆς διαιρέσεως ἀκίνητον τὴν γῆν ὑποθέμενος οὕτω διέλυσεν. ὅτι δὲ οὐδὲ ἀμφότερα κινοῦνται ὅ τε οὐρανὸς καὶ οἱ ἐν αὐτῷ ἀστέρες, δείκνυσιν οὕτως. ἐπειδὴ ἕκαστος τῶν ἀστέρων κατὰ κύκλον φαίνεται κινούμενος, οἱ μὲν πρὸς τοῖς πόλοις κατὰ ἐλάττονας, οἱ δὲ πρὸς τῷ ἰσημερινῷ κατὰ μείζονας, ἐὰν ἀμφότερα ὑποτεθῇ κινούμενα καὶ οἱ ἀστέρες καὶ ὁ οὐρανός, ἀνάγκη τὸν ἀστέρα καὶ τὸν κύκλον, καθ’ οὗ φέρεται ὁ ἀστήρ, ἰσοταχῶς κινεῖσθαι· καὶ τὴν αἰτίαν τῆς ἀνάγκης προστίθησιν, ὅτι φαίνονται οἱ ἀστέρες ἅμα τοῖς κύκλοις εἰς τὸ αὐτὸ ἀποκαθιστάμενοι· ὁ γὰρ τῇ πρώτῃ τοῦ Κριοῦ μοίρᾳ σήμερον συνανατέλλων ἀπλανὴς ἀστὴρ καὶ τῇ ἑξῆς αὐτῇ συνανατέλλει. οὕτω δὲ χρὴ φαντασθῆναι τὴν ἀμφοῖν κίνησιν, ὡς εἴ τις ἐφ’ ἵππου καθίσας μακροσκελὴς ἀναστὰς ἰσοταχῶς συμβαδίζει τῷ ἵππῳ τοῦ αὐτοῦ μήκους ὑπ’ ἀμφοῖν ἐν τῷ αὐτῷ χρόνῳ ἀνυομένου·3 οὕτω γὰρ καὶ ὁ ἀστὴρ ἀμφοτέρων κινουμένων τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχων τοῦ κύκλου ἰσοταχῶς κινηθήσεται τῷ κύκλῳ.

“既然星体亦显现出改变其位置”至“普遍且对于一切事物皆存在者亦非出于偶然。” 这是关于所有星体(无论恒星还是行星)的第二个探讨课题,探究它们所显现的运动与位置变换,究竟属于它们自身在运动,抑或以某种别的方式发生。他在将“星体与整个天体皆改变位置”这一现象作为公认的前提接受之后,便通过划分法推进这一探求。他说整个[天]改变位置,并非指它作为一个整体从一处变换到另一处,而是指天体作为一个相对于诸星体而言的整体在运动;且它是依据其各个部分在运动,正如从借助仪器观察到分点圈、黄道带以及天体自身之中的不同部分在不同时刻升起、居于天中并落下这一事实所表明的那样。因此,既然两者——即恒星天与诸恒星,因为当前的论述正关于它们——的位置变换皆是显现的,那么此种变化必然要么在两者皆静止时发生,要么在两者皆运动时发生,要么在一者静止而另一者运动时发生,除此以外别无可能。他也将两者皆静止这一[项]视为值得列入的假说,尽管在两者皆静止时它们所显现的位置变换仍得以保全看似是荒谬的,这是因为曾有一些人——其中包括蓬托斯的赫拉克利德和阿里斯塔克——认为,只要天与诸星静止,而大地环绕分点圈的两极从西方每日运转大约一周,现象便得以保全;加上“大约”二字是由于太阳每日多移动一度;因此,如果大地确实不动——这一点他稍后将予以证明,但如今他将其作为一个假说来接受——那么在天与诸星静止的情况下,现象就不可能得以保全。因为若所有事物都被假定为不动,位置变换又怎能得以保全呢?而划分中的这一分支,他便是通过假定大地不动而如此予以排除的。另一方面,天与其内部的星体并非两者皆在运动,他通过如下方式予以证明:既然每个星体都显现为沿着圆周运动——接近两极的沿着较小的圆,接近分点圈的沿着较大的圆——如果假定星体与天两者皆在运动,那么星体与其所沿之运行的圆就必须以相等的速度运动;而且他补充了这一必然性的原因,即星体被观察到与它们的圆一同复原到同一位置;因为今天与白羊宫第一度一同升起的恒星,在次日亦与它一同升起。而两者的运动必须设想为,好比某人骑在一匹马上,由于腿长而站立起来,在相同的时间内两者行进相同的长度,从而与马以相同的速度并步前行;因为以这种方式,在两者皆运动的情况下,星体也始终占据圆上的同一位置,将以与圆相等的速度运动。

语法注3 条
  1. 2.31Δεύτερον τοῦτο περὶ τῶν ἄστρων πάντων τῶν τε ἀπλανῶν καὶ πλανωμένων πρόβλημα ζητοῦν

    现在分词 ζητοῦν 为中性主格,直接修饰名词 πρόβλημα(“探讨……的课题”),其后接的间接疑问从句(πότερον... ἢ...)则引出探求的具体内容。

  2. 2.31ὑποθέσεως δὲ ἠξίωσε καὶ τὸ ἀμφοτέρων ἠρεμούντων

    动词 ἠξίωσε 带属格补足语(ὑποθέσεως,意为“认为配得上作为假说”),其宾语是由中性单数冠词 τὸ 名词化的属格短语 ἀμφοτέρων ἠρεμούντων(“两者皆静止这一项”)。

  3. 2.31τοῦ αὐτοῦ μήκους ὑπ’ ἀμφοῖν ἐν τῷ αὐτῷ χρόνῳ ἀνυομένου

    以被动分词 ἀνυομένου 为核心的独立属格结构,表示主句动作(ἰσοταχῶς συμβαδίζει)的伴随情况;ὑπ’ ἀμφοῖν 表示施动者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:444.16-445.20